§11.23.1ὅτε τὸ περὶ τοῦ πολέμου ψήφισμα ἐκύρωσαν, καταγράψαντες ἐν τάχει τὰς δυνάμεις καὶ τριχῇ νείμαντες δύο μὲν τάγματα κατέλιπον ἐν τῇ πόλει φυλακῆς τῶν ἐντὸς τείχους ἕνεκεν· ἡγεῖτο δὲ τῶν δύο τούτων ταγμάτων Ἄππιος Κλαύδιος ὁ προεστηκὼς τῆς ὀλιγαρχίας καὶ σὺν αὐτῷ Σπόριος Ὄππιος.
When they had ratified the decree concerning the war, having quickly enlisted the forces and divided them into three parts, they left two legions in the city for the sake of guarding the inside of the walls; and Appius Claudius, the leader of the oligarchy, and with him Spurius Oppius, commanded these two legions.
τρία δὲ ἔχοντες ἐξῆγον ἐπὶ Σαβίνους Κόιντος Φάβιος καὶ §11.23.2Κόιντος Ποιτέλιος καὶ Μάνιος Ῥαβολήιος.
But Quintus Fabius, Quintus Poetelius, and Manius Rabuleius, having three legions, led them out against the Sabines.
πέντε δὲ τὰ λοιπὰ τάγματα παραλαβόντες Μάρκος τε Κορνήλιος καὶ Λεύκιος Μηνύκιος καὶ Μάρκος Σέργιος καὶ Τίτος Ἀντώνιος καὶ τελευταῖος Καίσων Δουέλλιος ἐπὶ τὸν πρὸς Αἰκανοὺς πόλεμον ἀφίκοντο· συνεστρατεύετο δʼ αὐτοῖς Λατίνων τε καὶ ἄλλων συμμάχων ἐπικουρικὸν οὐκ ἔλαττον τοῦ πολιτικοῦ πλήθους.
And Marcus Cornelius, Lucius Minucius, Marcus Sergius, Titus Antonius, and lastly Caeso Duillius, taking the remaining five legions, arrived for the war against the Aequians; and there marched with them an auxiliary force of Latins and other allies not less than the number of the citizens.
ἀλλʼ οὐδὲν αὐτοῖς ἐχώρει κατὰ νοῦν τοσαύτην μὲν οἰκείαν δύναμιν ἐπαγομένοις, τοσαύτην δὲ συμμαχίαν.
But nothing went according to their wish, though they were bringing so great a domestic force and so great an allied force.
§11.23.3οἱ γὰρ πολέμιοι καταφρονήσαντες αὐτῶν, ὅτι νεοσύλλεκτοι ἦσαν οἱ στρατευόμενοι, πλησίον ἀντεστρατοπεδεύσαντο καὶ τάς τʼ ἀγορὰς ἀγομένας ἀφῃροῦντο λοχῶντες τὰς ὁδοὺς καὶ ἐπὶ προνομὰς ἐξιοῦσιν ἐπετίθεντο, καὶ εἴ ποτε ἱππεῖς εἰς χεῖρας ἔλθοιεν ἱππεῦσι καὶ πεζοὶ πεζοῖς πρὸς φάλαγγα μαχόμενοι πανταχῇ πλέον ἔχοντες ἀπῄεσαν, ἐθελοκακούντων οὐκ ὀλίγων ἐν ταῖς συμπλοκαῖς καὶ οὔτε τοῖς ἡγεμόσι πειθομένων οὔτε ὁμόσε χωρεῖν τοῖς πολεμίοις βουλομένων.
For the enemy, despising them because those who were serving were newly recruited, encamped opposite them near by, and they took away the provisions that were being brought, lying in ambush on the roads, and attacked those who went out for foraging; and if ever cavalry came to blows with cavalry and infantry with infantry fighting in phalanx, they went away having the advantage in every way, since not a few of the Romans behaved like cowards in the encounters and neither obeyed their commanders nor wished to come to close quarters with the enemy.
§11.23.4οἱ μὲν οὖν ἐπὶ Σαβίνους στρατεύσαντες ἐν τοῖς ἐλάττοσι κακοῖς σωφρονισθέντες ἑκόντες ἔγνωσαν ἐκλιπεῖν τὸν χάρακα· καὶ περὶ μέσας νύκτας ἀναστήσαντες τὸν στρατὸν ἀπῆγον ἐκ τῆς πολεμίας εἰς τὴν ἑαυτῶν φυγῇ παραπλησίαν ποιούμενοι τὴν ἀνάζευξιν, ἕως ἐπὶ πόλιν Κρουστομέρειαν, ἥ ἐστιν οὐ πρόσω τῆς Ῥώμης, ἀφίκοντο.
Therefore, those who had marched against the Sabines, having been brought to their senses by the lesser evils, voluntarily resolved to abandon the rampart; and having aroused the army about midnight, they led them away from the enemy's country into their own, making their retreat resemble a flight, until they arrived at the city of Crustumeria, which is not far from Rome.
οἱ δʼ ἐν Ἀλγιδῷ τῆς Αἰκανῶν χώρας θέμενοι τὴν παρεμβολὴν πολλὰς καὶ αὐτοὶ λαμβάνοντες ὑπὸ τῶν πολεμίων πληγὰς καὶ παρὰ τὰ δεινὰ μένειν ἀξιοῦντες ὡς ἐπανορθωσόμενοι τὰς ἐλαττώσεις οἴκτιστα πράγματα ἔπαθον.
But those who had placed their camp at Algidus in the country of the Aequians, receiving many blows themselves also from the enemy, and yet thinking it right to remain in the face of dangers as if they would repair their losses, suffered most pitiable things.
§11.23.5ὠσάμενοι γὰρ ἐπʼ αὐτοὺς οἱ πολέμιοι καὶ τοὺς ὑποστάντας τοῦ χάρακος καταβαλόντες ἐπέβησαν τῶν ἐρυμάτων· καὶ καταλαβόμενοι τὸ στρατόπεδον ὀλίγους μέν τινας ἀμυνομένους ἀπέκτειναν, τοὺς δὲ πλείους ἐν τῷ διωγμῷ διέφθειραν.
For the enemy, having rushed upon them and having cast down those who stood to defend the rampart, mounted the fortifications; and having captured the camp, they killed a few who were defending themselves, and destroyed the majority in the pursuit.
οἱ δὲ διασωθέντες ἐκ τῆς φυγῆς τραυματίαι τε οἱ πλείους καὶ τὰ ὅπλα μικροῦ δεῖν πάντες ἀπολωλεκότες εἰς πόλιν Τύσκλον ἀφικνοῦντο· σκηνὰς δʼ αὐτῶν καὶ ὑποζύγια καὶ χρήματα καὶ θεράποντας καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν οἱ πολέμιοι διήρπασαν.
Those who were saved from the flight arrived at the city of Tusculum, most of them wounded and almost all of them having lost their arms; and the enemy plundered their tents, beasts of burden, money, servants, and the rest of the preparation for the war.
§11.23.6ὡς δʼ ἀπηγγέλη ταῦτα τοῖς κατὰ τὴν πόλιν, ὅσοιπερ ἦσαν ἐχθροὶ τῆς ὀλιγαρχίας καὶ οἱ τέως ἀποκρυπτόμενοι τὸ μῖσος, φανεροὺς ἐποίουν αὑτοὺς τότε χαίροντες ἐπὶ ταῖς κακοπραγίαις τῶν στρατηγῶν· καὶ ἦν ἤδη καρτερὰ χεὶρ περὶ τὸν Ὁράτιόν τε καὶ τὸν Οὐαλέριον, οὓς ἔφην ἡγεμόνας εἶναι τῶν ἀριστοκρατικῶν ἑταιρειῶν.
When these things were reported to those in the city, as many as were enemies of the oligarchy and those who had until then concealed their hatred made themselves manifest then, rejoicing at the misfortunes of the generals; and there was already a strong force about Horatius and Valerius, whom I said were the leaders of the aristocratic associations.