Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §11.1.1-11.1.6

歴史叙述の有用性と十人官支配崩壊の経緯の導入

801 / 962 箇所 · ギリシア語

要旨

筆者は第83オリンピア期における十人官支配の崩壊の叙述を始めるにあたり、歴史記述において結末だけでなく原因や経過を詳細に学ぶことの哲学・政治的有用性を説き、十人官の初期の違法行為から叙述を起こす方針を示す。

§11.1.1ἐπὶ δὲ τῆς ὀγδοηκοστῆς καὶ τρίτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος, ἄρχοντος Ἀθήνησι Φιλίσκου καταλύουσι Ῥωμαῖοι τὴν τῶν δέκα ἀρχὴν ἔτη τρία τῶν κοινῶν ἐπιμεληθεῖσαν.
ヒメラのクリソンが短距離走で優勝した第八十三オリンピア期のとき、アテナイでフィリスコスがアルコンであった年に、ローマ人は、三年間国家を管理した十人官の支配を打倒した。
ὃν δὲ τρόπον ἐπεχείρησαν ἐρριζωμένην ἤδη τὴν δυναστείαν ἐξελεῖν, καὶ τίνων ἀνδρῶν ἡγησαμένων τῆς ἐλευθερίας, καὶ διὰ ποίας αἰτίας καὶ προφάσεις, ἐξ ἀρχῆς ἀναλαβὼν πειράσομαι διελθεῖν ἀναγκαίας ὑπολαμβάνων εἶναι καὶ καλὰς τὰς τοιαύτας μαθήσεις ἅπασι μὲν ὡς εἰπεῖν ἀνθρώποις, μάλιστα δʼ ὅσοι περὶ τὴν φιλόσοφον θεωρίαν καὶ περὶ τὰς πολιτικὰς διατρίβουσι πράξεις.
彼らが、すでに根を下ろしていたこの支配権をどのようにして根絶しようと企てたか、いかなる男たちが自由を指導したか、そしてどのような原因や口実によるものであったかを、私は最初からさかのぼって詳述することを試みる。 このような学習は、いわばすべての人々にとって、そして特に哲学的な考察や政治的な実践に従事している人々にとって、必要であり有益なものであると考えているからである。
§11.1.2τοῖς τε γὰρ πολλοῖς οὐκ ἀπαρκεῖ τοῦτο μόνον ἐκ τῆς ἱστορίας παραλαβεῖν, ὅτι τὸν Περσικὸν πόλεμον — ἵνʼ ἐπὶ τούτου ποιήσωμαι τὸν λόγον — ἐνίκησαν Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι δυσὶ ναυμαχίαις καὶ πεζομαχίᾳ μιᾷ καταγωνισάμενοι τὸν βάρβαρον τριακοσίας ἄγοντα μυριάδας αὐτοὶ σὺν τοῖς συμμάχοις οὐ πλείους ὄντες ἕνδεκα μυριάδων, ἀλλὰ καὶ τοὺς τόπους, ἐν οἷς αἱ πράξεις ἐγένοντο, βούλονται παρὰ τῆς ἱστορίας μαθεῖν, καὶ τὰς αἰτίας ἀκοῦσαι, διʼ ἃς τὰ θαυμαστὰ καὶ παράδοξα ἔργα ἐπετέλεσαν, καὶ τίνες ἦσαν οἱ τῶν στρατοπέδων ἡγεμόνες τῶν τε βαρβαρικῶν καὶ τῶν Ἑλληνικῶν ἱστορῆσαι, καὶ μηδενὸς ὡς εἰπεῖν ἀνήκοοι γενέσθαι τῶν συντελεσθέντων περὶ τοὺς ἀγῶνας.
一般の人々にとっても、歴史から、――この件を例にして語るならば、――アテナイ人とラケダイモン人が、二度の海戦と一回の陸戦によって、三〇〇万人を率いていた野蛮人を打ち破り、自分たちは同盟軍を合わせても十一万人を超えなかったものの、ペルシア戦争に勝利したということ、これだけを受け取るのでは十分ではないからである。 むしろ彼らは、それらの出来事が起こった場所をも歴史から学びたいと望み、彼らがなぜそれらの驚くべき予期せぬ偉業を成し遂げたのか、その原因を聞きたいと望み、また野蛮人およびギリシア人の軍勢の指揮官たちが誰であったかを調査し、その戦いにおいて成し遂げられたすべての事柄について、いわば何も耳にしないままでいることがないようにしたいと望むのである。
§11.1.3ἥδεται γὰρ ἡ διάνοια παντὸς ἀνθρώπου χειραγωγουμένη διὰ τῶν λόγων ἐπὶ τὰ ἔργα καὶ μὴ μόνον ἀκούουσα τῶν λεγομένων, ἀλλὰ καὶ τὰ πραττόμενα ὁρῶσα.
すべての人の知性は、言論によって実際の出来事へと導かれ、語られることをただ聴くだけでなく、行われていることを見る(目にする)ときに喜びを感じるからである。
οὐδέ γʼ ὅταν πολιτικὰς ἀκούσωσι πράξεις, ἀρκοῦνται τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας τῶν πραγμάτων μαθόντες, ὅτι συνεχώρησαν Ἀθηναῖοι Λακεδαιμονίοις τείχη τε καθελεῖν τῆς πόλεως αὐτῶν καὶ ναῦς διατεμεῖν καὶ φρουρὰν εἰς τὴν ἀκρόπολιν εἰσαγαγεῖν καὶ ἀντὶ τῆς πατρίου δημοκρατίας ὀλιγαρχίαν τῶν κοινῶν ἀποδεῖξαι κυρίαν οὐδὲ πρὸς αὐτοὺς ἀγῶνα ἀράμενοι, ἀλλʼ εὐθὺς ἀξιοῦσι καὶ τίνες ἦσαν αἱ κατασχοῦσαι τὴν πόλιν ἀνάγκαι, διʼ ἃς ταῦτα τὰ δεινὰ καὶ σχέτλια ὑπέμεινε, καὶ τίνες οἱ πείσαντες αὐτοὺς λόγοι καὶ ὑπὸ τίνων ῥηθέντες ἀνδρῶν καὶ πάντα, ὅσα παρακολουθεῖ τοῖς πράγμασι, διδαχθῆναι.
また彼らは政治的な出来事について聞くときも、アテナイ人が彼ら(ラケダイモン人)に対して戦いを挑むことすらせずに、自らの市の城壁を破壊し、船を裁断し、アクロポリスに守備隊を受け入れ、祖先伝来の民主政の代わりに寡頭政を国政の支配者とすることに同意したという、出来事の要点と結末を知るだけで満足することはない。 そうではなく、彼らは直ちに、市を襲ったいかなる不可避の事態によって市がこれらの恐るべき無残な苦難を耐え忍ばねばならなかったのか、彼らを説得した言論はどのようなもので、誰によって語られたのか、そしてその出来事に伴うすべての事柄について教えられることを要求するのである。
§11.1.4τοῖς δὲ πολιτικοῖς ἀνδράσιν, ἐν οἷς ἔγωγε τίθεμαι καὶ τοὺς φιλοσόφους, ὅσοι μὴ λόγων, ἀλλʼ ἔργων καλῶν ἄσκησιν ἡγοῦνται τὴν φιλοσοφίαν, τὸ μὲν ἥδεσθαι τῇ παντελεῖ θεωρίᾳ τῶν παρακολουθούντων τοῖς πράγμασι κοινὸν ὥσπερ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει·
政治に携わる人々にとって――彼らの中に私は、哲学を言論ではなく美しき行いの実践であるとみなす哲学者たちをも含めるのだが―― 出来事に伴う事柄の全体的な観察を喜ぶことは、他の人々(一般大衆)と同様に共通して存在している。
χωρὶς δὲ τῆς ἡδονῆς περιγίγνεται τὸ περὶ τοὺς ἀναγκαίους καιροὺς μεγάλα τὰς πόλεις ἐκ τῆς τοιαύτης ἐμπειρίας ὠφελεῖν, καὶ ἄγειν αὐτὰς ἑκούσας ἐπὶ τὰ συμφέροντα διὰ τοῦ λόγου.
しかし、その喜びとは別に、決定的な局面において、そのような経験から国々に大いなる便益をもたらし、説得によって自発的に有益な方向へと国々を導くという成果が、このような人々には得られるのである。
§11.1.5ῥᾷστα γὰρ οἱ ἄνθρωποι τά τε ὠφελοῦντα καὶ βλάπτοντα καταμανθάνουσιν, ὅταν ἐπὶ παραδειγμάτων ταῦτα πολλῶν ὁρῶσι, καὶ τοῖς ἐπὶ ταῦτα παρακαλοῦσιν αὐτοὺς φρόνησιν μαρτυροῦσι καὶ πολλὴν σοφίαν.
人間は、多くの先例に基づいてそれらを見る(目にする)とき、何が有益で何が有害であるかを最も容易に理解するからであり、そして、自分たちをこれらへと促す人々に、思慮深さと多くの知恵があることを認めるからである。
διὰ ταύτας δή μοι τὰς αἰτίας ἔδοξεν ἅπαντα ἀκριβῶς διελθεῖν τὰ γενόμενα περὶ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας,
まさにこれらの理由から、私には、その寡頭政の打倒に関して起こったすべての事柄を正確に詳述することがふさわしいと思われた。
§11.1.6ὅσα δὴ καὶ λόγου τυχεῖν ἄξια ἡγοῦμαι.
それらは、記述に値すると私が考える限りのすべてのことである。
ποιήσομαι δὲ τὸν περὶ αὐτῶν λόγον οὐκ ἀπὸ τῶν τελευταίων ἀρξάμενος, ἅ δοκεῖ τοῖς πολλοῖς αἴτια γενέσθαι μόνα τῆς ἐλευθερίας, λέγω δὲ τῶν περὶ τὴν παρθένον ἁμαρτηθέντων Ἀππίῳ διὰ τὸν ἔρωτα· προσθήκη γὰρ αὕτη γε καὶ τελευταία τῆς ὁργῆς τῶν δημοτῶν αἰτία μυρίων ἄλλων προηγησαμένων, ἀλλʼ ἀφʼ ὧν ἤρξατο πρῶτον ἡ πόλις ὑπὸ τῆς δεκαδαρχίας ὑβρίζεσθαι.
しかし、私はそれらに関する叙述を、一般の人々には自由をもたらした唯一の原因であると考えられている最後の事件、すなわち、アッピウスが恋のために乙女に対して犯した過ちから始めるのではなく、――なぜなら、これは、他の無数の原因が先行した後に生じた、平民たちの怒りの付け足しであり最後の原因にすぎないからである、――むしろ、十人官たちによって市が最初に虐げられ始めた時点から始めるつもりである。
ταῦτα πρῶτον ἐρῶ καὶ διέξειμι πάσας ἐφεξῆς τὰς ἐν τῇ τότε καταστάσει γενηθείσας παρανομίας.
私はまずこれらについて語り、当時の支配体制において引き続いて行われたすべての違法行為を、順を追って詳しく述べるつもりである。

語釈・文法注

  1. 11.1.1ἔτη τρία τῶν κοινῶν ἐπιμεληθεῖσαν — ἔτη τρία は時間の持続を表す対格であり、τῶν κοινῶν は動詞 ἐπιμελέομαι の目的語としての属格。分詞 ἐπιμεληθεῖσαν は τὴν τῶν δέκα ἀρχὴν(十人官の支配)を修飾し、「3年間にわたり国家を管理した」という持続的な行為を示す。
  2. 11.1.1ἀναγκαίας ὑπολαμβάνων εἶναι καὶ καλὰς τὰς τοιαύτας μαθήσεις — 分詞 ὑπολαμβάνων(みなして、考えて)に導かれる対格不定詞構文。意味上の主語は τὰς τοιαύτας μαθήσεις であり、補語として ἀναγκαίας および καλὰς が不定詞 εἶναι とともに置かれている。
  3. 11.1.2τοῖς τε γὰρ πολλοῖς οὐκ ἀπαρκεῖ τοῦτο μόνον ἐκ τῆς ἱστορίας παραλαβεῖν — 非人称動詞 οὐκ ἀπαρκεῖ(十分ではない)の主語は不定詞句 τοῦτο μόνον... παραλαβεῖν であり、τοῖς πολλοῖς は関与の与格。後ろの ὅτι 節は代名詞 τοῦτο の内容を具体的に示す同格節である。
  4. 11.1.4τοῖς δὲ πολιτικοῖς ἀνδράσιν... τὸ μὲν ἥδεσθαι... κοινὸν ὥσπερ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει — 文頭の τοῖς δὲ πολιτικοῖς ἀνδράσιν は、動詞 ὑπάρχει(存在する、備わっている)の与格(所有の与格または関与の与格)としてかかる。主語は冠詞付き不定詞 τὸ μὲν ἥδεσθαι であり、κοινὸν はその述語形容詞。
  5. 11.1.6ἀλλʼ ἀφʼ ὧν ἤρξατο πρῶτον ἡ πόλις ὑπὸ τῆς δεκαδαρχίας ὑβρίζεσθαι — ἀφʼ ὧν は ἀπὸ τούτων ἅ(あるいは ὧν)からの関係代名詞の同化(attraction)であり、先行詞が省略されている。直訳すると「市が十人官によって虐げられ始めたそれらの(出来事/時期)から」となる。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §11.1.1-11.1.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.1.1-11.1.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。