Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.21.1-11.21.6

表决争议与十人官夺得军队指挥权

第 821 段,共 962 段 · 希腊语

内容简介

瓦莱里乌斯要求对提案进行正式表决,而科尔内利乌斯坚称事情已定。在元老院因分裂而混乱之际,十人官借机采纳了科尔内利乌斯的意见以掌控军事指挥权,并解散了集会。

§11.21.1ταύτην ἀποδειξαμένου τὴν γνώμην Οὐαλερίου κεχαρισμένην τοῖς πλείοσιν, ὡς ἐκ τῆς φωνῆς αὐτῶν εἰκάσαι ῥᾴδιον ἦν, καὶ τῶν μετʼ ἐκεῖνον ἀνισταμένων — ἦν δʼ αὐτῶν τὸ νέον τῆς βουλῆς μέρος τὸ λειπόμενον — ταῦτα ἡγουμένων κράτιστα εἶναι πλὴν ὀλίγων, ἐπειδὴ πάντες ἀπεδείξαντο τὰς ἑαυτῶν γνώμας, καὶ τέλος ἔδει τὰ βουλεύματα λαβεῖν, Οὐαλέριος μὲν ἠξίου διαδικασίαν τοὺς δέκα προθεῖναι ταῖς γνώμαις, αὖθις ἐξ ἀρχῆς πάντας τοὺς βουλευτὰς καλοῦντας, καὶ πολλοῖς τῶν συνέδρων ἀναθέσθαι βουλομένοις τὰς προτέρας ἀποφάσεις ταῦτα λέγων πιθανὸς ἦν·
瓦莱里乌斯发表了这一受到大多数人欢迎的意见,这从他们的呼声中很容易推测出来;而在他之后起立发言的人 ——他们是元老院中剩余的年轻一代 ——除了少数人外,也都认为这是最好的方案。 当所有人发表完自己的意见,议事终于应该得出结论时,瓦莱里乌斯要求十人官将这些意见诉诸表决,并重新从头开始传唤所有元老。 由于许多元老都希望撤回他们之前的表态,他这样说对他们非常有说服力。
§11.21.2Κορνήλιος δʼ ὁ συμβουλεύων τοῖς δέκα τὴν ἡγεμονίαν ἐπιτρέψαι τοῦ πολέμου κατὰ τὸ καρτερὸν ἀπεμάχετο κεκρίσθαι τὸ πρᾶγμα ἤδη λέγων καὶ τέλος ἔχειν νόμιμον ἁπάντων ἐψηφικότων, ἠξίου τε διαριθμεῖν τὰς γνώμας καὶ μηδὲν ἔτι καινουργεῖν.
然而,建议将战争指挥权托付给十人官的科尔内利乌斯则极力反驳,称事情既然已经全体投票,就已做出了决定并具有了法律效力;他要求清点意见人数,不再进行任何变动。
§11.21.3τούτων δὲ λεγομένων ὑφʼ ἑκατέρου μετὰ πολλῆς φιλοτιμίας τε καὶ κραυγῆς, καὶ τοῦ συνεδρίου διαστάντος πρὸς ἑκάτερον, τῶν μὲν ἐπανορθώσασθαι τὴν ἀκοσμίαν τοῦ πολιτεύματος βουλομένων τῷ Οὐαλερίῳ συλλαμβανόντων, τῶν δὲ τὰ χείρω προαιρουμένων καὶ ὅσοις κίνδυνός τις ὑπωπτεύετο ἐκ τῆς μεταβολῆς ἔσεσθαι τῷ Κορνηλίῳ συναγορευόντων·
在双方怀着极大的竞争心和大声喧哗发表这些言论时,元老院分裂为两派:一派希望纠正国家体制的混乱,因而协助瓦莱里乌斯;另一派则选择较差的道路,以及所有怀疑变革会带来危险的人,都支持科尔内利乌斯。
λαβόντες ἀφορμὴν οἱ δέκα τοῦ πράττειν ὅ τι δόξειεν αὐτοῖς τὴν τοῦ συνεδρίου ταραχήν, τῇ Κορνηλίου προστίθενται γνώμῃ.
十人官以元老院的混乱为契机,借此执行他们自己认为合适的事情,于是赞同了科尔内利乌斯的意见。
καὶ παρελθὼν εἷς ἐξ αὐτῶν, Ἄππιος, ἔφη· §11.21.4περὶ τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους πολέμου συνεκαλέσαμεν ὑμᾶς, ὦ βουλή, διαγνωσομένους, καὶ λόγον ἀπεδώκαμεν ἅπασι τοῖς βουλομένοις ἀπὸ τῶν πρώτων ἄχρι τῶν νεωτάτων ἐν τῷ προσήκοντι καλοῦντες ἕκαστον τόπῳ.
他们中的一员阿庇乌斯走上前来说: “元老们,我们召集你们,是为了让你们对针对埃魁人和萨宾人的战争做出决定。 我们向所有愿意发言的人提供了发言机会,从最年长者到最年轻者,并在合宜的顺序中传唤了每一个人。
τριῶν δʼ ἀποδειξαμένων γνώμας διαφόρους, Κλαυδίου τε καὶ Κορνηλίου καὶ Οὐαλερίου τελευταίου, διέγνωτε περὶ αὐτῶν ὑμεῖς οἱ λοιποί, καὶ παριὼν ἕκαστος ἀπεφήνατο πάντων ἀκουόντων, ᾗ προσετίθετο γνώμῃ.
在克劳狄乌斯、科尔内利乌斯以及最后的瓦莱里乌斯三人发表了不同的意见后,你们其余的人对这些意见做出了决定,每个人走上前,在大家都能听见的情况下,表明自己赞同哪一种意见。
§11.21.5ἁπάντων δὴ γεγονότων κατὰ νόμον, ἐπειδὴ τοῖς πλείοσιν ὑμῶν Κορνήλιος ἐδόκει τὰ κράτιστα ὑποθέσθαι, τοῦτον ἀπεφηνάμεθα νικᾶν καὶ τὴν ἀποδειχθεῖσαν ὑπὸ τούτου γνώμην γράψαντες ἐκφέρομεν.
既然一切都是依法进行的,且你们中的大多数人认为科尔内利乌斯提出了最好的建议,我们宣布他获得了胜利,并将他所发表的意见记录下来予以公布。
Οὐαλέριος δὲ καὶ οἱ μετʼ αὐτοῦ ἑστῶτες ὅταν αὐτοὶ τύχωσιν ἐξουσίας ὑπατικῆς, δίκας τʼ ἤδη τέλος ἐχούσας ἀναδίκους ποιείτωσαν, ἐὰν αὐτοῖς φίλον ᾖ, καὶ βουλεύματα διεγνωσμένα ὑπὸ πάντων ὑμῶν ἄκυρα καθιστάτωσαν.
至于瓦莱里乌斯和站在他一边的人,等他们自己有机会获得执政官权力时,如果他们愿意,大可以把已经结案的判决付诸重新审理,并宣布由你们大家通过的决议无效。
§11.21.6ταῦτʼ εἰπὼν καὶ τὸν γραμματέα κελεύσας ἀναγνῶναι τὸ προβούλευμα, ἐν ᾧ τὴν καταγραφὴν τοῦ στρατοῦ καὶ τὴν ἡγεμονίαν τοῦ πολέμου τοὺς δέκα παραλαβεῖν ἐτέτακτο, διέλυσε τὸν σύλλογον.
” 说罢,他命令书记官宣读元老院决议案(其中规定由十人官负责军队的征募和战争的指挥权),随后便解散了集会。

词汇与语法注释

  1. 2207πολλοῖς τῶν συνέδρων ἀναθέσθαι βουλομένοις — 与格 `πολλοῖς... βουλομένοις` 隶属于主句中的形容词 `πιθανός`,意为“对许多……的人有说服力”。不定词 `ἀναθέσθαι`(意为“撤回、改变”)作分词 `βουλομένοις` 的补足语。
  2. 2208λαβόντες ἀφορμὴν οἱ δέκα τοῦ πράττειν ὅ τι δόξειεν αὐτοῖς τὴν τοῦ συνεδρίου ταραχήν — 此处包含一个语序倒装(hyperbaton),分词 `λαβόντες` 的直接宾语 `τὴν τοῦ συνεδρίου ταραχήν` 被置于句末。`ἀφορμήν` 作谓语性说明,意为“将元老院的混乱视作……的契机/借口”。属格不定词 `τοῦ πράττειν` 修饰 `ἀφορμήν`。
  3. 2209δίκας τʼ ἤδη τέλος ἐχούσας ἀναδίκους ποιείτωσαν — 形容词 `ἀναδίκους`(“重新审理的”)作为命令式动词 `ποιείτωσαν`(“让他们使……”)的补足语,呈谓语性用法,意为“让他们把已经结案的判决付诸重审”。这表达了阿庇乌斯带有讽刺和让步性质的命令。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.21.1-11.21.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.21.1-11.21.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。