Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.34.1-11.34.6

维尔吉尼乌斯一方就少女身世的辩护

第 834 段,共 962 段 · 希腊语

内容简介

维尔吉尼乌斯及其亲属针对偷换婴儿的指控进行辩护,从其妻没有作假动机、秘密不可能保留十五年以及母乳喂养的事实等方面证明少女是亲生女儿。

§11.34.1ὁ δὲ τῆς κόρης πατὴρ καὶ οἱ λοιποὶ συγγενεῖς ἀπελογοῦντο περὶ τῆς ὑποβολῆς πολλὰ καὶ δίκαια καὶ ἀληθῆ λέγοντες, ὡς οὔτʼ αἰτίαν οὐδεμίαν εἶχεν ὑποβολῆς εὔλογον ἡ Νομιτωρίου μὲν ἀδελφή, Οὐεργινίου δὲ γυνή, παρθένος γαμηθεῖσα νέῳ ἀνδρὶ καὶ οὐ μετὰ πολλοὺς τοῦ γάμου τεκοῦσα χρόνους· οὔτʼ εἰ τὰ μάλιστα ἐβούλετο γένος ἀλλότριον εἰς τὸν ἴδιον οἶκον εἰσαγαγεῖν, δούλης ἀλλοτρίας ἂν ἐλάμβανε παιδίον μᾶλλον ἢ οὐ γυναικὸς ἐλευθέρας κατὰ γένος ἢ φιλίαν αὐτῇ προσηκούσης, παρʼ ἧς πιστῶς τε ἅμα
但少女的父亲和其他亲属就假冒出生(偷换婴儿)一事进行了辩护,说出了许多公正和真实的话,指出奴米托里亚斯的姐妹、维尔吉尼乌斯的妻子——她作为处女嫁给年轻的丈夫,并在婚后不久便生育——没有任何合理的理由去假冒出生;即使她非常想把外人的血统引入自己的家族,她也绝不会去收养一个女奴的孩子,而不是去收养一个在血缘或友谊上与她有联系的自由女子的孩子,因为从后者那里,她既能忠实地又能稳妥地保有收养的孩子。
§11.34.2καὶ βεβαίως ἕξει τὸ ληφθέν. ἐξουσίαν τε ἔχουσαν ὁποῖον ἐβούλετο λαβεῖν, ἄρρεν ἂν ἑλέσθαι παιδίον μᾶλλον ἢ θῆλυ. τεκοῦσαν μὲν γὰρ ἀνάγκην τῶν τέκνων δεομένην στέργειν καὶ τρέφειν, ὅ τι ἂν ἡ φύσις ἐξενέγκῃ, ὑποβαλλομένην δὲ τὸ κρεῖττον ἀντὶ §11.34.3τοῦ χείρονος εἰκὸς εἶναι λαβεῖν.
而且,既然她有权选择自己想要的任何孩子,她也更可能选择男婴而不是女婴;因为自己生育的母亲,作为需要孩子的人,无论自然带公堂给她什么,她都必须疼爱和抚养,但假冒他人孩子的人,理所当然应该选择更好的而不是更差的。
πρός τε τὸν μηνυτὴν καὶ τοὺς μάρτυρας, οὓς ὁ Κλαύδιος ἔφη πολλοὺς καὶ ἀξιοχρέους παρέξεσθαι, τὸν ἐκ τῶν εἰκότων παρείχοντο λόγον, ὡς οὐκ ἄν ποτε ἡ Νομιτωρία πρᾶγμα σιγῆς δεόμενον καὶ διʼ ἑνὸς ὑπηρετηθῆναι προσώπου δυνάμενον, φανερῶς ἔπραττε καὶ μετὰ μαρτύρων ἐλευθέρων, ἵνʼ ἐκτραφεῖσαν τὴν κόρην ὑπὸ τῶν κυρίων τῆς μητρὸς ἀφαιρεθείη.
针对克劳狄乌斯声称将提供许多且有分量的举报人和证人,他们提出了基于合理可能性的论点:即奴米托里亚斯绝不可能公开地、在自由人证人面前去干一件需要保密且只需一人便可代劳的事情,以便让这个被抚养长大的少女随后被她母亲的主人们夺走。
§11.34.4τόν τε χρόνον οὐ μικρὸν ἔλεγον εἶναι τεκμήριον τοῦ μηδὲν ὑγιὲς λέγειν τὸν κατήγορον· οὔτε γὰρ ἂν τὸν μηνυτὴν οὔτε τοὺς μάρτυρας κατασχεῖν ἐν πεντεκαίδεκα ἔτεσιν ἀπόρρητον τὴν ὑποβολήν, ἀλλʼ ἔτι πρότερον εἰπεῖν.
他们还说,这不短的时间正是控告者所言毫无根据的证据;因为无论是举报人还是证人们,都不可能在十五年里对假冒出生守口如瓶,而必定会在更早之前就说出来。
§11.34.5διαβάλλοντες δὲ τὰς τῶν κατηγόρων πίστεις οὔτʼ ἀληθεῖς οὔτε πιθανὰς ἀντιπαρεξετάζειν ταύταις ἠξίουν τὰς ἑαυτῶν, πολλὰς καὶ οὐκ ἀσήμους γυναῖκας ὀνομάζοντες, ἃς ἔφασαν εἰδέναι Νομιτωρίαν ἐγκύμονα γενομένην ἐκ τοῦ περὶ τὴν γαστέρα ὄγκου.
他们指责控告者的证据既非真实也非可信,并要求将自己的证据与对方的进行对比,点名了许多地位不低的妇女,并称这些妇女由于其腹部的隆起而知道奴米托里亚斯怀孕了。
χωρὶς δὲ τούτων τὰς ἐπὶ τοῦ τόκου καὶ τῆς λοχείας παραγενομένας διὰ τὸ συγγενὲς καὶ τικτόμενον τὸ παιδίον ἰδούσας ἐπεδείκνυντο καὶ ἀνακρίνειν ἠξίουν.
除此以外,他们还指认了那些因亲属关系而在分娩和产后看护时到场、并亲眼看见婴儿出生的妇女,并要求对她们进行审问。
§11.34.6ὃ δὲ πάντων τεκμήριον ἦν περιφανέστατον ἔκ τε τῶν ἀνδρῶν πολλῶν καὶ γυναικῶν μαρτυρούμενον οὐ μόνον ἐλευθέρων, ἀλλὰ καὶ δούλων, τοῦτʼ ἔλεγον τελευτῶντες, ὅτι τῷ γάλακτι τῆς μητρὸς ἐτράφη τὸ παιδίον· ἀμήχανον δʼ εἶναι γάλακτος πληρωθῆναι μαστοὺς γυναικὶ μὴ τεκούσῃ.
最后,他们指出了所有人中最显而易见的证据,这不仅得到了许多自由男女的证实,也得到了奴隶男女的证实:即孩子是用母亲的乳汁抚养长大的;而对于未曾生育的妇女来说,乳房中充满乳汁是不可能的。

词汇与语法注释

  1. §11.34.1δούλης ἀλλοτρίας ἂν ἐλάμβανε παιδίον μᾶλλον ἢ οὐ γυναικὸς ἐλευθέρας — “μᾶλλον ἢ οὐ”结构。在“μᾶλλον”之后的“ἢ”后面加上否定词“οὐ”,用以强调对比项(即“而非自由女子”),意为“她绝不至于收养一个女奴的孩子,而不是去收养一个自由女子的孩子”。这构成了一个带“ἂν”与直陈式未完成过去时(“ἐλάμβανε”)的非虚拟过去条件句主句。
  2. §11.34.2ἐξουσίαν τε ἔχουσαν — 阴性单数宾格分词“ἔχουσαν”指代前文的实际主语奴米托里亚斯(Nomitoria)。在间接引语的“宾格与不定式”结构中,它与不定式“ἑλέσθαι”的主语在性、数、格上保持一致,因而使用宾格。
  3. §11.34.3ἵνʼ ἐκτραφεῖσαν τὴν κόρην ὑπὸ τῶν κυρίων τῆς μητρὸς ἀφαιρεθείη — 由“ἵνα”带希求式(“ἀφαιρεθείη”)引导的目的从句。此处具有反讽或反问的语气,用以强调指控的荒谬性:“(她绝不会公开这么做,)以便在少女被抚养长大后,又被她母亲的主人们夺走。”
  4. §11.34.6ἀμήχανον δʼ εἶναι — 不定式“εἶναι”是延续自前句中说话动词的间接引语不定式。其主语是宾格不定式短语“乳房充满[乳汁]”(“πληρωθῆναι μαστοὺς”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.34.1-11.34.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.34.1-11.34.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。