§11.24.1οἱ δὲ περὶ τὸν Ἄππιον τοῖς μὲν ἐπὶ στρατοπέδου συνάρχουσιν ὅπλα τε καὶ χρήματα καὶ σῖτον καὶ τἆλλα ὧν ἐδέοντο ἐπεχορήγουν τά τε δημόσια καὶ ἰδιωτικὰ ἐκ πολλῆς ὑπεροψίας λαμβάνοντες, καὶ ἀντὶ τῶν ἀπολωλότων ἀνδρῶν στρατολογήσαντες ἐξ ἁπάσης φυλῆς τοὺς ὅπλα φέρειν δυναμένους ἀπέστειλαν, ὥστʼ ἐκπληρωθῆναι τοὺς λόχους·
アッピウスとその周辺の者たちは、公私にわたる財産を極めて傲慢な態度で徴発しつつ、陣営にいる同僚の将軍たちが必要としていた武器や資金、糧食、その他のものを供給した。 そして、失われた兵員の代わりに、すべての部族から武器を携えることのできる者を徴兵して派遣し、部隊が補充されるようにした。
τῶν τε κατὰ τὴν πόλιν ἐπιμελῆ φυλακὴν ἐποιοῦντο φρουραῖς τοὺς ἐπικαιροτάτους καταλαμβανόμενοι τόπους, μή τι λάθωσι παρακινήσαντες οἱ μετὰ τοῦ Οὐαλερίου συνεστῶτες.
また、ウァレリウスとともに結託している者たちが気づかれずに不穏な動きを起こすことのないよう、最も要衝となる場所を守備兵で占拠しつつ、都市の中の入念な警備を行った。
§11.24.2ἐπέσκηπτόν τε διʼ ἀπορρήτων τοῖς ἐπὶ τῶν στρατοπέδων συνάρχουσι τοὺς ἐναντιουμένους σφίσι διαφθείρειν, τοὺς μὲν ἐπιφανεῖς ἀδήλως, ὧν δʼ ἐλάττων ὁ λόγος ἦν καὶ ἀπὸ τοῦ φανεροῦ, προφάσεις ἀεί τινας ἐπιφέροντας, ἵνα δικαίως δόξωσιν ἀποθανεῖν.
また彼らは、陣営の同僚たちに対し、自分たちに敵対する者を抹殺するよう秘密裏に厳命した。 すなわち、身分の高い者は秘密裏に、それほど重要視されない者は公然と、常に何らかの口実を設けて正当に死んだとみなされるようにした。
καὶ ἐγίνετο ταῦτα·
そして、これらのことが実行された。
οἱ μὲν γὰρ ἐπὶ προνομὰς ἀποστελλόμενοι ὑπʼ αὐτῶν, οἱ δʼ ἀγορὰν παραπέμψαι κομιζομένην, οἱ δʼ ἄλλας τινὰς ἐπιτελέσασθαι πολεμικὰς χρείας, ἔξω γενόμενοι τοῦ χάρακος οὐδαμοῦ ἔτι ὤφθησαν.
すなわち、ある者は彼らによって糧食調達に派遣され、ある者は運ばれてくる物資の護衛に、ある者はその他の軍事的な任務を遂行するために派遣されて、陣営の外に出ると、二度と姿を見せなくなった。
§11.24.3οἱ δὲ ταπεινότατοι φυγῆς ἄρχειν κατηγορηθέντες ἢ τὰ ἀπόρρητα πρὸς τοὺς πολεμίους ἐκφέρειν ἢ τάξιν μὴ φυλάττειν, ἐν τῷ φανερῷ καταπλήξεως ἕνεκα τῶν ἄλλων ἀπώλλυντο.
一方、最も身分の低い者たちは、逃亡を先導した、あるいは敵に秘密を漏らした、あるいは持ち場を守らなかったなどの罪で告発され、他の者たちへの見せしめのために公然と処刑された。
ἐγίνετο δὲ διχόθεν τῶν στρατιωτῶν ὄλεθρος, τῶν μὲν οἰκείων τῆς ὀλιγαρχίας ἐν ταῖς πρὸς τοὺς πολεμίους συμπλοκαῖς διαφθειρομένων, τῶν δὲ τὴν ἀριστοκρατικὴν ποθούντων κατάστασιν ὑπὸ τῶν στρατηγῶν ἀπολλυμένων.
こうして、兵士たちの破滅は二つの方向から生じた。 すなわち、一方では寡頭制の支持者たちが敵との交戦において討ち取られ、他方では貴族制の体制を望む者たちが将軍たちによって抹殺されたのである。