§11.2.1πρώτη μὲν οὖν ἦν ἡ δόξασα γενέσθαι τοῦ κατὰ τῆς ὀλιγαρχίας μίσους πρόφασις, ὅτι συνύφηναν τὴν δευτέραν ἀρχὴν τῇ προτέρᾳ δήμου τε ὑπεριδόντες καὶ βουλῆς καταφρονήσαντες·
さて、寡頭政に対する憎悪の、最初にかつそう見なされた口実(原因)は、彼ら(十人官)が人民を無視し元老院を軽蔑して、第二期の任期を第一期の任期に織り合わせた(続けて更新した)ことであった。
ἔπειθʼ ὅτι τοὺς χαριεστάτους Ῥωμαίων, οἷς οὐ κατὰ γνώμην τὰ πραττόμενα ὑπʼ αὐτῶν ἦν, οὓς μὲν ἐξήλαυνον ἐκ τῆς πόλεως αἰτίας ἐπιφέροντες ψευδεῖς καὶ δεινάς, οὓς δὲ ἀπεκτίννυσαν, κατηγόρους τε αὐτοῖς ὑποπέμποντες ἐκ τῶν ἰδίων ἑταίρων καὶ τὰς δίκας ταύτας αὐτοὶ δικάζοντες·
次に、ローマ人の中で最も優れた人々であり、十人官たちの行いを好まない人々に対して、ある者たちには虚偽の恐るべき嫌疑をかけて市から追放し、またある者たちを殺害し、彼らに対して自らの同志の中から告発者を送り込み、これらの裁判を自ら裁いたことであった。
μάλιστα δʼ ὅτι τοῖς θρασυτάτοις τῶν νέων, οὓς εἶχον ἕκαστοι περὶ αὑτούς, ἐφῆκαν ἄγειν καὶ φέρειν τὰ τῶν ἐναντιουμένων τῇ πολιτείᾳ.
そして何よりも、彼らのそれぞれが身の回りに置いていた若者たちのうち最も大胆不敵な者たちに、体制に反対する人々の財産を略奪することを許したことであった。
§11.2.2οἱ δʼ ὥσπερ ἁλούσης πολέμῳ κατὰ κράτος τῆς πατρίδος οὐ τὰ χρήματα μόνον ἀφῃροῦντο τοὺς νόμῳ κτησαμένους, ἀλλὰ καὶ εἰς τὰς γαμετὰς αὐτῶν τὰς εὐμόρφους παρενόμουν καὶ εἰς θυγατέρας ἐπιγάμους καθύβριζον καὶ πληγὰς τοῖς ἀγανακτοῦσιν ὥσπερ ἀνδραπόδοις ἐδίδοσαν·
若者たちは、まるで祖国が戦争によって力ずくで占領されたかのように、法に基づいてそれらを得た人々から財産を奪い取るだけでなく、彼らの美しい妻たちに対して不法を働き、婚姻期にある娘たちを辱め、憤慨する人々に対してまるで奴隷に対するかのように打撃を加えた。
καὶ παρεσκεύασαν, ὅσοις ἀφόρητα εἶναι τὰ γινόμενα ἐδόκει, καταλιπόντας τὴν πατρίδα γυναιξὶν ὁμοῦ καὶ τέκνοις εἰς τὰς πλησίον ἐξοικίζεσθαι πόλεις, ὑποδεχομένων αὐτοὺς Λατίνων μὲν διὰ τὸ % ἀσθενές, Ἑρνίκων δὲ διὰ τὴν ἔναγχος γενομένην αὐτοῖς ὑπὸ Ῥωμαίων ἰσοπολιτείαν.
そして、行われていることが耐え難いと感じた人々すべてに、祖国を妻や子供とともに捨てて近隣の都市へ移住せざるを得なくさせた。 ラティウム人は[彼らの]弱さ(あるいは親族関係)ゆえに、ヘルニキ人は最近ローマ人から与えられた同等の市民権ゆえに彼らを受け入れた。
ὥσθʼ, ὅπερ εἰκὸς ἦν, τελευτῶντες αὐτοὶ κατελείφθησαν οἱ φιλοτύραννοι, καὶ οἷς μηδεμία τῶν κοινῶν φροντὶς ἦν.
その結果、当然のことながら、最後には僭主の味方と、国政にいかなる関心も持たない人々だけが残された。
§11.2.3οὔτε γὰρ οἵ γε πατρίκιοι διέμενον ἐν τῇ πόλει θωπεύειν μὲν οὐκ ἀξιοῦντες τοὺς ἡγεμόνας, ἐναντιοῦσθαι δὲ τοῖς πραττομένοις ἀδυνατοῦντες, οὔθʼ οἱ καταγραφέντες εἰς τὸ βουλευτικὸν συνέδριον, οὓς ἐπάναγκες ἔδει παρεῖναι ταῖς ἀρχαῖς, ἀλλὰ καὶ τούτων οἱ πλείους ἀνασκευασάμενοι πανοικεσίᾳ καὶ τὰς οἰκίας ἐρήμους ἀφέντες ἐν τοῖς ἀγροῖς διέτριβον.
なぜなら、パトリキ(貴族)たちも、支配者たちに諂うことはよしとせず、行われていることに反対することもできなかったため、市にとどまることはなかったし、政務官たちへの出席を義務づけられていた元老院会議に登録された人々も同様であった。 むしろ彼らの大半も、家族全員で荷物をまとめて家を空き家にしたまま、地方の田舎で暮らしていたからである。
§11.2.4τοῖς δὲ ὀλιγαρχικοῖς καθʼ ἡδονὴν αἱ τῶν ἐπιφανεστάτων ἀνδρῶν ἐγίνοντο φυγαὶ πολλῶν μὲν καὶ ἄλλων ἕνεκα, μάλιστα δὲ ὅτι τοῖς ἀκολάστοις τῶν νέων πολὺ τὸ αὔθαδες προσεγίνετο μηδʼ ὄψει δυναμένοις ἰδεῖν, οὓς ἔμελλον ἀσελγές τι πράττοντες αἰσχύνεσθαι.
寡頭政の支持者たちにとって、最も著名な人々の亡命は、他の多くの理由からも、特に放蕩な若者たちに多大なる傲慢さが加わった(若者たちがひどく不遜になった)ことから、好ましいものであった。 というのも、彼らは不届きなことを行う際に恥じるはずであった相手を、もはや目にする(目に入る)ことすらできなかったからである。