§11.2.1πρώτη μὲν οὖν ἦν ἡ δόξασα γενέσθαι τοῦ κατὰ τῆς ὀλιγαρχίας μίσους πρόφασις, ὅτι συνύφηναν τὴν δευτέραν ἀρχὴν τῇ προτέρᾳ δήμου τε ὑπεριδόντες καὶ βουλῆς καταφρονήσαντες· ἔπειθʼ ὅτι τοὺς χαριεστάτους Ῥωμαίων, οἷς οὐ κατὰ γνώμην τὰ πραττόμενα ὑπʼ αὐτῶν ἦν, οὓς μὲν ἐξήλαυνον ἐκ τῆς πόλεως αἰτίας ἐπιφέροντες ψευδεῖς καὶ δεινάς, οὓς δὲ ἀπεκτίννυσαν, κατηγόρους τε αὐτοῖς ὑποπέμποντες ἐκ τῶν ἰδίων ἑταίρων καὶ τὰς δίκας ταύτας αὐτοὶ δικάζοντες· μάλιστα δʼ ὅτι τοῖς θρασυτάτοις τῶν νέων, οὓς εἶχον ἕκαστοι περὶ αὑτούς, ἐφῆκαν ἄγειν καὶ φέρειν τὰ τῶν ἐναντιουμένων τῇ πολιτείᾳ.
那么,最初且被认为引起对寡头政治仇恨的借口是,他们无视人民并轻视元老院,将第二任期与前一任期交织在一起(强行连任);其次,对于罗马人中最优秀、且不赞成他们所作所为的人,他们有的人被加上虚假而可怕的罪名逐出城市,有的人则被杀害,他们从自己的亲信中派出告发者指控他们,并由自己来审判这些案件;最严重的是,他们允许各自留在身边的最放肆的年轻人们,去掠夺那些反对该体制之人的财产。
§11.2.2οἱ δʼ ὥσπερ ἁλούσης πολέμῳ κατὰ κράτος τῆς πατρίδος οὐ τὰ χρήματα μόνον ἀφῃροῦντο τοὺς νόμῳ κτησαμένους, ἀλλὰ καὶ εἰς τὰς γαμετὰς αὐτῶν τὰς εὐμόρφους παρενόμουν καὶ εἰς θυγατέρας ἐπιγάμους καθύβριζον καὶ πληγὰς τοῖς ἀγανακτοῦσιν ὥσπερ ἀνδραπόδοις ἐδίδοσαν· καὶ παρεσκεύασαν, ὅσοις ἀφόρητα εἶναι τὰ γινόμενα ἐδόκει, καταλιπόντας τὴν πατρίδα γυναιξὶν ὁμοῦ καὶ τέκνοις εἰς τὰς πλησίον ἐξοικίζεσθαι πόλεις, ὑποδεχομένων αὐτοὺς Λατίνων μὲν διὰ τὸ % ἀσθενές, Ἑρνίκων δὲ διὰ τὴν ἔναγχος γενομένην αὐτοῖς ὑπὸ Ῥωμαίων ἰσοπολιτείαν.
而这些年轻人们,仿佛祖国在战争中被强行攻陷一般,不仅夺取了那些依法拥有财产者的财物,还对他们美丽的妻子施加不法行为,侮辱他们到了适婚年龄的女儿,并对那些感到愤慨的人像对待奴隶一样施以鞭打;他们还使得所有认为这些所作所为无法容忍的人,抛弃祖国,携妻带子迁往邻近的城市,其中拉丁人因其软弱(或亲缘关系)而接纳了他们,赫尔尼基人则因最近由罗马人赋予的同等公民权而接纳了他们。
ὥσθʼ, ὅπερ εἰκὸς ἦν, τελευτῶντες αὐτοὶ κατελείφθησαν οἱ φιλοτύραννοι, καὶ οἷς μηδεμία τῶν κοινῶν φροντὶς ἦν.
结果,正如所料,最后留下的只有那些拥护僭主的人,以及对国家事务毫无关切的人。
§11.2.3οὔτε γὰρ οἵ γε πατρίκιοι διέμενον ἐν τῇ πόλει θωπεύειν μὲν οὐκ ἀξιοῦντες τοὺς ἡγεμόνας, ἐναντιοῦσθαι δὲ τοῖς πραττομένοις ἀδυνατοῦντες, οὔθʼ οἱ καταγραφέντες εἰς τὸ βουλευτικὸν συνέδριον, οὓς ἐπάναγκες ἔδει παρεῖναι ταῖς ἀρχαῖς, ἀλλὰ καὶ τούτων οἱ πλείους ἀνασκευασάμενοι πανοικεσίᾳ καὶ τὰς οἰκίας ἐρήμους ἀφέντες ἐν τοῖς ἀγροῖς διέτριβον.
因为贵族们既不愿奉承统治者,又无法反对他们的所作所为,因而没有留在城市里;那些被列入元老院会议成员、本必须出席政务官会议的人也是如此,他们中的大多数人也带着全家收拾行装,丢下空无一人的房屋,在乡间度日。
§11.2.4τοῖς δὲ ὀλιγαρχικοῖς καθʼ ἡδονὴν αἱ τῶν ἐπιφανεστάτων ἀνδρῶν ἐγίνοντο φυγαὶ πολλῶν μὲν καὶ ἄλλων ἕνεκα, μάλιστα δὲ ὅτι τοῖς ἀκολάστοις τῶν νέων πολὺ τὸ αὔθαδες προσεγίνετο μηδʼ ὄψει δυναμένοις ἰδεῖν, οὓς ἔμελλον ἀσελγές τι πράττοντες αἰσχύνεσθαι.
对于寡头政治的支持者来说,那些最杰出的人士的逃亡因许多其他原因而令他们感到高兴,尤其是因为这让放荡的年轻人增加了极大的傲慢,因为年轻人们在做出荒淫无耻的行为时,甚至无法用目光看见那些本会让他们感到羞愧的人。