§11.3.1ἐρημουμένης δὲ τοῦ κρείττονος ἔθνους τῆς πόλεως καὶ τὸ ἐλεύθερον ἅπαν ἀπολωλεκυίας ἀφορμὴν κρατίστην ὑπολαβόντες ἐκεῖνοι οἱ πολέμῳ κρατηθέντες ὑπʼ αὐτῆς τάς τε ὕβρεις ἃς ὑβρίσθησαν ἀποτίσασθαι καὶ τὰ ἀπολωλότα ἀναλαβεῖν, ὡς νοσούσης διὰ τὴν ὀλιγαρχίαν τῆς πόλεως καὶ οὔτε συστῆναι οὔθʼ ὁμονοῆσαι οὔτʼ ἀντιλαβέσθαι τῶν κοινῶν ἔτι δυνησομένης, παρασκευασάμενοι τὰ πρὸς τὸν πόλεμον ἐλαύνουσιν ἐπʼ αὐτὴν στρατεύμασι μεγάλοις.
市がより優れた人々を失って空虚になり、自由をことごとく喪失してしまったので、かつてローマによって戦争で征服された敵国の人々は、自分たちが受けた屈辱を晴らし、失ったものを取り戻す最大の好機と捉え、市が寡頭政のために病んでおり、もはや一致団結することも、和合することも、国事に共に対処することもできないであろうと考えて、戦争の準備を整えた上で、大軍を率いて市へと進軍した。
§11.3.2καὶ κατὰ τὸν αὐτὸν χρόνον Σαβῖνοι ἐμβαλόντες εἰς τὴν ὁμοτέρμονα καὶ πολλῆς γενόμενοι λείας ἐγκρατεῖς φόνον τε πολὺν ἐργασάμενοι τοῦ γεωργικοῦ πλήθους ἐν Ἠρήτῳ κατεστρατοπέδευσαν·
そして同じ頃、サビニ人が隣接する領土に侵入し、多くの略奪品を手に入れ、農民の多大なる殺戮を行った後、エレトゥムに陣を敷いた。
διέστηκε δʼ ἀπὸ τῆς Ῥώμης ἡ πόλις αὕτη τετταράκοντα καὶ ἑκατὸν σταδίους πλησίον οὖσα
この町はローマから百四十スタディオン離れており、近くにある。
§11.3.3Τιβέρεως ποταμοῦ.
ティベリス川の。
Αἰκανοὶ δʼ εἰς τὴν Τυσκλάνων γῆν ἐμβαλόντες ὅμορον οὖσαν σφίσι καὶ πολλὰ δῃώσαντες αὐτῆς ἐν Ἀλγιδῷ πόλει τίθενται τὸν χάρακα.
他方、アイクイ人は自分たちと隣接するトゥスクルム人の土地に侵入し、その多くを荒廃させ、アルギドゥス市に陣を構えた。
ὡς δʼ ἤκουσαν οἱ δέκα τὴν τῶν πολεμίων ἔφοδον, τεταραγμένοι συνεκάλουν τὰς ἑταιρείας, καὶ μετὰ τούτων ὅ τι χρὴ πράττειν ἐσκόπουν.
十人官たちは敵の侵攻を耳にすると、うろたえて自らの派閥の者たちを招集し、彼らとともに何をなすべきかを検討した。
§11.3.4τὸ μὲν οὖν ὑπερόριον ἀποστέλλειν στρατιὰν καὶ μὴ περιμένειν, ἕως ἐπʼ αὐτὴν ἔλθωσι τὴν πόλιν αἱ τῶν πολεμίων δυνάμεις, ἅπασιν ἐδόκει·
さて、国境の外へ軍隊を派遣し、敵の軍勢が市そのものに迫るのを待たないようにすることは、全員の意見が一致した。
παρεῖχε δʼ αὐτοῖς πολλὴν ἀπορίαν, πρῶτον μὲν εἰ πάντας Ῥωμαίους ἐπὶ τὰ ὅπλα κλητέον καὶ τοὺς ἀπεχθομένους τῇ πολιτείᾳ· ἔπειθʼ ὁποίαν τινὰ δεήσει τὴν καταγραφὴν τῶν στρατιωτῶν ποιήσασθαι, πότερον αὐθάδη καὶ μισοπόνηρον οἵας ἔθος ἦν ποιεῖσθαι τοῖς τε βασιλεῦσι καὶ τοῖς ὑπάτοις, ἢ φιλάνθρωπον καὶ μέτριον.
しかし彼らにとって大きな難問となったのは、第一に、すべてのローマ人、それも現体制を憎んでいる者たちまでも武装召集すべきかどうか、第二に、兵士の徴募をどのようなものにすべきか、すなわち、かつて王たちや執政官たちが行う習慣であったような厳格で不法を容赦しないものにするか、それとも温厚で穏健なものにするか、ということであった。
§11.3.5ἐδόκει τʼ αὐτοῖς οὐδʼ ἐκεῖνο μικρᾶς εἶναι ζητήσεως ἄξιον, τί τὸ κυρῶσον ἔσται τὴν περὶ τοῦ πολέμου γνώμην καὶ τὴν στρατολογίαν ψηφιούμενον, πότερα τὸ συνέδριον τῆς βουλῆς ἢ τὸ δημοτικὸν πλῆθος ἢ τούτων μὲν οὐδέτερον, ἐπεὶ διʼ ὑποψίας ἦν αὐτοῖς ἑκάτερον, αὐτοὶ δὲ σφίσιν αὐτοῖς οἱ δέκα.
また彼らにとって、戦争に関する決議を承認し、兵士招集を決議する主体を何にするかということも、決して些細な検討事項ではないと思われた。 すなわち、元老院会議か、平民の集団か、あるいは彼らにとってどちらも疑わしい存在であったため、そのいずれでもなく十人官である彼ら自身が自ら行うべきか、という点である。
τέλος δʼ οὖν πολλὰ βουλευσάμενοι τὴν βουλὴν ἔγνωσαν συγκαλεῖν καὶ ποιεῖν, ὅπως τόν τε πόλεμον αὐτοῖς ἐκείνη ψηφιεῖται καὶ τὴν τοῦ στρατοῦ §11.3.6καταγραφὴν ἐπιτρέψει ποιήσασθαι.
しかし結局、重ねて熟議した末、彼らは元老院を招集し、元老院が自分たちのために戦争を決議し、軍の徴募を行うことを委ねるように取り計らうことを決定した。
εἰ γὰρ ὑπὸ τοῦ συνεδρίου κυρωθείη τούτων ἑκάτερον, πρῶτον μὲν εὐπειθεῖς ἔσεσθαι πάντας ὑπελάμβανον ἄλλως τε καὶ τῆς δημαρχικῆς ἐξουσίας καταλελυμένης, ᾗ μόνῃ κατὰ νόμους ἐξῆν ἐναντιοῦσθαι τοῖς ὑπὸ τῶν δυνατῶν ἐπιταττομένοις·
というのも、もしこの両方が元老院によって承認されるならば、第一に、人々は皆従順になるだろうと彼らは考えたからである。 とりわけ、権力者たちの命令に法に則って抵抗し得た唯一の存在である、護民官の職権が廃止されている状況であればなおさらであった。
ἔπειτʼ αὐτοὶ δόξειν ὑπηρετοῦντες τῇ βουλῇ καὶ τὰ κυρωθέντα ὑπʼ ἐκείνης πράττοντες κατὰ νόμους ἀνειληφέναι τὴν ἐξουσίαν τοῦ πολέμου.
第二に、自分たちが元老院に奉仕し、そこで承認されたことを実行しているように見せることで、法に基づいて戦争の権限を手にしたのだと見なされるだろうと考えたからである。