§11.22.1μετὰ τοῦθʼ οἱ μὲν τῆς ὀλιγαρχικῆς ἑταιρίας σοβαροὶ καὶ θρασεῖς περιῄεσαν ὡς δὴ κρείττους τῶν ἑτέρων γεγονότες καὶ διαπεπραγμένοι μηκέτι καταλυθῆναι σφῶν τὴν δυναστείαν, ἐπειδὰν ἅπαξ ὅπλων καὶ §11.22.2στρατιᾶς γένωνται κύριοι·
この後、寡頭制派の傲慢で大胆な者たちは、あたかも他の者たちに対して優位に立ち、一度彼らが武器と軍隊を掌握したならば、自分たちの支配権が決して崩壊しないように取り計らい終えたかのように得意げに歩き回った。
οἱ δὲ τὰ βέλτιστα τῷ κοινῷ φρονοῦντες ἀνιαρῶς διακείμενοι καὶ περιφόβως ὡς οὐδενὸς τῶν κοινῶν ἔτι γενησόμενοι κύριοι καὶ διέστησαν εἰς μέρη πολλά, τῶν μὲν ἀγεννεστέρων τὰς φύσεις ἅπαντα συγχωρεῖν τοῖς κρατοῦσιν ἀναγκαζομένων καὶ κατανέμειν ἑαυτοὺς εἰς τὰς ὀλιγαρχικὰς ἑταιρίας, τῶν δʼ ἧττον ψοφοδεῶν ἀφισταμένων τῆς ὑπὲρ τῶν κοινῶν φροντίδος καὶ τὸν ἀπράγμονα βίον μεθαρμοττομένων·
一方で、国家にとって最善のことを考えている者たちは、もはや国家のいかなる事柄をも支配できなくなるだろうと嘆き悲しみ、また恐れおののいて、多くのグループに分裂した。 すなわち、生まれつき卑屈な者たちは、支配者たちにあらゆることを譲歩せざるを得なくなり、自分たちを寡頭制の派閥に加入させ、それほど臆病でない者たちは、国政への関与から身を引いて、穏やかな生活へと身を転じた。
ὅσοις δὲ πολὺ τὸ γενναῖον ἐν τοῖς τρόποις ἦν, ἰδίας ἑταιρίας κατασκευαζομένων καὶ συμφρονούντων ἐπὶ φυλακῇ τε ἀλλήλων καὶ μεταστάσει τῆς πολιτείας.
しかし、その品性の中に多くの高潔な気風を持っている者たちはすべて、独自の結社を組織し、互いの身を守ること、および国制を変革することについて志を同じくした。
§11.22.3τούτων δὲ τῶν ἑταιριῶν ἡγεμόνες ἦσαν οἱ πρῶτοι τολμήσαντες ἐν τῷ συνεδρίῳ περὶ καταλύσεως τῆς δεκαδαρχίας εἰπεῖν, Λεύκιος Οὐαλέριος καὶ Μάρκος Ὁράτιος, φραξάμενοί τε τὰς οἰκίας ὅπλοις καὶ φυλακὴν θεραπόντων καὶ πελατῶν καρτερὰν περὶ ἑαυτοὺς ἔχοντες, ὡς μήτʼ ἐκ τοῦ βιαίου παθεῖν μηθὲν μήτʼ ἐκ τοῦ δολίου.
これらの結社の指導者たちは、元老院において十人官制の廃止について最初に敢えて発言した人々、すなわちルキウス・ウァレリウスとマルクス・ホラティウスであり、彼らは暴力によっても陰謀によってもいかなる害をも被らないように、自宅を武器で固め、奴隷や従属民からなる強力な護衛を身辺に配していた。
§11.22.4ὅσοις δʼ οὔτε θεραπεύειν τὴν τῶν κρατούντων ἐξουσίαν βουλομένοις ἦν οὔτε μηδενὸς ἐπιστρέφεσθαι τῶν κοινῶν οὐδʼ ἐν ἀπράκτῳ ζῆν ἡσυχίᾳ καλὸν ἐδόκει, πολεμεῖν τʼ ἀνὰ κράτος οὐ ῥᾴδιον, ἐπεὶ καθαιρεθῆναι δυναστείαν τηλικαύτην ἀνόητον ἐφαίνετο εἶναι, κατέλιπον τὴν πόλιν.
支配者たちの権力に阿ねることを望まず、また国政に一切関心を持たずに穏やかな生活の中で無為に生きることも名誉なこととは思われず、一方で、これほど強大な支配権を崩壊させることは愚かなことのように思われたために力尽くで戦うことも容易ではないと考えた者たちは、都市を去った。
ἡγεμὼν δὲ τούτων ἀνὴρ ἦν ἐπιφανὴς Γάιος Κλαύδιος, ὁ τοῦ κορυφαιοτάτου τῆς δεκαδαρχίας Ἀππίου θεῖος, ἐμπεδῶν τὰς ὑποσχέσεις, ἃς ἐπὶ τῆς βουλῆς ἐποιήσατο πρὸς τὸν ἀδελφιδοῦν, ὅτʼ αὐτὸν ἀποθέσθαι τὴν ἀρχὴν ἀξιῶν οὐκ ἔπεισεν.
彼らの指導者は著名な人物であるガイウス・クラウディウスであり、彼は十人官制の最高指導者であるアッピウスの叔父であった。 彼は、甥に官職を退くよう求めたものの説得できなかった際、元老院においてなした約束を守ったのである。
ἠκολούθει δʼ αὐτῷ πολὺς μὲν ἑταίρων ὄχλος, §11.22.5πολὺς δὲ πελατῶν.
彼の後には多くの同志たち、および多くの従属民が従った。
τούτου δʼ ἀρξαμένου καὶ τὸ ἄλλο πολιτικὸν πλῆθος οὐκέτι λάθρα καὶ κατʼ ὀλίγους, ἀλλʼ ἐκ τοῦ φανεροῦ καὶ ἀθρόον ἐξέλιπε τὴν πατρίδα, τέκνα καὶ γυναῖκας ἐπαγόμενον.
彼がこの行動を開始したのを契機に、他の市民の群衆も、もはや密かに少人数でではなく、公然と一斉に、子供や妻を連れて祖国を去った。
οἱ δὲ περὶ τὸν Ἄππιον ἀγανακτοῦντες τοῖς γινομένοις ἐπεβάλοντο μὲν κωλύειν πύλας τʼ ἀποκλείσαντες καὶ ἀνθρώπους τινὰς συναρπάσαντες, ἔπειτα — δέος γὰρ εἰσῆλθεν αὐτοῖς, μὴ πρὸς ἀλκὴν οἱ κωλυόμενοι τράπωνται, καὶ λογισμὸς ὀρθὸς ὡς κρεῖττον εἴη σφίσιν ἐκποδῶν εἶναι τοὺς ἐχθροὺς ἢ μένοντας ἐνοχλεῖν — ἀνοίξαντες τὰς πύλας ἀφῆκαν τοὺς θέλοντας ἀπιέναι, οἰκίας δʼ αὐτῶν καὶ κλήρους καὶ ὅσα ἄλλα ὑπελείπετο ἀδύνατα ὄντα ἐν φυγαῖς φέρεσθαι λειποστρατίαν ἐπενεγκόντες ἐδήμευσαν τῷ λόγῳ, τὸ δʼ ἀληθὲς τοῖς ἑαυτῶν ἑταίροις ὡσανεὶ παρὰ §11.22.6τοῦ δήμου πριαμένοις ἐχαρίσαντο.
アッピウスとその仲間たちは起こっている事態に憤慨し、門を閉ざし一部の人々を捕らえて引き止めようと試みた。 しかしその後、引き止められた人々が抵抗に転じるのではないかという恐れが生じ、また、敵たちがとどまって自分たちを煩わせるよりも、いなくなる方が都合が良いという正しい判断が働いたため、門を開いて去りたいと望む者たちを行かせた。 そして、彼らの家や土地、その他亡命先に持って行くことができずに残されたすべての財産を、兵役忌避の罪を口実として告発し、名目的には没収したが、実際には、あたかも民衆から買い取ったかのようにして自分たちの同志に分け与えた。
ταῦτα δὴ τὰ ἐγκλήματα προστεθέντα τοῖς προτέροις πολλῷ δυσμενεστέρους ἐποίησε πρὸς τὴν δεκαδαρχίαν τοὺς πατρικίους καὶ τοὺς δημοτικούς.
これらの不当行為が以前の行為に加えられたことは、貴族と平民を十人官制に対してはるかに敵対的にさせた。
εἰ μὲν οὖν μηδὲν ἐπεξήμαρτον ἔτι πρὸς τοῖς εἰρημένοις, δοκοῦσιν ἄν μοι πολὺν ἐπὶ τῆς αὐτῆς ἐξουσίας διαμεῖναι χρόνον·
もし彼らが述べられた事柄に加えてこれ以上いかなる過ちをも犯さなかったならば、私の考えでは、彼らは同じ権力の座に長い間とどまり続けたであろう。
ἡ γὰρ φυλάττουσα τὴν δυναστείαν αὐτῶν στάσις ἔτι διέμενεν ἐν τῇ πόλει, διὰ πολλὰς αἰτίας καὶ ἐκ πολλῶν αὐξηθεῖσα χρόνων,
なぜなら、彼らの支配を維持させていた党派争いが、多くの原因によって、また長い歳月をかけて増大したまま、都市において依然として存続していたからである。
§11.22.7δι’ ἣν ἔχαιρον ἑκάτεροι τοῖς ἀλλήλων κακοῖς·
その党派争いのために、双方が互いの不幸を喜んでいた。
οἱ μὲν δημοτικοὶ τὸ φρόνημα τῶν πατρικίων τεταπεινωμένον ὁρῶντες καὶ τὴν βουλὴν οὐδενὸς ἔτι τῶν κοινῶν οὖσαν κυρίαν, οἱ δὲ πατρίκιοι τὴν ἐλευθερίαν ἀπολωλεκότα τὸν δῆμον καὶ μηδὲ τὴν ἐλαχίστην ἔχοντα ἰσχύν, ἐξ οὗ τὴν δημαρχικὴν ἐξουσίαν αὐτῶν οἱ δέκα ἀφείλαντο·
すなわち、平民たちは貴族たちのプライドが引き下げられ、元老院がもはや国政のいかなる決定権も持っていないのを見て喜び、貴族たちは、十人官たちが彼らから護民官の権限を奪って以来、民衆が自由を失いいささかの力も持たなくなっているのを見て喜んでいた。
αὐθαδείᾳ δὲ πολλῇ πρὸς ἄμφω τὰ μέρη χρώμενοι καὶ οὔτʼ ἐπὶ στρατοπέδου μετριάζοντες οὔτʼ ἐν τῇ πόλει σωφρονοῦντες ὁμονοῆσαι πάντας ἠνάγκασαν καὶ καταλῦσαι τὴν ἀρχὴν αὐτῶν, ὅπλων γενηθέντας κυρίους διὰ τὸν πόλεμον.
しかし、十人官たちが双方の陣営に対して甚だしい傲慢さをもって振る舞い、軍営においても節度を守らず、都市においても慎み深くしなかったため、彼らはすべての人々を一致団結させ、戦争のために武器を手にした人々によって彼らの支配を崩壊させることを余儀なくさせた。
§11.22.8τὰ δʼ ἁμαρτήματα αὐτῶν τὰ τελευταῖα καὶ διʼ ἃ κατελύθησαν ὑπὸ τοῦ δήμου — τοῦτον γὰρ δὴ μάλιστα προπηλακίζοντες ἐξηγρίωσαν — τοιάδε ἦν.
彼らの最後の過ち、そしてそれによって彼らが民衆によって打倒されることになった理由――というのも、彼らはこの民衆を最も不当に扱い、激怒させたからである――は、以下のようなものであった。