§11.46.1τούτου κυρωθέντος ὑπὸ τῶν ὑπάτων τοῦ νόμου σὺν ἄλλοις τισὶν ὥσπερ ἔφην δημοτικοῖς εὐθὺς οἱ δήμαρχοι καιρὸν ἐπιτήδειον ἥκειν νομίζοντες, ἐν ᾧ τιμωρήσονται τοὺς περὶ τὸν Ἄππιον, εἰσαγγελίας ᾤοντο δεῖν ποιήσασθαι κατʼ αὐτῶν, οὐχ ἅμα πάντας ὑπάγοντες ὑπὸ τὴν δίκην, ἵνα μηδὲν ἀλλήλους ὠφελῶσιν, ἀλλὰ καθʼ ἕνα·
この法律が、私が述べたような他のいくつかの平民的な法律とともに執政官たちによって承認されると、護民官たちは直ちに、アッピウスとその一味を処罰するのに適した機会が到来したと考え、彼らに対する弾劾を行うべきだと考えた。 彼らが互いに助け合うことがないよう、全員を同時に裁判にかけるのではなく、一人ずつ弾劾した。
ῥᾷον γὰρ οὕτως ὑπελάμβανον εὐμεταχειρίστους ἔσεσθαι.
そうすれば、彼らを容易に扱いやすくなると考えたからである。
§11.46.2σκοπούμενοι δʼ ἀπὸ τίνος ἂν ἄρξαιντο ἐπιτηδειοτάτου, τὸν Ἄππιον πρῶτον ἔγνωσαν εὐθύνειν τῶν τʼ ἄλλων ἀδικημάτων ἕνεκα μισούμενον ὑπὸ τοῦ δήμου, καὶ τῶν νεωστὶ περὶ τὴν παρθένον γενομένων παρανομιῶν.
そして、誰から始めるのが最も適しているかを検討した結果、まずアッピウスを糾弾することに決定した。 彼は他の様々な不正のために人民から憎まれており、また、最近あの乙女に関して犯された数々の不法行為のためでもあった。
ἑλόντες μὲν γὰρ τοῦτον εὐπετῶς ἐδόκουν καὶ τῶν ἄλλων κρατήσειν, εἰ δʼ ἀπὸ τῶν ταπεινοτέρων ἄρξαιντο, μαλακωτέρας ὑπελάμβανον τὰς ὀργὰς τῶν πολιτῶν πρὸς τοὺς ἐπιφανεστάτους καὶ τελευταίους κρινομένους ἔσεσθαι, συντονωτέρας οὔσας ἐπὶ τοῖς προτέροις ἀγῶσιν, ὃ §11.46.3πολλάκις ἤδη συνέβη.
というのも、この男を容易に有罪にできれば、他の者たちにも打ち勝つことができると考えたからであり、逆に、もしより身分の低い者たちから始めたならば、最も著名で最後に裁判を受ける者たちに対する市民たちの怒りは和らいでしまうと考えたからである。 その怒りは最初の裁判においてより激しいものであり、それはすでに何度も起こっていたことであった。
ταῦτα βουλευσάμενοι συνέσχον τοὺς ἄνδρας, Ἀππίου δὲ Οὐεργίνιον ἔταξαν ἄνευ κλήρου κατηγορεῖν.
彼らはこのように評議した上で、その者たちを拘束し、アッピウスの告発には、抽選なしでウェルギニウスをあてた。
εἰσαγγέλλεται δὴ μετὰ τοῦτο εἰς τὸν δῆμον Ἄππιος ὑπὸ τοῦ Οὐεργινίου κατηγορηθεὶς ἐπὶ τῆς ἐκκλησίας καὶ αἰτεῖται χρόνον εἰς ἀπολογίαν.
この後、アッピウスは民会においてウェルギニウスによって告発され、人民に対して弾劾され、弁明のための時間を要求した。
ἀπαχθεὶς δʼ εἰς τὸ δεσμωτήριον, ἵνα φυλάττηται μέχρι δίκης — οὐ γὰρ ἐδόθη διεγγύησις αὐτῷ — πρὶν ἐπιστῆναι τὴν ἀποδειχθεῖσαν ἡμέραν τῆς κρίσεως ἐν τοῖς δεσμοῖς ἀποθνήσκει, ὡς μὲν ἡ τῶν πολλῶν ὑπόληψις ἦν ἐξ ἐπιταγῆς τῶν δημάρχων, ὡς δʼ οἱ τὴν αἰτίαν ἀπολύσασθαι βουλόμενοι διεφήμιζον, αὐτὸς ἑαυτὸν ἀναρτησάμενος βρόχῳ.
そして、裁判まで拘留するために監獄へと連行されたが(彼には保釈が認められなかったため)、定められた裁判の日が到来する前に獄中で死亡した。 多くの人々の憶測によれば、それは護民官たちの命令によるものであり、その容疑を免れさせようとする者たちが噂を広めたところによれば、彼自身が首を吊って自殺したのであった。
§11.46.4μετʼ ἐκεῖνον Σπόριος Ὄππιος εἰσαχθεὶς εἰς τὸν δῆμον ὑφʼ ἑτέρου τῶν δημάρχων Ποπλίου Νομιτωρίου καὶ τυχὼν ἀπολογίας ἁπάσαις ἁλίσκεται ταῖς ψήφοις καὶ παραδοθεὶς εἰς τὸ δεσμωτήριον αὐθημερὸν ἀποθνήσκει.
彼の次に、スポリウス・オッピウスがもう一人の護民官プブリウス・ヌミトリウスによって人民の前に引き出され、弁明の機会を得たものの、満場一致で有罪とされ、監獄に引き渡されたその日のうちに死亡した。
οἱ δὲ λοιποὶ τῶν δέκα πρὶν εἰσαγγελθῆναι φυγαῖς αὑτοὺς ἐζημίωσαν.
十人委員会の残りの者たちは、告発される前に自ら亡命の刑に処した。
τὰς δʼ οὐσίας τῶν ἀνῃρημένων καὶ τῶν πο. . . οἱ ταμίαι τῆς πόλεως ἀνέλαβον εἰς τὸ δημόσιον.
そして、処刑された者たちおよび...された者たちの財産を、国家の財務官たちが国庫に没収した。
§11.46.5εἰσαγγέλλεται δὲ καὶ Μάρκος Κλαύδιος ὁ τὴν παρθένον ἐπιβαλόμενος ὡς δούλην ἀπάγειν ὑπὸ τοῦ μνηστῆρος αὐτῆς Ἰκιλίου·
また、あの乙女を奴隷として連れ去ろうと企てたマルクス・クラウディウスも、彼女の婚約者であったイキリウスによって告発された。
καὶ τὴν αἰτίαν εἰς τὸν ἐπιτάξαντα παρανομεῖν Ἄππιον ἀναφέρων θανάτου μὲν ἀπολύεται, φυγῇ δʼ ἀιδίῳ ζημιοῦται, τῶν δʼ ἄλλων τῶν ὑπηρετησάντων τι παράνομον τοῖς ὀλιγάρχαις οὐδεὶς ἔσχεν ἀγῶνα δημόσιον, ἀλλὰ πᾶσιν ἄδεια ἐδόθη.
彼は不法行為を命じたアッピウスにその罪の責任を転嫁したため、死刑は免れたものの、永久追放に処された。 寡頭政治家たちに加担して何らかの不法行為を働いた他の者たちについては、誰一人として公的な裁判にかけられることはなく、すべての者に免責が与えられた。
ὁ δὲ τοῦτο τὸ πολίτευμα εἰσηγησάμενος ἦν Μάρκος Δοέλλιος ὁ δήμαρχος ἀχθομένων ἤδη τῶν πολιτῶν καὶ τῶν πολεμίων γενέσθαι προσδοκώντων.
この施策を提案したのは護民官マルクス・ドゥエリアスであり、市民たちがすでに絶え間ない裁判に嫌気がさしており、敵の襲来が予想されていたためであった。