§11.43.1ὁ δὲ Οὐεργίνιος ὑπό τʼ ὀργῆς καὶ ἐκ τοῦ μηδὲν ἔτι δεδοικέναι τοὺς ἡγεμόνας αὐθαδέστερον αὐτῶν καθήπτετο λυμεῶνας τε καὶ ὀλέθρους τῆς πατρίδος ἀποκαλῶν καὶ παραινῶν τοῖς λοχαγοῖς ἅπασιν ἀραμένους τὰ σημεῖα οἴκαδε ἀπάγειν τὴν στρατιάν.
ヴェルギニウスは、怒りと、もはや指揮官たちを全く恐れていないことから、彼らをより大胆に激しく非難し、彼らを「祖国の破壊者にして破滅をもたらす者ども」と呼び、すべての百人隊長たちに、軍旗を掲げて軍勢を家へと引き揚げさせるよう勧めた。
§11.43.2ὀρρωδούντων δʼ ἔτι τῶν πολλῶν τὰ ἱερὰ σημεῖα κινεῖν, ἔπειτα τοὺς ἡγεμόνας καὶ τοὺς στρατηγοὺς καταλιπεῖν οὔτε ὅσιον οὔτʼ ἀσφαλὲς εἶναι πᾶσι νομιζόντων·
しかし、多くの人々は、神聖な軍旗を動かすこと、さらには指導者や将軍たちを見捨てることは、神義にも反し、安全でもないと皆考えて、なおも恐れを抱いていた。
ὅ τε γὰρ ὅρκος ὁ στρατιωτικός, ὃν ἁπάντων μάλιστα ἐμπεδοῦσι Ῥωμαῖοι, τοῖς στρατηγοῖς ἀκολουθεῖν κελεύει τοὺς στρατευομένους, ὅποι ποτʼ ἂν ἄγωσιν, ὅ τε νόμος ἀποκτείνειν ἔδωκε τοῖς ἡγεμόσιν ἐξουσίαν τοὺς ἀπειθοῦντας·
というのも、ローマ人が何よりも厳格に守る兵役の誓いは、出征する者たちに対し、将軍たちがどこへ率いようとも従うことを命じており、また法律は指揮官たちに、従わない者を死刑に処する権限を与えていたからである。
§11.43.3ἢ τὰ σημεῖα καταλιπόντας ἀκρίτως·
あるいは、裁判なしに軍旗を遺棄した者たちを死刑にする権限を。
ταῦτα δὴ διʼ εὐλαβείας αὐτοὺς ἔχοντας ὁρῶν Οὐεργίνιος ἐδίδασκεν, ὅτι λέλυκεν αὐτῶν τὸν ὅρκον ὁ νόμος, ἐπειδὴ νόμῳ μὲν ἀποδειχθέντα δεῖ τὸν στρατηγὸν ἄρχειν τῶν δυνάμεων, ἡ δὲ τῶν δέκα ἀνδρῶν ἐξουσία παράνομος ἦν ὑπερβαλοῦσα τὸν ἐνιαύσιον χρόνον, εἰς ὃν ἀπεδείχθη.
彼らがまさにこれらの理由から警戒心を抱いているのを見て、ヴェルギニウスは、法律が彼らの誓いを解除しているのだと説明した。
τὸ δὲ τοῖς μὴ κατὰ νόμον ἄρχουσι ποιεῖν τὸ κελευόμενον οὐκ εὐπείθειαν εἶναι καὶ εὐσέβειαν, ἀλλʼ
なぜなら、将軍は法に基づいて任命された上で軍勢を支配すべきであるのに、十人委員の権力は、それが任命された任期である一年を超えており、違法なものとなっていたからである。
§11.43.4ἄνοιαν καὶ μανίαν.
法に従わずに支配する者たちの命令に従うことは、従順でも敬虔でもなく、むしろ愚行であり狂気である、と。
ταῦτʼ ἀκούσαντες ὀρθῶς λέγεσθαι ἡγούμενοι καὶ παρακελευόμενοί τε ἀλλήλοις καί τι καὶ θάρσος ἐκ τοῦ δαιμονίου λαβόντες αἴρονται τὰ σημεῖα καὶ προῆγον ἐκ τοῦ χάρακος.
これを聞いた人々は、それが正論であると考え、互いに励まし合い、また神から何らかの勇気を得て、軍旗を掲げて陣営から前進した。
ἔμελλον δʼ, ὅπερ εἰκὸς ἐν ποικίλοις τʼ ἤθεσι καὶ οὐχ ἅπασι τὰ κράτιστα διανοουμένοις, ἔσεσθαί τινες οἱ μένοντες ἅμα τοῖς ὀλιγάρχαις καὶ στρατιῶται καὶ λοχαγοί, πλὴν οὐ τοσοῦτοι τὸ §11.43.5πλῆθος, ἀλλʼ ἐλάττους παρὰ πολὺ τῶν ἑτέρων.
多様な性質を持ち、全員が最善のことを考えているわけではない集団においては当然予想される通り、寡頭派とともにとどまる兵士や百人隊長たちもいくらかはいたであろうが、その数は決して多くはなく、他方に比べてはるかに少数であった。
οἱ δʼ ἐξελθόντες ἐκ τοῦ στρατοπέδου διʼ ὅλης ἡμέρας ἐπιπορευθέντες ἑσπέρας καταλαβούσης παρῆσαν εἰς τὴν πόλιν οὐδενὸς ἐξαγγείλαντος αὐτῶν τὴν ἔφοδον, καὶ συνετάραξαν τοὺς ἔνδον οὐ μετρίως πολέμιον οἰομένους στρατὸν εἰσεληλυθέναι·
他方、陣営を出発した人々は丸一日行進し、夕方が訪れる頃、彼らの接近を誰もあらかじめ知らせることなく市に到着した。 そして市内の人々を少なからず混乱に陥れた。 人々は敵の軍勢が侵入してきたと思ったからである。
κραυγή τε καὶ δρόμος ἄτακτος ἀνὰ τὴν πόλιν ἦν.
市内には叫び声と無秩序な逃げ惑う動きが広がった。
οὐ μὴν ἐπὶ πολύν γε διέμεινεν ἡ ταραχὴ χρόνον, ὥστε κακόν τι γενέσθαι διʼ αὐτήν.
しかし、この混乱は、それによって何らかの災いがもたらされるほど長くは続かなかった。
διεξιόντες γὰρ τοὺς στενωποὺς ἐβόων, ὅτι φίλοι τʼ εἰσὶ καὶ ἐπʼ ἀγαθῷ τῆς πόλεως εἰσεληλύθασι, καὶ τὰ ἔργα ὅμοια παρείχοντο τοῖς λόγοις ἀδικοῦντες οὐδένα.
彼らは路地を通り抜けながら、自分たちは友であり、市の利益のために侵入したのだと大声で叫び、また誰にも害を加えることなく、その言葉に違わぬ行動を示したからである。
§11.43.6ἀφικόμενοι δʼ εἰς τὸν καλούμενον Ἀουεντῖνον — ἔστι δὲ τῶν ἐμπεριεχομένων ἐν τῇ Ῥώμῃ λόφων οὗτος ἐπιτηδειότατος ἐνστρατοπεδεύεσθαι — περί τε τὸ τῆς Ἀρτέμιδος ἱερὸν τίθενται τὰ ὅπλα, τῇ δʼ ἑξῆς ἡμέρᾳ κρατυνάμενοι τὸν χάρακα καὶ χιλιάρχους δέκα τῶν κοινῶν ἀποδείξαντες κυρίους, ὧν ἡγεμὼν ἦν Μάρκος Ὄππιος, ἔμενον ἐφʼ ἡσυχίας.
そして彼らはアウェンティヌスと呼ばれる丘(これはローマ市内に含まれる丘の中で陣営を設けるのに最も適した場所である)に到着すると、アルテミスの神殿の周辺に武器を置き、翌日には陣地を固め、全体の指導者として十人の護民官を任命し、その筆頭はマルクス・オッピウスであったが、平穏のうちに待機した。