§11.42.1ἔτι δʼ αὐτοῦ λέγοντος ἀνεβόησαν οἱ πολλοὶ τιμωρήσειν ὑπισχνούμενοι καὶ τοὺς ἡγεμόνας τῶν λόχων ἐξ ὀνόματος ἐκάλουν ἀξιοῦντες ἔργου ἔχεσθαι, καὶ ἐκ τοῦ φανεροῦ πολλοὶ παριόντες ἐθάρρουν λέγειν, εἴ τι δεινὸν ἦσαν πεπονθότες.
彼がまだ話しているうちに、多くの人々が復讐することを約束して叫び声を上げ、中隊の指揮官たちの名前を呼んで行動を起こすよう要求した。 そして、多くの人々が公然と進み出て、自分たちが受けたひどい仕打ちについて勇気を出して語り始めた。
§11.42.2μαθόντες δὲ τὰ γενόμενα οἱ πέντε ἄνδρες, οὓς ἔφην ἡγεῖσθαι τῶν ταγμάτων, δείσαντες, μή τις ἐπʼ αὐτοὺς τῶν ὄχλων ὁρμὴ γένηται, συνέδραμον εἰς τὸ στρατήγιον πάντες καὶ μετὰ τῶν φίλων ἐσκόπουν, ὅπως παύσουσι τὴν ταραχήν, τὰ οἰκεῖα ὅπλα περιστησάμενοι.
軍団を率いていると私が先に述べたあの五人の者たちは、事の顛末を知ると、群衆による自分たちへの襲撃が起こることを恐れ、全員で司令部に駆け集まり、味方の護衛で身を固めつつ、友人たちとともにどのようにしてこの騒動を鎮めるかを検討した。
§11.42.3ὡς δʼ ἐπύθοντο ἀπεληλυθότας ἐπὶ τὰς σκηνὰς λήξαντά τε καὶ παυσάμενον τὸν θόρυβον, ἀγνοοῦντες, ὅτι τῶν ἑκατοντάρχων τοῖς πλείοσι δεδογμένον ἦν διʼ ἀπορρήτων συνωμοσιῶν ἀπόστασιν πράττειν καὶ συνελευθεροῦν τὴν πατρίδα, ἔκριναν, ἐπειδὰν ἡμέρα τάχιστα γένηται, τὸν μὲν ἐκταράττοντα τοὺς ὄχλους Οὐεργίνιον συλλαβόντας ἔχειν ἐν φυλακῇ, τὰς δὲ δυνάμεις ἀναστήσαντας ἐκ τοῦ χάρακος ἄγειν ἐπὶ τοὺς πολεμίους, καὶ τὴν κρατίστην αὐτῶν τῆς χώρας ἐγκαθημένους δῃοῦν, περὶ τῶν ἐν τῇ πόλει πραττομένων μηδὲν τοὺς σφετέρους ἔτι ἐῶντας πολυπραγμονεῖν, τὰ μὲν διὰ τὰς ὠφελείας, τὰ δὲ διὰ τοὺς ἐσομένους ὑπὲρ αὐτῶν ἑκάστοτε ἀγῶνας.
彼らは、兵士たちが幕舎へ立ち去り、騒ぎが収まり静まったことを知ると(ただし、百人隊長たちの大部分が、秘密の同盟によって反乱を起こし、ともに祖国を解放することを決意していたことは知らなかったが)、夜が明け次第すぐに、群衆を扇動しているヴェルギニウスを捕らえて拘束し、軍勢を陣営から引き出して敵へと向かわせ、敵の土地の最も豊かな場所に陣取ってそこを荒らし回り、兵士たちには、一つには略奪による利益のため、もう一つにはその都度彼らのために生じる戦闘のために、市内で起こっていることについてこれ以上詮索することを一切許さないことに決めた。
§11.42.4ἐγίνετο δʼ αὐτοῖς οὐδὲν τῶν ἐκ διαλογισμοῦ·
しかし、彼らの計画通りには何一つ運ばなかった。
οὐδὲ γὰρ τὸν Οὐεργίνιον εἴασαν οἱ λοχαγοὶ καλούμενον εἰς τὸ στρατήγιον ἀπελθεῖν, ὑποπτεύ διαληφθέντ ἐπὶ τοὺς πολεμίους ἀγαγεῖν τοὺς λόχους ἐβούλοντο, λέγοντες·
というのも、百人隊長たちは、司令部の意図を疑い[部隊を切り離そうとする企みに気づいて]、ヴェルギニウスが司令部に呼び出されたときに行くのを許さなかったし、中隊を敵に向けて進めることも望まなかったからである。 彼らはこう言った。
ὡς καλῶς ἡμῶν ἐστρατηγήκατε καὶ πρότερον, ἵνα καὶ νῦν λαβόντες ἐλπίδας ἀκολουθῶμεν ὑμῖν, οἵτινες ὅσην οὔπω πρότερον ἕτεροι Ῥωμαίων ἡγεμόνες ἔκ τʼ αὐτῆς ἄγοντες τῆς πόλεως στρατιὰν καὶ ἀπὸ τῶν συμμάχων ἀγείραντες, οὔτε τῶν ἐχθρῶν, ἀλλὰ διʼ ἀνανδρίαν τε καὶ ἀπειρίαν στρατοπεδευσάμενοι, καὶ τὴν ἑαυτῶν χώραν ὡς ὑπὸ τῶν πολεμίων πτωχοὺς καὶ ἀπόρους ἡμᾶς ἐποιήσατε ἁπάντων, ὅσοι κ ἐνικῶμεν ταῖς μάχαις, ὅτε ὑμῶν κρείττους ἦσαν στρατηγοί·
「以前も、あなたがたは我々を実に見事に指揮してくださった。 だから今回も、我々が希望を抱いてあなた方に従うとでもいうのか。 ローマの他のいかなる指揮官もかつて率いたことがないほど大規模な軍勢を、この都市から引き連れ、同盟国からも集めながら、敵に打ち勝つどころか、臆病さと経験不足のためにただ陣営にとどまり、我々の土地が敵によって[荒らされるままにし]、かつて、あなたがたより優れた将軍たちがいた頃には戦闘で常に勝利を収めていた我々全員を、あらゆる物において貧しく、欠乏した状態に陥れたというのに。
τρόπαιά τε καθʼ ἡμῶν ἀνιστᾶσι καὶ σκηνὰς καὶ ἀνδράποδα καὶ ὅπλα καὶ χρήματα διηρπακότες ἔχουσι τὰ ἡμέτερα.
敵は我々に対して勝利記念碑を建て、我々の幕舎、奴隷、武器、そして財産を略奪して所有しているのだ。 」