§11.33.1ὡς δʼ ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς ἀδημονῶν καὶ μαινόμενος ὑπὸ τοῦ πάθους, ἔγνω μηκέτι μεθέσθαι τῆς παρθένου τοῖς συγγενέσιν, ἀλλʼ ὅταν ἐπὶ τὴν ἐγγύην προαχθῇ, μετὰ βίας αὐτὴν ἀπάγειν, ἑαυτῷ τε πλείονα φυλακὴν περιστησάμενος, ὡς μηδὲν ὑπὸ τῶν ὄχλων βιασθείη, καὶ τὰ πέριξ τοῦ βήματος ἑταίρων τε καὶ πελατῶν ὄχλῳ προκαταλαβών.
アッピウスは激情によって苦悩し、狂わんばかりになりながら広場から立ち去ると、もはや少女を親族たちに委ねておくまいと決意し、むしろ、彼女が保証のために連れて来られたときには、力ずくで彼女を連れ去ろうと考え、群衆からいかなる暴力も受けないように自らの周囲により多くの護衛を配置し、演壇の周囲を仲間や被護民たちの群れであらかじめ占拠した。
§11.33.2ἵνα δὲ σὺν εὐσχήμονι δίκης τοῦτο πράττῃ προφάσει, μὴ παραγενηθέντος ἐπὶ τὴν ἐγγύην τοῦ πατρός, ἐπιστολὰς δοὺς τοῖς πιστοτάτοις ἱππεῦσιν ἔπεμψεν ἐπὶ τὸν χάρακα πρὸς Ἀντώνιον τὸν ἡγεμόνα τοῦ τάγματος, ὑφʼ οὗ ἦν Οὐεργίνιος, ἀξιῶν αὐτὸν κατέχειν τὸν ἄνδρα ἐν ἐπιμελεῖ φυλακῇ, μὴ λάθῃ πυθόμενος τὰ περὶ τὴν θυγατέρα καὶ διαδρὰς ἐκ τοῦ χάρακος.
そして、父親が保証の期限に現れなかったという、裁判におけるもっともらしい口実のもとにこれを行うために、彼は最も信頼できる騎兵たちに手紙を託し、ウェルギニウスが属していた軍団の指揮官アントニウスのもとへと陣営に送り、彼に、その男が娘の件を知って陣営から密かに逃げ出さないように、厳重な監視下に引き留めておくよう求めた。
§11.33.3ἔφθησαν δʼ αὐτὸν οἱ τῇ κόρῃ προσήκοντες, Νομιτωρίου τε υἱὸς καὶ ἀδελφὸς Ἰκιλίου, προαποσταλέντες ὑπὸ τῶν ἄλλων ἀρχομένης ἔτι τῆς καταστάσεως, νεανίαι λήματος πλήρεις ἀπὸ ῥυτῆρος καὶ μετὰ μάστιγος ἐλαθεῖσι τοῖς ἵπποις πρότερον διανύσαντες τὴν ὁδὸν καὶ τῷ Οὐεργινίῳ §11.33.4τὰ πεπραγμένα διασαφηνίσαντες.
しかし、少女の親族たち、すなわちヌミトリウスの息子とイキリウスの兄弟が彼を出し抜いた。 彼らは、事態の審理が始まるとすぐに他のみんなによってあらかじめ派遣されており、気概に満ちた若者たちであって、手綱を緩め、鞭を当てて馬を走らせ、一足先にその道のりを踏破し、ウェルギニウスに起きた事柄を明らかにした。
ὁ δὲ τὴν μὲν ἀληθῆ πρὸς Ἀντώνιον αἰτίαν ἀποκρυψάμενος, ἀναγκαίου δέ τινος συγγενοῦς σκηψάμενος πεπύσθαι θάνατον, οὗ τὴν ἐκκομιδήν τε καὶ ταφὴν αὐτὸν ἔδει ποιήσασθαι κατὰ τὸν νόμον, ἀφίεται καὶ περὶ λύχνων ἁφὰς ἤλαυνε μετὰ τῶν μειρακίων κατʼ ἄλλας ὁδοὺς διωγμὸν ἔκ τε τοῦ στρατοπέδου καὶ ἀπὸ τῆς πόλεως δεδοικώς·
彼は、アントニウスに対しては本当の理由を隠し、親しい親族の死を知ったという口実を設けて、その遺体の搬出と埋葬を法律に従って自分が行わなければならないとしたため、出発を許され、ランプが灯る頃に若者たちとともに、陣営および都市からの追跡を恐れて、別の道を通って急いだ。
ὅπερ καὶ συνέβη.
そして、まさにその通りのことが起こった。
§11.33.5ὅ τε γὰρ Ἀντώνιος τὰς ἐπιστολὰς δεξάμενος περὶ πρώτην μάλιστα φυλακήν, ἴλην ἀπέστειλεν ἱππέων ἐπʼ αὐτόν, ἔκ τε τῆς πόλεως ἕτεροι πεμφθέντες ἱππεῖς διʼ ὅλης νυκτὸς ἐφρούρουν τὴν ἀπὸ στρατοπέδου φέρουσαν ὁδόν.
というのも、アントニウスは第一見張りの時間頃に手紙を受け取ると、彼のところに騎兵の一個隊を派遣し、また都市から派遣された別の騎兵たちも一晩中、陣営から通じる道路を警戒していたからである。
ὡς δὲ ἀπήγγειλεν Ἀππίῳ τις τὸν Οὐεργίνιον ἐληλυθότα παρὰ τὴν ὑπόληψιν, ἔξω τῶν φρενῶν γενόμενος παρῆν μετὰ πολλοῦ στίφους ἐπὶ τὸ βῆμα καὶ προσάγειν ἐκέλευσε τοὺς τῆς κόρης συγγενεῖς.
しかし、ある者がアッピウスに、ウェルギニウスが予想に反して到着していることを告げると、彼は我を忘れて、大勢の取り巻きを連れて演壇に現れ、少女の親族たちを連れて来るよう命じた。
§11.33.6προσελθόντων δʼ αὐτῶν ὁ μὲν Κλαύδιος τοὺς αὐτοὺς πάλιν διεξελθὼν λόγους ἠξίου τὸν Ἄππιον γενέσθαι δικαστὴν τοῦ πράγματος μηδεμίαν ἀναβολὴν ποιησάμενον, τόν τε μηνυτὴν παρεῖναι λέγων καὶ τοὺς μάρτυρας καὶ τὴν θεράπαιναν αὐτὴν παραδούς·
彼らが近づくと、クラウディウスは再び同じ議論を繰り返し、アッピウスに、いかなる延期も行わずにこの件の裁判官となるよう要求した。 情報提供者がそこにいると述べ、目撃者たちやあの女奴隷自身を引き渡した。
ἐφʼ οἷς ἅπασι πολὺς ὁ προσποιητὸς σχετλιασμὸς ἦν, εἰ μὴ τεύξεται τῶν ἴσων τοῖς ἄλλοις, ὡς πρότερον, ὅτι πελάτης ἦν αὐτοῦ· καὶ παράκλησις, μὴ τοῖς ἐλεεινότερα λέγουσιν, ἀλλὰ τοῖς δικαιότερα ἀξιοῦσι βοηθεῖν.
これらすべてのことについて、もし自分がかつて彼の被護民であったがために、以前のように他の者たちと同等の扱いを受けられないのであればという、芝居がかった不満が盛んに述べられ、また、より哀れっぽいことを言う者たちではなく、より正当な要求をする者たちを助けてほしいという懇願がなされた。