§11.42.1ἔτι δʼ αὐτοῦ λέγοντος ἀνεβόησαν οἱ πολλοὶ τιμωρήσειν ὑπισχνούμενοι καὶ τοὺς ἡγεμόνας τῶν λόχων ἐξ ὀνόματος ἐκάλουν ἀξιοῦντες ἔργου ἔχεσθαι, καὶ ἐκ τοῦ φανεροῦ πολλοὶ παριόντες ἐθάρρουν λέγειν, εἴ τι δεινὸν ἦσαν πεπονθότες.
在他还在说话的时候,群众多人便大声呼喊,许诺要惩罚敌人,并指名道姓地呼唤各中队的指挥官,要求他们付诸行动;许多人公然走上前来,鼓起勇气讲述他们所遭受的任何悲惨遭遇。
§11.42.2μαθόντες δὲ τὰ γενόμενα οἱ πέντε ἄνδρες, οὓς ἔφην ἡγεῖσθαι τῶν ταγμάτων, δείσαντες, μή τις ἐπʼ αὐτοὺς τῶν ὄχλων ὁρμὴ γένηται, συνέδραμον εἰς τὸ στρατήγιον πάντες καὶ μετὰ τῶν φίλων ἐσκόπουν, ὅπως παύσουσι τὴν ταραχήν, τὰ οἰκεῖα ὅπλα περιστησάμενοι.
我曾提到统率这些军团的那五个人,在得知所发生的事情后,害怕群众会对他们发动袭击,于是全部聚集到司令部,并在周围布满自己的武装卫兵,与他们的朋友商议如何平息这场骚乱。
§11.42.3ὡς δʼ ἐπύθοντο ἀπεληλυθότας ἐπὶ τὰς σκηνὰς λήξαντά τε καὶ παυσάμενον τὸν θόρυβον, ἀγνοοῦντες, ὅτι τῶν ἑκατοντάρχων τοῖς πλείοσι δεδογμένον ἦν διʼ ἀπορρήτων συνωμοσιῶν ἀπόστασιν πράττειν καὶ συνελευθεροῦν τὴν πατρίδα, ἔκριναν, ἐπειδὰν ἡμέρα τάχιστα γένηται, τὸν μὲν ἐκταράττοντα τοὺς ὄχλους Οὐεργίνιον συλλαβόντας ἔχειν ἐν φυλακῇ, τὰς δὲ δυνάμεις ἀναστήσαντας ἐκ τοῦ χάρακος ἄγειν ἐπὶ τοὺς πολεμίους, καὶ τὴν κρατίστην αὐτῶν τῆς χώρας ἐγκαθημένους δῃοῦν, περὶ τῶν ἐν τῇ πόλει πραττομένων μηδὲν τοὺς σφετέρους ἔτι ἐῶντας πολυπραγμονεῖν, τὰ μὲν διὰ τὰς ὠφελείας, τὰ δὲ διὰ τοὺς ἐσομένους ὑπὲρ αὐτῶν ἑκάστοτε ἀγῶνας.
当他们得知兵士们已经回到各自的营帐,喧闹也已平息停止时,他们并不知道大多数百人队长已经通过秘密盟誓决定发动叛乱并共同解放祖国,于是决定一等天亮,就逮捕并监禁煽动群众的维尔吉尼乌斯,同时将部队带出营寨引向敌人,驻扎并蹂躏敌人最富庶的土地,不再允许自己的士兵多管城里发生的任何事情,这部分是由于掠夺的利益,部分是由于每次为他们而发生的战斗。
§11.42.4ἐγίνετο δʼ αὐτοῖς οὐδὲν τῶν ἐκ διαλογισμοῦ· οὐδὲ γὰρ τὸν Οὐεργίνιον εἴασαν οἱ λοχαγοὶ καλούμενον εἰς τὸ στρατήγιον ἀπελθεῖν, ὑποπτεύ διαληφθέντ ἐπὶ τοὺς πολεμίους ἀγαγεῖν τοὺς λόχους ἐβούλοντο, λέγοντες·
但他们的计划无一实现;因为百人队长们怀疑他们的意图[并察觉了将他们孤立的企图],在维尔吉尼乌斯被召往司令部时,不准他前去,也不愿带领中队去迎击敌人,他们说道:“你们以前指挥得多么出色啊,以至于现在我们还要抱着希望跟随你们!
ὡς καλῶς ἡμῶν ἐστρατηγήκατε καὶ πρότερον, ἵνα καὶ νῦν λαβόντες ἐλπίδας ἀκολουθῶμεν ὑμῖν, οἵτινες ὅσην οὔπω πρότερον ἕτεροι Ῥωμαίων ἡγεμόνες ἔκ τʼ αὐτῆς ἄγοντες τῆς πόλεως στρατιὰν καὶ ἀπὸ τῶν συμμάχων ἀγείραντες, οὔτε τῶν ἐχθρῶν, ἀλλὰ διʼ ἀνανδρίαν τε καὶ ἀπειρίαν στρατοπεδευσάμενοι, καὶ τὴν ἑαυτῶν χώραν ὡς ὑπὸ τῶν πολεμίων πτωχοὺς καὶ ἀπόρους ἡμᾶς ἐποιήσατε ἁπάντων, ὅσοι κ ἐνικῶμεν ταῖς μάχαις, ὅτε ὑμῶν κρείττους ἦσαν στρατηγοί· τρόπαιά τε καθʼ ἡμῶν ἀνιστᾶσι καὶ σκηνὰς καὶ ἀνδράποδα καὶ ὅπλα καὶ χρήματα διηρπακότες ἔχουσι τὰ ἡμέτερα.
你们带领着这城市本身、并从盟国那里聚集了比以往任何罗马指挥官都更为庞大的军队,却不仅没有战胜敌人,反而因为胆怯和缺乏经验而安营扎寨,使我们自己的土地[遭受蹂躏]如同被敌人蹂躏一般,使我们这些在有比你们更好的将军时曾在战斗中屡屡获胜的人,在所有事物上都变得贫困和匮乏;而敌人在我们面前树立起胜利纪念碑,并且抢走了我们的营帐、奴隶、武器和财物。 ”