§11.34.1ὁ δὲ τῆς κόρης πατὴρ καὶ οἱ λοιποὶ συγγενεῖς ἀπελογοῦντο περὶ τῆς ὑποβολῆς πολλὰ καὶ δίκαια καὶ ἀληθῆ λέγοντες, ὡς οὔτʼ αἰτίαν οὐδεμίαν εἶχεν ὑποβολῆς εὔλογον ἡ Νομιτωρίου μὲν ἀδελφή, Οὐεργινίου δὲ γυνή, παρθένος γαμηθεῖσα νέῳ ἀνδρὶ καὶ οὐ μετὰ πολλοὺς τοῦ γάμου τεκοῦσα χρόνους·
しかし、少女の父親とその他の親族たちは、身代わりの件について、多くの正当かつ真実の事柄を述べながら弁明した。 すなわち、ヌミトリウスの姉妹でありウェルギニウスの妻である女性(彼女は乙女として若い夫に嫁ぎ、結婚後それほど年月を経ずに子供を産んだのであるが)には、身代わりに子供を引き取るべき合理的(もっともな)理由など全くなかった。
οὔτʼ εἰ τὰ μάλιστα ἐβούλετο γένος ἀλλότριον εἰς τὸν ἴδιον οἶκον εἰσαγαγεῖν, δούλης ἀλλοτρίας ἂν ἐλάμβανε παιδίον μᾶλλον ἢ οὐ γυναικὸς ἐλευθέρας κατὰ γένος ἢ φιλίαν αὐτῇ προσηκούσης, παρʼ ἧς πιστῶς τε ἅμα §11.34.2καὶ βεβαίως ἕξει τὸ ληφθέν.
また、たとえ彼女が他人の血統を自分の家に連れ込むことを強く望んでいたとしても、親族関係や友情によって自分に結びついている自由な身分の女性からではなく、他人の女奴隷の子供を受け取るはずがなかった。 自由な女性からであれば、引き取られた子供を信義をもって、かつ確実に保持できたであろうに。
ἐξουσίαν τε ἔχουσαν ὁποῖον ἐβούλετο λαβεῖν, ἄρρεν ἂν ἑλέσθαι παιδίον μᾶλλον ἢ θῆλυ.
また、どのような子供でも望むものを手に入れる自由があったのだから、彼女は女の子よりもむしろ男の子を選んだはずである。
τεκοῦσαν μὲν γὰρ ἀνάγκην τῶν τέκνων δεομένην στέργειν καὶ τρέφειν, ὅ τι ἂν ἡ φύσις ἐξενέγκῃ, ὑποβαλλομένην δὲ τὸ κρεῖττον ἀντὶ §11.34.3τοῦ χείρονος εἰκὸς εἶναι λαβεῖν.
なぜなら、自分で出産する女性であれば、自然が生み出すものが何であれ、子供を必要とする者として愛し、育てる必要があるが、身代わりに子供を引き取る女性であれば、劣るものの代わりに優れた方を受け取るのが当然だからである。
πρός τε τὸν μηνυτὴν καὶ τοὺς μάρτυρας, οὓς ὁ Κλαύδιος ἔφη πολλοὺς καὶ ἀξιοχρέους παρέξεσθαι, τὸν ἐκ τῶν εἰκότων παρείχοντο λόγον, ὡς οὐκ ἄν ποτε ἡ Νομιτωρία πρᾶγμα σιγῆς δεόμενον καὶ διʼ ἑνὸς ὑπηρετηθῆναι προσώπου δυνάμενον, φανερῶς ἔπραττε καὶ μετὰ μαρτύρων ἐλευθέρων, ἵνʼ ἐκτραφεῖσαν τὴν κόρην ὑπὸ τῶν κυρίων τῆς μητρὸς ἀφαιρεθείη.
また、クラウディウスが多数の信頼できる者たちを提供すると言った、情報提供者や目撃者たちに対しては、彼らは蓋然性に基づく議論を提示した。 すなわち、ヌミトリアが、秘密を要し、一人の人物によって処理されうる事柄を、公然と、しかも自由な身分の目撃者たちを伴って行うなどということは決してなかったはずである、育てられた少女が(後に)彼女の母親の主人たちによって奪い去られるために、などということは。
§11.34.4τόν τε χρόνον οὐ μικρὸν ἔλεγον εἶναι τεκμήριον τοῦ μηδὲν ὑγιὲς λέγειν τὸν κατήγορον·
また、彼らは、その少なからぬ経過した時間こそが、告発者がまともなことを何も言っていないことの証拠であると述べた。
οὔτε γὰρ ἂν τὸν μηνυτὴν οὔτε τοὺς μάρτυρας κατασχεῖν ἐν πεντεκαίδεκα ἔτεσιν ἀπόρρητον τὴν ὑποβολήν, ἀλλʼ ἔτι πρότερον εἰπεῖν.
なぜなら、情報提供者も目撃者たちも、15年もの間、その引き取りの秘密を胸に留めておくはずがなく、もっと前に話したはずだからである。
§11.34.5διαβάλλοντες δὲ τὰς τῶν κατηγόρων πίστεις οὔτʼ ἀληθεῖς οὔτε πιθανὰς ἀντιπαρεξετάζειν ταύταις ἠξίουν τὰς ἑαυτῶν, πολλὰς καὶ οὐκ ἀσήμους γυναῖκας ὀνομάζοντες, ἃς ἔφασαν εἰδέναι Νομιτωρίαν ἐγκύμονα γενομένην ἐκ τοῦ περὶ τὴν γαστέρα ὄγκου.
彼らは告発者たちの証拠を、真実でもなく信憑性もないとして非難しつつ、それらに自分たちの証拠を対比させることを要求した。 そして多くの著名な女性たちの名前を挙げ、彼女たちが、お腹の膨らみからヌミトリアが妊娠していたことを知っていた、と述べた。
χωρὶς δὲ τούτων τὰς ἐπὶ τοῦ τόκου καὶ τῆς λοχείας παραγενομένας διὰ τὸ συγγενὲς καὶ τικτόμενον τὸ παιδίον ἰδούσας ἐπεδείκνυντο καὶ ἀνακρίνειν ἠξίουν.
これとは別に、親族関係ゆえに出産や産後の世話に立ち会い、子供が生まれるのを目にした女性たちを提示し、彼女たちに尋問することを要求した。
§11.34.6ὃ δὲ πάντων τεκμήριον ἦν περιφανέστατον ἔκ τε τῶν ἀνδρῶν πολλῶν καὶ γυναικῶν μαρτυρούμενον οὐ μόνον ἐλευθέρων, ἀλλὰ καὶ δούλων, τοῦτʼ ἔλεγον τελευτῶντες, ὅτι τῷ γάλακτι τῆς μητρὸς ἐτράφη τὸ παιδίον·
そして、彼らは最後に、あらゆるもののうち最も明白な証拠であり、自由人だけでなく奴隷である男女の多くによっても証言されていることを述べた。 すなわち、子供は母親の母乳で育てられたということである。
ἀμήχανον δʼ εἶναι γάλακτος πληρωθῆναι μαστοὺς γυναικὶ μὴ τεκούσῃ.
自分で出産していない女性の乳房が母乳で満たされることなど不可能なのだから。