§11.44.1ἧκον δʼ αὐτοῖς ἐπίκουροι μετʼ οὐ πολὺ καὶ ἀπὸ τῆς ἐν Φιδήνῃ στρατιᾶς οἱ κράτιστοι τῶν τριῶν ταγμάτων λοχαγοὶ πολλὴν δύναμιν ἐπαγόμενοι, ἀλλοτρίως μὲν ἔτι πάλαι διακείμενοι πρὸς τοὺς ἐκεῖ στρατηγούς, ἐξ οὗ Σίκκιον τὸν πρεσβευτὴν ἀπέκτειναν, ὥσπερ ἔφην, δεδιότες δʼ ἄρξαι τῆς ἀποστάσεως πρότεροι, ὡς οἰκείων ὄντων τῇ δεκαδαρχίᾳ τῶν ἐν Ἀλγιδῷ πέντε ταγμάτων, τότε δʼ, ἐπειδὴ τὴν ἐκείνων ἀπόστασιν ἐπέγνωσαν, ἀγαπητῶς τὸ συμβὰν ἀπὸ τῆς τύχης δεξάμενοι.
まもなくして、フィデナエにある軍勢からも、三つの軍団の最も優れた百人隊長たちが、多くの軍勢を率いて彼らの援軍としてやって来た。 彼らは、私が述べた通り、使節シッキウスが殺害されて以来、そこの将軍たちに対してすでに久しく敵意を抱いていたが、アルギドゥスにある五つの軍団が十人委員会に味方していると考えて、自分たちが先に反乱を起こすことを恐れていたのであった。 しかしその時、彼らの反乱を知ると、運命がもたらしたこの出来事を喜んで受け入れたのである。
§11.44.2ἡγεμόνες δὲ καὶ τούτων τῶν ταγμάτων ἦσαν δέκα χιλίαρχοι καθʼ ὁδὸν ἀποδειχθέντες, ὧν ἐπιφανέστατος Σέξτος Μάλιος ἦν.
これらの軍団の指導者たちもまた、行軍の途中で任命された十人の軍事護民官であり、その中で最も傑出していたのはセクストゥス・マリウスであった。
ἐπεὶ δὲ συνέμιξαν ἀλλήλοις, θέμενοι τὰ ὅπλα τοῖς εἴκοσι χιλιάρχοις ἐπέτρεψαν ἅπαντα ὑπὲρ τοῦ κοινοῦ λέγειν τε καὶ πράττειν.
そして彼らが互いに合流したとき、武器を置いて、二十人の軍事護民官たちに共同の利益のためにあらゆることを発言し行動する権限を委ねた。
ἐκ δὲ τῶν εἴκοσι τοὺς ἐπιφανεστάτους ἀπέδειξαν δύο προβούλους, Μάρκον Ὄππιον καὶ Σέξτον Μάλιον·
さらに二十人の中から、最も際立った二人、すなわちマルクス・オッピウスとセクストゥス・マリウスを代表として指名した。
οὗτοι βουλευτήριον ἐξ ἁπάντων καταστησάμενοι τῶν λοχαγῶν, §11.44.3μετʼ ἐκείνων ἅπαντα διετέλουν πραγματευόμενοι.
彼らはすべての百人隊長からなる評議会を組織し、彼らとともにすべての事柄を処理し続けた。
ἀδήλου δʼ ἔτι τοῖς πολλοῖς τῆς διανοίας αὐτῶν οὔσης Ἄππιος μέν, οἷα δὴ συγγινώσκων ἑαυτῷ τῆς παρούσης ταραχῆς αἰτίῳ γεγονότι καὶ τῶν προσδοκωμένων διʼ αὐτὴν ἔσεσθαι κακῶν, οὐκέτι τῶν κοινῶν οὐδὲν ἠξίου πράττειν, ἀλλὰ κατʼ οἶκον ἔμενεν·
彼らの意図が多くの人々にはまだ明らかでなかったとき、アッピウスは、現在の混乱とそれによって生じることが予想される災いの原因となったのが自分自身であることを自認していたため、もはや公務を一切行おうとせず、家に引きこもっていた。
ὁ δὲ σὺν αὐτῷ τεταγμένος ἐπὶ τῆς πόλεως Σπόριος Ὄππιος, διαταραχθεὶς κατʼ ἀρχὰς καὶ αὐτός, ὡς αὐτίκα μάλα τῶν ἐχθρῶν σφίσιν ἐπιθησομένων καὶ ἐπὶ τούτῳ ἡκόντων, ἐπειδὴ κατέμαθεν οὐδὲν νεωτερίσαντας αὐτούς, ὑφέμενος τοῦ δέους ἐκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ἐκ τῶν οἰκιῶν κατʼ ἄνδρα μεταπεμπόμενος.
他方、彼とともに市を任されていたスポリウス・オッピウスは、彼自身も最初は、敵が今すぐ自分たちを襲撃するはずであり、そのためにやって来たのだと考えてひどく混乱したが、彼らが何ら過激な行動を起こしていないことを知ると、恐れを和らげ、一人ずつその家から個別に従者を送って呼び戻して元老院を議場に招集した。
§11.44.4ἔτι δʼ αὐτῶν συλλεγομένων ἧκον οἱ ἐκ τῆς ἐν Φιδήνῃ στρατιᾶς ἡγεμόνες ἀγανακτοῦντες ἐπὶ τῷ καταλελεῖφθαι τοὺς χάρακας ὑπὸ τῶν στρατιωτῶν ἀμφοτέρους, καὶ τὴν βουλὴν πείθοντες ἀξίαν τοῦ πράγματος ὀργὴν κατʼ αὐτῶν λαβεῖν.
彼らがまだ集まっている最中に、フィデナエの軍勢の指揮官たちがやって来て、兵士たちによって両方の陣営が放棄されたことに憤慨し、元老院に対して、その行為にふさわしい怒りを彼らに向けるよう説得した。
ἐπεὶ δʼ ἀγορεύειν γνώμην ἕκαστον ἔδει, Λεύκιος μὲν Κορνήλιος ἔφη δεῖν ἀπεῖναι τοὺς ταχθέντα εἰς τὸν Ἀουεντῖνον αὐθημερὸν ἐπὶ τοὺς ἑαυτῶν χάρακας, καὶ τὰ κελευόμενα ὑπὸ τῶν στρατηγῶν ἐπιτελεῖν μηδενὸς ὄντας τῶν γεγονότων ὑποδίκους, πλὴν τῶν αἰτίων τῆς ἀποστάσεως μόνων·
そして、各人が意見を述べる番になると、ルキウス・コルネリウスは、アウェンティヌスに集まった者たちはその日のうちに自分たちの陣営へ立ち去り、将軍たちから命じられたことを実行すべきであり、反乱の首謀者たちだけを除いて、起こった事柄について誰も罪を問われないようにすべきである、と述べた。
§11.44.5τούτοις δὲ προσθεῖναι δίκας τοὺς στρατηγούς.
そして、将軍たちは首謀者たちに刑罰を科すべきである、と。
ἐὰν δὲ μὴ ποιῶσι ταῦτα, βουλεύειν περὶ αὐτῶν τὸ συνέδριον ὡς ἐκλελοιπότων τὴν τάξιν, ἐφʼ ἣν ἐτάχθησαν ὑπὸ τῶν ἡγεμόνων, καὶ περὶ τὸν στρατιωτικὸν ἠσεβηκότων ὅρκον.
もし彼らがこれを行わないならば、元老院は、彼らが指導者たちによって配置された持ち場を放棄し、軍事の誓いに対して不敬を働いたものとして、彼らについて審議すべきである、と。
Λεύκιος δὲ Οὐαλέριος %2 %2 %2 %2 %2 %2 ἀλλʼ ὑπὲρ τῶν Ῥωμαϊκῶν νόμων, οὓς ἐν ταῖς δώδεκα δέλτοις ἀναγεγραμμένους εὕρομεν, οὔτε μηδένα ποιήσασθαι λόγον ἥρμοττεν, οὕτω σεμνῶν ὄντων καὶ τοσαύτην ἐχόντων διαφορὰν παρὰ τὰς Ἑλληνικὰς νομοθεσίας, οὔτε περαιτέρω τοῦ δέοντος προβαίνειν ἐκμηκύναντας τὴν περὶ αὐτῶν ἱστορίαν.
他方、ルキウス・ウァレリウスは…… しかし、私たちが十二表板に記されているのを見出すローマの法律については、それらが極めて荘重であり、ギリシアの立法に比べてこれほど大きな違いがあるのだから、全く言及しないことも適当ではないが、それらに関する歴史をあまりにも長く引き延ばして必要以上に立ち入ることもまた適当ではない。