Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.44.1-11.44.5

菲德奈军队的合流与元老院审议

第 844 段,共 962 段 · 希腊语

内容简介

菲德奈的军队加入起义,士兵们选出二十名军护民官并在阿文提诺扎营。对此,元老院展开辩论,探讨是否对起义者进行惩罚,作者同时对提及十二铜表法发表了看法。

§11.44.1ἧκον δʼ αὐτοῖς ἐπίκουροι μετʼ οὐ πολὺ καὶ ἀπὸ τῆς ἐν Φιδήνῃ στρατιᾶς οἱ κράτιστοι τῶν τριῶν ταγμάτων λοχαγοὶ πολλὴν δύναμιν ἐπαγόμενοι, ἀλλοτρίως μὲν ἔτι πάλαι διακείμενοι πρὸς τοὺς ἐκεῖ στρατηγούς, ἐξ οὗ Σίκκιον τὸν πρεσβευτὴν ἀπέκτειναν, ὥσπερ ἔφην, δεδιότες δʼ ἄρξαι τῆς ἀποστάσεως πρότεροι, ὡς οἰκείων ὄντων τῇ δεκαδαρχίᾳ τῶν ἐν Ἀλγιδῷ πέντε ταγμάτων, τότε δʼ, ἐπειδὴ τὴν ἐκείνων ἀπόστασιν ἐπέγνωσαν, ἀγαπητῶς τὸ συμβὰν ἀπὸ τῆς τύχης δεξάμενοι.
没过多久,来自菲德奈军队三个军团中最优秀的百人队长们,也带领着一支强大的队伍前来支援他们。 正如我所说,自从那些将军杀害了使节西基乌斯以来,他们早已对那里的将军心怀怨恨;但他们害怕率先发动起义,因为他们认为驻扎在阿尔吉杜斯的五个军团是拥护十人委员会的。 然而就在那时,当他们得知那些人的起义后,便欣然接受了命运所带来的这一契机。
§11.44.2ἡγεμόνες δὲ καὶ τούτων τῶν ταγμάτων ἦσαν δέκα χιλίαρχοι καθʼ ὁδὸν ἀποδειχθέντες, ὧν ἐπιφανέστατος Σέξτος Μάλιος ἦν.
这些军团的领导者也是在行军途中任命的十名军护民官,其中最杰出的是塞克斯图斯·马利乌斯。
ἐπεὶ δὲ συνέμιξαν ἀλλήλοις, θέμενοι τὰ ὅπλα τοῖς εἴκοσι χιλιάρχοις ἐπέτρεψαν ἅπαντα ὑπὲρ τοῦ κοινοῦ λέγειν τε καὶ πράττειν.
当他们汇合之后,他们放下武器,将军权以及代表公共利益进行一切发言和行动的权力,全权委托给这二十名军护民官。
ἐκ δὲ τῶν εἴκοσι τοὺς ἐπιφανεστάτους ἀπέδειξαν δύο προβούλους, Μάρκον Ὄππιον καὶ Σέξτον Μάλιον·
他们又从这二十人中选出最杰出的两人作为代表,即马尔库斯·奥皮乌斯和塞克斯图斯·马利乌斯。
οὗτοι βουλευτήριον ἐξ ἁπάντων καταστησάμενοι τῶν λοχαγῶν, §11.44.3μετʼ ἐκείνων ἅπαντα διετέλουν πραγματευόμενοι.
这两人召集所有的百人队长组成了一个委员会,并与他们一起继续处理所有事务。
ἀδήλου δʼ ἔτι τοῖς πολλοῖς τῆς διανοίας αὐτῶν οὔσης Ἄππιος μέν, οἷα δὴ συγγινώσκων ἑαυτῷ τῆς παρούσης ταραχῆς αἰτίῳ γεγονότι καὶ τῶν προσδοκωμένων διʼ αὐτὴν ἔσεσθαι κακῶν, οὐκέτι τῶν κοινῶν οὐδὲν ἠξίου πράττειν, ἀλλὰ κατʼ οἶκον ἔμενεν·
当大多数人还不知道他们的意图时,阿庇乌斯因为深知自己是当前混乱以及因之而预期产生的灾祸的祸首,便不再理会任何公事,而是闭门不出。
ὁ δὲ σὺν αὐτῷ τεταγμένος ἐπὶ τῆς πόλεως Σπόριος Ὄππιος, διαταραχθεὶς κατʼ ἀρχὰς καὶ αὐτός, ὡς αὐτίκα μάλα τῶν ἐχθρῶν σφίσιν ἐπιθησομένων καὶ ἐπὶ τούτῳ ἡκόντων, ἐπειδὴ κατέμαθεν οὐδὲν νεωτερίσαντας αὐτούς, ὑφέμενος τοῦ δέους ἐκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ἐκ τῶν οἰκιῶν κατʼ ἄνδρα μεταπεμπόμενος.
而与他一同被委任管理城市的小波里乌斯·奥皮乌斯,起初自己也极为惊慌,以为敌人立刻就会攻击他们,并且就是为此而来的;但当他得知他们并没有采取任何激进举动时,便消除了恐惧,派人到各家各户去,将元老院议员一一召集到会议厅。
§11.44.4ἔτι δʼ αὐτῶν συλλεγομένων ἧκον οἱ ἐκ τῆς ἐν Φιδήνῃ στρατιᾶς ἡγεμόνες ἀγανακτοῦντες ἐπὶ τῷ καταλελεῖφθαι τοὺς χάρακας ὑπὸ τῶν στρατιωτῶν ἀμφοτέρους, καὶ τὴν βουλὴν πείθοντες ἀξίαν τοῦ πράγματος ὀργὴν κατʼ αὐτῶν λαβεῖν.
正当他们还在聚集时,菲德奈军队的指挥官们到了,他们对士兵们遗弃了两个营地感到非常愤怒,并劝说元老院对他们产生与这一行为相称的愤怒。
ἐπεὶ δʼ ἀγορεύειν γνώμην ἕκαστον ἔδει, Λεύκιος μὲν Κορνήλιος ἔφη δεῖν ἀπεῖναι τοὺς ταχθέντα εἰς τὸν Ἀουεντῖνον αὐθημερὸν ἐπὶ τοὺς ἑαυτῶν χάρακας, καὶ τὰ κελευόμενα ὑπὸ τῶν στρατηγῶν ἐπιτελεῖν μηδενὸς ὄντας τῶν γεγονότων ὑποδίκους, πλὴν τῶν αἰτίων τῆς ἀποστάσεως μόνων· §11.44.5τούτοις δὲ προσθεῖναι δίκας τοὺς στρατηγούς.
当轮到每个人发表意见时,卢基乌斯·科尔内利乌斯说,那些聚集在阿文提诺的人应当在当天撤回到各自的营地去,并执行将军们所命令的事情,除了起义的首谋者之外,任何人都不应对发生的事情承担法律责任;且将军们应对这些首谋者施加惩罚。
ἐὰν δὲ μὴ ποιῶσι ταῦτα, βουλεύειν περὶ αὐτῶν τὸ συνέδριον ὡς ἐκλελοιπότων τὴν τάξιν, ἐφʼ ἣν ἐτάχθησαν ὑπὸ τῶν ἡγεμόνων, καὶ περὶ τὸν στρατιωτικὸν ἠσεβηκότων ὅρκον.
如果他们不这样做,元老院应当对他们进行审议,将他们视为放弃了指挥官所指定的岗位,并且违背了兵役誓言。
Λεύκιος δὲ Οὐαλέριος %2 %2 %2 %2 %2 %2 ἀλλʼ ὑπὲρ τῶν Ῥωμαϊκῶν νόμων, οὓς ἐν ταῖς δώδεκα δέλτοις ἀναγεγραμμένους εὕρομεν, οὔτε μηδένα ποιήσασθαι λόγον ἥρμοττεν, οὕτω σεμνῶν ὄντων καὶ τοσαύτην ἐχόντων διαφορὰν παρὰ τὰς Ἑλληνικὰς νομοθεσίας, οὔτε περαιτέρω τοῦ δέοντος προβαίνειν ἐκμηκύναντας τὴν περὶ αὐτῶν ἱστορίαν.
而卢基乌斯·瓦莱里乌斯…… 但是,关于我们发现记录在十二铜表法上的罗马法律,由于它们如此庄严,且与希腊的立法有着如此巨大的差异,既不适合完全不予提及,也不适合通过拉长关于它们的历史叙述而超出必要的限度。

词汇与语法注释

  1. 2270ὡς οἰκείων ὄντων — 由连词 `ὡς` 引导的属格绝对结构,表示主句主语(百人队长们)的主观原因(“相信……”)。属格的逻辑主语是 `τῶν ἐν Ἀλγιδῷ πέντε ταγμάτων`(阿尔吉杜斯的五个军团)。
  2. p.v.4p.188συγγινώσκων ἑαυτῷ ... αἰτίῳ γεγονότι — 动词 `συγγινώσκω`(“感到内疚、自知”)后接反身代词与格 `ἑαυτῷ`,与之呼应的是与格分词 `γεγονότι`。属格 `τῆς παρούσης ταραχῆς αἰτίῳ` 进一步指明了他所自知的内容(作为当前混乱的起因)。
  3. 2272ἀπεῖναι — 抄本中传下来的 `ἀπεῖναι`(“缺席”)由于紧接表示方向的前置词短语 `ἐπὶ τοὺς ἑαυτῶν χάρακας`(“到他们自己的营地去”),通常被解释为 `ἀπιέναι`(“离开、返回”)的笔误。
  4. 2273ἥρμοττεν — 用作无人称动词,支配两个对格不定式短语 `οὔτε μηδένα ποιήσασθαι λόγον` 和 `οὔτε περαιτέρω τοῦ δέοντος προ班尼亚` 作为其主语。此外,`οὔτε μηδένα` 是双重否定,起到了加强否定的作用。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.44.1-11.44.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.44.1-11.44.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。