§11.21.1ταύτην ἀποδειξαμένου τὴν γνώμην Οὐαλερίου κεχαρισμένην τοῖς πλείοσιν, ὡς ἐκ τῆς φωνῆς αὐτῶν εἰκάσαι ῥᾴδιον ἦν, καὶ τῶν μετʼ ἐκεῖνον ἀνισταμένων — ἦν δʼ αὐτῶν τὸ νέον τῆς βουλῆς μέρος τὸ λειπόμενον — ταῦτα ἡγουμένων κράτιστα εἶναι πλὴν ὀλίγων, ἐπειδὴ πάντες ἀπεδείξαντο τὰς ἑαυτῶν γνώμας, καὶ τέλος ἔδει τὰ βουλεύματα λαβεῖν, Οὐαλέριος μὲν ἠξίου διαδικασίαν τοὺς δέκα προθεῖναι ταῖς γνώμαις, αὖθις ἐξ ἀρχῆς πάντας τοὺς βουλευτὰς καλοῦντας, καὶ πολλοῖς τῶν συνέδρων ἀναθέσθαι βουλομένοις τὰς προτέρας ἀποφάσεις ταῦτα λέγων πιθανὸς ἦν·
ウァレリウスが、大多数の人々にとって快いこの意見を表明し、彼らの声からそれを推測することは容易であったが、彼の後に起立した者たち ――彼らは元老院の残りの若手層であった ――も、少数の者を除いて、これが最善であると考えた。 全員が自分の意見を表明し、ついに審議が結論を得るべき時となったので、ウァレリウスは、十人官たちが諸意見について表決に付すことを求め、再び最初からすべての元老院議員を呼び出した。 そして、同僚議員の多くが以前の発言を取り消したいと望んでいたため、彼はこのように語ることで彼らにとって説得力があった。
§11.21.2Κορνήλιος δʼ ὁ συμβουλεύων τοῖς δέκα τὴν ἡγεμονίαν ἐπιτρέψαι τοῦ πολέμου κατὰ τὸ καρτερὸν ἀπεμάχετο κεκρίσθαι τὸ πρᾶγμα ἤδη λέγων καὶ τέλος ἔχειν νόμιμον ἁπάντων ἐψηφικότων, ἠξίου τε διαριθμεῖν τὰς γνώμας καὶ μηδὲν ἔτι καινουργεῖν.
しかし、十人官たちに戦争の指揮権を委ねるよう勧告したコルネリウスは、力強く反対して戦い、全員が投票し終えたことで事柄はすでに決定されており、法的な結末を得ていると主張した。 そして、意見を数え上げるべきであり、もはやいかなる新しい変更をも行うべきではないと要求した。
§11.21.3τούτων δὲ λεγομένων ὑφʼ ἑκατέρου μετὰ πολλῆς φιλοτιμίας τε καὶ κραυγῆς, καὶ τοῦ συνεδρίου διαστάντος πρὸς ἑκάτερον, τῶν μὲν ἐπανορθώσασθαι τὴν ἀκοσμίαν τοῦ πολιτεύματος βουλομένων τῷ Οὐαλερίῳ συλλαμβανόντων, τῶν δὲ τὰ χείρω προαιρουμένων καὶ ὅσοις κίνδυνός τις ὑπωπτεύετο ἐκ τῆς μεταβολῆς ἔσεσθαι τῷ Κορνηλίῳ συναγορευόντων·
これらが双方によって多大な対抗心と大声をもって語られ、元老院がそれぞれ(の意見)に向かって分裂し、一方は国制の乱れを正したいと望んでウァレリウスを支持し、他方は、より悪い方を選択する者たちや、体制の変化によって何らかの危険が生じるのではないかと疑っているすべての者たちが、コルネリウスを支持して発言した。
λαβόντες ἀφορμὴν οἱ δέκα τοῦ πράττειν ὅ τι δόξειεν αὐτοῖς τὴν τοῦ συνεδρίου ταραχήν, τῇ Κορνηλίου προστίθενται γνώμῃ.
十人官たちは、元老院の混乱を、自分たちの望むことを実行するための好機として捉え、コルネリウスの意見に賛同した。
καὶ παρελθὼν εἷς ἐξ αὐτῶν, Ἄππιος, ἔφη·
そして、彼らの一人であるアッピウスが進み出て言った。
§11.21.4περὶ τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους πολέμου συνεκαλέσαμεν ὑμᾶς, ὦ βουλή, διαγνωσομένους, καὶ λόγον ἀπεδώκαμεν ἅπασι τοῖς βουλομένοις ἀπὸ τῶν πρώτων ἄχρι τῶν νεωτάτων ἐν τῷ προσήκοντι καλοῦντες ἕκαστον τόπῳ.
「元老院よ、我々はあなた方を、アイクィ人およびサビニ人に対する戦争について決定するために召集し、最年長者から最年少者に至るまで、発言を望むすべての人に発言の機会を与え、ふさわしい順序でそれぞれを呼び出した。
τριῶν δʼ ἀποδειξαμένων γνώμας διαφόρους, Κλαυδίου τε καὶ Κορνηλίου καὶ Οὐαλερίου τελευταίου, διέγνωτε περὶ αὐτῶν ὑμεῖς οἱ λοιποί, καὶ παριὼν ἕκαστος ἀπεφήνατο πάντων ἀκουόντων, ᾗ προσετίθετο γνώμῃ.
三者、すなわちクラウディウス、コルネリウス、そして最後にウァレリウスが異なる意見を表明したとき、残りのあなた方がそれらについて決定を下した。 そして、それぞれが進み出て、皆が聞いている中で、どの意見に賛同するかを表明した。
§11.21.5ἁπάντων δὴ γεγονότων κατὰ νόμον, ἐπειδὴ τοῖς πλείοσιν ὑμῶν Κορνήλιος ἐδόκει τὰ κράτιστα ὑποθέσθαι, τοῦτον ἀπεφηνάμεθα νικᾶν καὶ τὴν ἀποδειχθεῖσαν ὑπὸ τούτου γνώμην γράψαντες ἐκφέρομεν.
すべては法に従って行われた。 あなた方の過半数にとってコルネリウスが最善の提案をしたと思われたので、我々は彼が勝利したと宣言し、彼によって表明された意見を書き下した上で公表する。
Οὐαλέριος δὲ καὶ οἱ μετʼ αὐτοῦ ἑστῶτες ὅταν αὐτοὶ τύχωσιν ἐξουσίας ὑπατικῆς, δίκας τʼ ἤδη τέλος ἐχούσας ἀναδίκους ποιείτωσαν, ἐὰν αὐτοῖς φίλον ᾖ, καὶ βουλεύματα διεγνωσμένα ὑπὸ πάντων ὑμῶν ἄκυρα καθιστάτωσαν.
しかし、ウァレリウスと彼の側に立つ者たちは、彼ら自身が執政官の権力を手に入れることがあれば、すでに結審した裁判を、もし彼らが望むなら再審に付すがよい。 また、あなた方全員によって決定された決議を無効にするがよい。
§11.21.6ταῦτʼ εἰπὼν καὶ τὸν γραμματέα κελεύσας ἀναγνῶναι τὸ προβούλευμα, ἐν ᾧ τὴν καταγραφὴν τοῦ στρατοῦ καὶ τὴν ἡγεμονίαν τοῦ πολέμου τοὺς δέκα παραλαβεῖν ἐτέτακτο, διέλυσε τὸν σύλλογον.
」彼はこう言った上で、書記官に元老院勧告を朗読するよう命じた。 そこにおいては、軍隊の徴募と戦争の指揮権を十人官たちが引き受けることが規定されていた。 そして彼は集会を解散した。