Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §11.23.1-11.23.6

遠征軍の敗戦とローマ城内での反十人官派の動揺

823 / 962 箇所 · ギリシア語

要旨

十人官たちは軍勢を組織してローマの守備と二つの遠征軍に分割するが、遠征したローマ軍はサビニ人やアイクイ人に大敗し、この敗戦の報によって都市内部の反十人官派が勢力を強める。

§11.23.1ὅτε τὸ περὶ τοῦ πολέμου ψήφισμα ἐκύρωσαν, καταγράψαντες ἐν τάχει τὰς δυνάμεις καὶ τριχῇ νείμαντες δύο μὲν τάγματα κατέλιπον ἐν τῇ πόλει φυλακῆς τῶν ἐντὸς τείχους ἕνεκεν·
彼らが戦争に関する決議を承認すると、急いで軍勢を動員して三つに分割し、城壁の内部を警備するために、二つの軍団を都市に留めた。
ἡγεῖτο δὲ τῶν δύο τούτων ταγμάτων Ἄππιος Κλαύδιος ὁ προεστηκὼς τῆς ὀλιγαρχίας καὶ σὺν αὐτῷ Σπόριος Ὄππιος.
これら二つの軍団を率いたのは、寡頭制の指導者であるアッピウス・クラウディウスと、彼とともにいるスポリウス・オッピウスであった。
τρία δὲ ἔχοντες ἐξῆγον ἐπὶ Σαβίνους Κόιντος Φάβιος καὶ
一方で、クィントス・ファビウス、クィントス・ポエテリウス、マニウス・ラボレイウスは、三つの軍団を率いてサビニ人たちに対して出陣した。
§11.23.2Κόιντος Ποιτέλιος καὶ Μάνιος Ῥαβολήιος. πέντε δὲ τὰ λοιπὰ τάγματα παραλαβόντες Μάρκος τε Κορνήλιος καὶ Λεύκιος Μηνύκιος καὶ Μάρκος Σέργιος καὶ Τίτος Ἀντώνιος καὶ τελευταῖος Καίσων Δουέλλιος ἐπὶ τὸν πρὸς Αἰκανοὺς πόλεμον ἀφίκοντο·
アンド、マルクス・コルネリウス、ルキウス・ミヌキウス、マルクス・セルギウス、ティトゥス・アントニウス、そして最後にカエソ・ドゥエリウスが、残りの五つの軍団を引き連れて、アイクイ人との戦争に向かった。
συνεστρατεύετο δʼ αὐτοῖς Λατίνων τε καὶ ἄλλων συμμάχων ἐπικουρικὸν οὐκ ἔλαττον τοῦ πολιτικοῦ πλήθους.
彼らとともに出征したのは、ラティウム人や他の同盟国からの、市民兵の数に劣らない援助軍であった。
ἀλλʼ οὐδὲν αὐτοῖς ἐχώρει κατὰ νοῦν τοσαύτην μὲν οἰκείαν δύναμιν ἐπαγομένοις, τοσαύτην δὲ συμμαχίαν.
しかし、これほど多くの自国の軍勢を率い、これほど多くの同盟軍を伴っていたにもかかわらず、彼らにとって何事も思うようには運ばなかった。
§11.23.3οἱ γὰρ πολέμιοι καταφρονήσαντες αὐτῶν, ὅτι νεοσύλλεκτοι ἦσαν οἱ στρατευόμενοι, πλησίον ἀντεστρατοπεδεύσαντο καὶ τάς τʼ ἀγορὰς ἀγομένας ἀφῃροῦντο λοχῶντες τὰς ὁδοὺς καὶ ἐπὶ προνομὰς ἐξιοῦσιν ἐπετίθεντο, καὶ εἴ ποτε ἱππεῖς εἰς χεῖρας ἔλθοιεν ἱππεῦσι καὶ πεζοὶ πεζοῖς πρὸς φάλαγγα μαχόμενοι πανταχῇ πλέον ἔχοντες ἀπῄεσαν, ἐθελοκακούντων οὐκ ὀλίγων ἐν ταῖς συμπλοκαῖς καὶ οὔτε τοῖς ἡγεμόσι πειθομένων οὔτε ὁμόσε χωρεῖν τοῖς πολεμίοις βουλομένων.
というのも、敵は、従軍している者たちが新兵であることから彼らを侮り、近くに相対して陣を張り、街道に待ち伏せして運ばれてくる糧食を奪い取り、糧食調達に出てくる者たちに襲いかかったからである。 そして、騎兵が騎兵と交戦し、歩兵が歩兵と密集陣形で戦うことがあれば、いかなる場合も敵が優位に立って退却した。 これは、交戦において少なからぬローマ兵がわざと怠慢に振る舞い、指揮官たちに従わず、敵と白兵戦を行うことを望まなかったからである。
§11.23.4οἱ μὲν οὖν ἐπὶ Σαβίνους στρατεύσαντες ἐν τοῖς ἐλάττοσι κακοῖς σωφρονισθέντες ἑκόντες ἔγνωσαν ἐκλιπεῖν τὸν χάρακα·
そこで、サビニ人に対して出陣した者たちは、より小さな被害のうちに懲りて、自ら進んで陣地を放棄することを決意した。
καὶ περὶ μέσας νύκτας ἀναστήσαντες τὸν στρατὸν ἀπῆγον ἐκ τῆς πολεμίας εἰς τὴν ἑαυτῶν φυγῇ παραπλησίαν ποιούμενοι τὴν ἀνάζευξιν, ἕως ἐπὶ πόλιν Κρουστομέρειαν, ἥ ἐστιν οὐ πρόσω τῆς Ῥώμης, ἀφίκοντο.
そして、真夜中頃に軍勢を撤収させて敵地から退却させ、自領へと、まるで逃走するかのような退却をしながら、ローマから遠くないクルストメリアの町に到着するまで退いた。
οἱ δʼ ἐν Ἀλγιδῷ τῆς Αἰκανῶν χώρας θέμενοι τὴν παρεμβολὴν πολλὰς καὶ αὐτοὶ λαμβάνοντες ὑπὸ τῶν πολεμίων πληγὰς καὶ παρὰ τὰ δεινὰ μένειν ἀξιοῦντες ὡς ἐπανορθωσόμενοι τὰς ἐλαττώσεις οἴκτιστα πράγματα ἔπαθον.
一方、アイクイ人の領土のアルギドゥス山に陣営を設けていた者たちは、彼ら自身も敵から多くの打撃を受けながらも、危険を顧みず、敗北を挽回しようとしてとどまることを良しとした結果、極めて悲惨な目にあうこととなった。
§11.23.5ὠσάμενοι γὰρ ἐπʼ αὐτοὺς οἱ πολέμιοι καὶ τοὺς ὑποστάντας τοῦ χάρακος καταβαλόντες ἐπέβησαν τῶν ἐρυμάτων·
というのも、敵は彼らに襲いかかり、陣地を守って立ちはだかる者たちを打ち倒して塁壁に登ったからである。
καὶ καταλαβόμενοι τὸ στρατόπεδον ὀλίγους μέν τινας ἀμυνομένους ἀπέκτειναν, τοὺς δὲ πλείους ἐν τῷ διωγμῷ διέφθειραν.
そして陣営を占拠し、防戦するわずかな者たちを殺害し、大部分の者を追撃の中で殺戮した。
οἱ δὲ διασωθέντες ἐκ τῆς φυγῆς τραυματίαι τε οἱ πλείους καὶ τὰ ὅπλα μικροῦ δεῖν πάντες ἀπολωλεκότες εἰς πόλιν Τύσκλον ἀφικνοῦντο·
逃走して生き延びた者たちは、大部分が負傷し、ほぼ全員が武器を失った状態で、トゥスクルムの町に到着した。
σκηνὰς δʼ αὐτῶν καὶ ὑποζύγια καὶ χρήματα καὶ θεράποντας καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν οἱ πολέμιοι διήρπασαν.
彼らの天幕、荷獣、財貨、召使、その他の軍用資材は、敵が略奪し尽くした。
§11.23.6ὡς δʼ ἀπηγγέλη ταῦτα τοῖς κατὰ τὴν πόλιν, ὅσοιπερ ἦσαν ἐχθροὶ τῆς ὀλιγαρχίας καὶ οἱ τέως ἀποκρυπτόμενοι τὸ μῖσος, φανεροὺς ἐποίουν αὑτοὺς τότε χαίροντες ἐπὶ ταῖς κακοπραγίαις τῶν στρατηγῶν·
これらのことが都市に報じられると、寡頭制の敵であったすべての人々、およびそれまで憎しみを隠していた人々は、将軍たちの敗北を喜んで、その時に自分たちの態度を明らかにした。
καὶ ἦν ἤδη καρτερὰ χεὶρ περὶ τὸν Ὁράτιόν τε καὶ τὸν Οὐαλέριον, οὓς ἔφην ἡγεμόνας εἶναι τῶν ἀριστοκρατικῶν ἑταιρειῶν.
そして、私が貴族制の結社の指導者たちであると述べたホラティウスとウァレリウスの周りには、すでに強力な一団が形成されていた。

語釈・文法注

  1. 2214φυλακῆς τῶν ἐντὸς τείχους ἕνεκεν — 名詞 `φυλακῆς`(警備)に対して、冠詞付き副詞句 `τῶν ἐντὸς τείχους`(城壁の内側のもの[人々/領土])が目的格的属格として機能し、全体が後置前置詞 `ἕνεκεν`(〜のために)に支配されている。「城壁の内側を警備するために」の意。
  2. 2215ἐθελοκακούντων οὐκ ὀλίγων — 現在分詞 `ἐθελοκακούντων` と代名詞 `οὐκ ὀλίγων` による属格独立構文。文脈上、主節の主語(指揮官たち)とは異なる「ローマ兵たちの中の少なからぬ者たち」が意味上の主語であり、戦闘における意図的なサボタージュを表す。
  3. 11.23.4φυγῇ παραπλησίαν ποιούμενοι τὴν ἀνάζευξιν — 形容詞 `παραπλησίαν` は冠詞のある目的語 `τὴν ἀνάζευξιν`(撤退)に対して述語的位置にあり、分詞 `ποιούμενοι`(行う)の補語として「撤退を逃走に似たものにしながら」という意味を形成する。
  4. 11.23.4παρὰ τὰ δεινά — 前置詞 `παρά` が対格を伴い、「〜に反して」「〜を顧みずに(in spite of / against)」という逆接・対抗的な意味を表す。ここでは「危険や困難に立ち向かって/これらを顧みずに」の意。
  5. p.v.4p.152μικροῦ δεῖν — 非人称動詞 `δεῖ` の無定法を用いた慣用的な挿入句(絶対不定詞)で、副詞的に「ほとんど」「ほぼ(almost)」の意味を表し、文全体の形容詞 `πάντες`(全員)を修飾している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §11.23.1-11.23.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.23.1-11.23.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。