Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §11.41.1-11.41.6

ウェルギニウスによる蜂起の訴えと先例の想起

841 / 962 箇所 · ギリシア語

要旨

ウェルギニウスは、王政を廃止して自由を勝ち取った先祖たちの歴史的先例を引き合いに出し、十人官の無法な暴政に立ち向かい武器をとるよう兵士たちを鼓舞する。

§11.41.1οὔτε σωφρόνων οὔτε γενναίων ἐστὶν ἀνθρώπων τὰ μὲν ἀλλότρια κτᾶσθαι διʼ ἀνδραγαθίαν, τὰ δʼ οἰκεῖα περιορᾶν ἀπολλύμενα διὰ μαλακίαν οὐδὲ πρὸς μὲν Αἰκανοὺς καὶ Οὐολούσκους καὶ Σαβίνους καὶ τοὺς ἄλλους περιοίκους ἅπαντας πολεμεῖν μακροὺς καὶ ἀδιαλείπτους πολέμους ὑπὲρ ἀρχῆς καὶ δυναστείας, πρὸς δὲ τοὺς παρὰ νόμον ἄρχοντας ὑμῶν μὴ θέλειν ἄρασθαι τὰ ὅπλα ὑπὲρ ἀσφαλείας τε καὶ ἐλευθερίας.
他人の財産を武勇によって手に入れながら、自分の財産が柔弱さのために失われるのを放置することは、思慮深い人々や高潔な人々のすることではない。 また、支配権と支配力のためにアイクィ族、ウォルスキ族、サビニ族およびその他の隣国すべてに対して長期かつ不断の戦争を行う一方で、支配の安全と自由のために、不法に諸君を支配している者たちに対して武器をとることを望まないのも、彼らのすることではない。
§11.41.2οὐκ ἀναλήψεσθε τὸ φρόνημα τῆς πατρίδος;
諸君は祖国の気概を取り戻さないのか。
οὐ παραστήσεται λογισμὸς ὑμῖν τῆς ἀρετῆς τῶν γονέων ἄξιος, οἳ διὰ μιᾶς γυναικὸς ὕβριν ὑφʼ ἑνὸς τῶν Ταρκυνίου παίδων ὑβρισθείσης καὶ διὰ τὴν συμφορὰν ταύτην ἑαυτὴν διαχρησαμένης, οὕτως ἠγανάκτησαν ἐπὶ τῷ πάθει καὶ παρωξύνθησαν καὶ κοινὴν ἀπάντων ἡγήσαντο τὴν ὕβριν, ὥστʼ οὐ μόνον Ταρκύνιον ἐξέβαλον ἐκ τῆς πόλεως, ἀλλὰ καὶ τὸ βασιλικὸν πολίτευμα κατέλυσαν, καὶ τὸ λοιπὸν ἀπεῖπον μηδένα Ῥωμαίων ἄρχειν διὰ βίου τὴν ἀνυπεύθυνον ἀρχήν, αὐτοί τε τοὺς μεγίστους ὀμόσαντες ὅρκους, καὶ κατὰ τῶν ἐγγόνων ἀράς, §11.41.3ἐάν τι παρὰ ταῦτα ποιῶσι, καταρασάμενοι;
諸君には、親たちの徳にふさわしい理性が浮かばないのか。 彼ら(親たち)は、タルクィニウスの息子たちの一人によって一人の女性が陵辱され、その災難のために自ら命を絶ったという、その一人の女性への侮辱のために深く憤り、奮起し、その侮辱を全員に共通するものと考えて、タルクィニウスを市内から追放しただけでなく、王政をも廃止し、今後はローマ人の誰もが生涯にわたって責任を問われない権力を執ることを禁じ、彼ら自身も最大の誓いを立て、また子孫たちに対して呪いをかけたのだ、もしこれに反することを行うならば[と、呪いをかけたのだ]。
ἔπειτʼ ἐκεῖνοι μὲν ἑνὸς οὐκ ἤνεγκαν ἀκολάστου μειρακίου τυραννικὴν ὕβριν εἰς ἓν σῶμα ἐλεύθερον γενομένην, ὑμεῖς δὲ πολυκέφαλον τυραννίδα πάσῃ παρανομίᾳ τε καὶ ἀσελγείᾳ χρωμένην καὶ ἔτι μᾶλλον χρησομένην, §11.41.4ἐὰν νῦν ἀνάσχησθε, ὑπομενεῖτε;
それなのに、彼らは一人の不道徳な若者の、一人の自由な身の上の女性に対してなされた僭主的な陵辱にさえ耐えなかったというのに、諸君はあらゆる不法行為と放縦を行い、さらに行おうとしている多頭の僭主政治を、もし今、それを容認するならば、耐え忍ぶつもりなのか。
οὐκ ἐμοὶ μόνῳ θυγάτηρ ἐγένετο διαφέρουσα τὴν ὄψιν ἑτέρων, ἣν ἀπὸ τοῦ φανεροῦ βιάζεσθαι καὶ προπηλακίζειν Ἄππιος ἐπεβάλετο, ἀλλὰ καὶ ὑμῶν εἰσι πολλαὶ τοῖς μὲν θυγατέρες, τοῖς δὲ γαμεταί, τοῖς δὲ νεανίαι παῖδες εὐπρεπεῖς, οὓς τί κωλύσει πρὸς ἄλλου τινὸς τῶν δέκα τυράννων ἢ πρὸς αὐτοῦ τοῦ Ἀππίου ταὐτὰ παθεῖν;
他と一線を画す美貌を持つ娘が生まれたのは、私だけにではない。 アッピウスは公然と彼女に暴行を加え、侮辱しようとした。 しかし、諸君の中にも、ある者には娘たちが、ある者には妻たちが、またある者には容姿端麗な若い息子たちが多くいる。 十人官の他の誰か、あるいはアッピウス自身によって、彼らが同じ目に遭うのを何が防ぐというのか。
εἰ μή τις ἄρα θεῶν ἐστιν ἐγγυητής, ὡς, ἐὰν τὰς ἐμὰς ταύτας συμφορὰς ἀτιμωρήτους ἐάσητε, οὐκ ἐφʼ ὑμῶν πολλοὺς τὰ ὅμοια δεινὰ ἥξει, ἀλλὰ μέχρι τῆς ἐμῆς θυγατρὸς ὁ τυραννικὸς ἔρως προελθὼν στήσεται, καὶ περὶ τὰ λοιπὰ σώματα παίδων τε καὶ παρθένων σωφρονήσει.
まさか、もし諸君が私のこれらの災難を罰せずに放置するなら、諸君の多くの者に同じ恐るべき事態が及ぶことはなく、僭主的な情欲は私の娘にまで及んだところで立ち止まり、他の子供たちや乙女たちの身体に対しては慎み深く振る舞うだろう、と神々の誰かが保証してくれているとでもいうのか。
πολλῆς μέντοι μωρίας καὶ σκαιότητος, σαφῶς ἴστε, τὰ νοούμενα ταῦθʼ ὡς οὐκ ἔσται λέγειν.
しかし、そのように考えるのは極めて愚かで、また歪んでいることだと、はっきりと知るがよい。
§11.41.5ἀόριστοι γὰρ αἱ τῶν τυράννων ἐπιθυμίαι κατὰ τὸ εἰκός, οἷα δὴ μήτε νόμον ἔχουσαι κωλυτὴν μήτε φόβον.
というのも、当然のことながら、僭主たちの欲望には限りがないからである。 それは、妨げる法律も恐れも持たないからである。
ἐμοί τε δὴ πράττοντες τιμωρίαν δικαίαν καὶ ὑμῖν αὐτοῖς ἀσφάλειαν, ἵνα μὴ ταὐτὰ πάθητε, παρασκευαζόμενοι διαρρήξατε ἤδη ποτὲ τοὺς χαλινούς, ὦ σχέτλιοι·
それゆえ、私に対しては正当な復讐を遂げ、諸君自身に対しては同じ目に遭わないように安全を確保し、ついにその手綱を断ち切るのだ、おお、悲惨な人々よ。
§11.41.6ἀναβλέψατε ὀρθοῖς ὄμμασι πρὸς τὴν ἐλευθερίαν.
まっすぐな目で自由を見上げるがよい。
ἐπὶ τίνι γὰρ ἑτέρᾳ προφάσει μᾶλλον ἀγανακτήσετε ἢ ταύτῃ, ὅτε τὰς τῶν πολιτῶν θυγατέρας ὡς δούλας ἀπάγουσιν οἱ τύραννοι καὶ μετὰ μαστίγων νυμφαγωγοῦσιν;
市民の娘たちを僭主たちが奴隷のように連れ去り、鞭を伴って嫁入りさせるというのに、これ以上のどんな理由で諸君は激怒するというのか。
ἐν ποίῳ δὲ τὸ ἐλεύθερον φρόνημα ἀναλήψεσθε καιρῷ τὸν νῦν παρέντες, ἐν ᾧ τὰ ὅπλα περὶ τοῖς σώμασιν ἔχετε;
武器を身にまとっているこの今の好機を逃して、いつ自由の気概を取り戻すというのか。

語釈・文法注

  1. 11.41.1οὔτε σωφρόνων οὔτε γενναίων ἐστὶν ἀνθρώπων — 性質や本分を表す属格支配の ἐστίν 構文。「…することは〜な人々のすること(特徴)ではない」という意味。主語はそれに続く不定詞句(τὰ μὲν ἀλλότρια κτᾶσθαι... および μὴ θέλειν ἄρασθαι...)である。
  2. 11.41.2διὰ μιᾶς γυναικὸς ὕβριν ὑφʼ ἑνὸς τῶν Ταρκυνίου παίδων ὑβρισθείσης — 前置詞 διὰ の支配する対格 ὕβριν に、属格 γυναικός が目的格的属格として係っている。この γυναικός を受動分詞 ὑβρισθείσης(陵辱された)と、続く διαχρησαμένης(自殺した)が修飾する複雑な構造。
  3. 11.41.4εἰ μή τις ἄρα θεῶν ἐστιν ἐγγυητής, ὡς — εἰ μή ἄρα は「まさか〜でなければ」という、不合理な仮定を皮肉を込めて示す表現。ὡς 以下は ἐγγυητής(保証人)の内容を説明する同格節。
  4. 11.41.4πολλῆς μέντοι μωρίας καὶ σκαιότητος, σαφῶς ἴστε, τὰ νοούμενα ταῦθʼ ὡς οὐκ ἔσται λέγειν — λέγειν(主張すること)が主語。τὰ νοούμενα ταῦτα ὡς οὐκ ἔσται(これらの想定される事態が起こらないということ)が λέγειν の目的語節。全体として「〜と主張することは、多大なる愚行と歪みのなせるわざである(性質の属格)」という構文である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §11.41.1-11.41.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.41.1-11.41.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。