§11.1.1ἐπὶ δὲ τῆς ὀγδοηκοστῆς καὶ τρίτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος, ἄρχοντος Ἀθήνησι Φιλίσκου καταλύουσι Ῥωμαῖοι τὴν τῶν δέκα ἀρχὴν ἔτη τρία τῶν κοινῶν ἐπιμεληθεῖσαν.
在第八十三届奥林匹亚运动会期间(希美拉的克里松获得短跑冠军),当菲利斯库斯在雅典担任执政官时,罗马人推翻了管理国家事务达三年之久的十人委员会的统治。
ὃν δὲ τρόπον ἐπεχείρησαν ἐρριζωμένην ἤδη τὴν δυναστείαν ἐξελεῖν, καὶ τίνων ἀνδρῶν ἡγησαμένων τῆς ἐλευθερίας, καὶ διὰ ποίας αἰτίας καὶ προφάσεις, ἐξ ἀρχῆς ἀναλαβὼν πειράσομαι διελθεῖν ἀναγκαίας ὑπολαμβάνων εἶναι καὶ καλὰς τὰς τοιαύτας μαθήσεις ἅπασι μὲν ὡς εἰπεῖν ἀνθρώποις, μάλιστα δʼ ὅσοι περὶ τὴν φιλόσοφον θεωρίαν καὶ περὶ τὰς πολιτικὰς διατρίβουσι πράξεις.
他们如何试图铲除这一已经根深蒂固的权力,是在哪些人的领导下夺回自由的,又是由于什么原因和借口,我将从头开始试图进行详述,因为我认为这种学习对几乎所有人来说都是必要且有益的,尤其是对那些致力于哲学思考和政治实践的人。
§11.1.2τοῖς τε γὰρ πολλοῖς οὐκ ἀπαρκεῖ τοῦτο μόνον ἐκ τῆς ἱστορίας παραλαβεῖν, ὅτι τὸν Περσικὸν πόλεμον — ἵνʼ ἐπὶ τούτου ποιήσωμαι τὸν λόγον — ἐνίκησαν Ἀθηναῖοί τε καὶ Λακεδαιμόνιοι δυσὶ ναυμαχίαις καὶ πεζομαχίᾳ μιᾷ καταγωνισάμενοι τὸν βάρβαρον τριακοσίας ἄγοντα μυριάδας αὐτοὶ σὺν τοῖς συμμάχοις οὐ πλείους ὄντες ἕνδεκα μυριάδων, ἀλλὰ καὶ τοὺς τόπους, ἐν οἷς αἱ πράξεις ἐγένοντο, βούλονται παρὰ τῆς ἱστορίας μαθεῖν, καὶ τὰς αἰτίας ἀκοῦσαι, διʼ ἃς τὰ θαυμαστὰ καὶ παράδοξα ἔργα ἐπετέλεσαν, καὶ τίνες ἦσαν οἱ τῶν στρατοπέδων ἡγεμόνες τῶν τε βαρβαρικῶν καὶ τῶν Ἑλληνικῶν ἱστορῆσαι, καὶ μηδενὸς ὡς εἰπεῖν ἀνήκοοι γενέσθαι τῶν συντελεσθέντων περὶ τοὺς ἀγῶνας.
因为对于普通大众来说,仅从历史中得知这些——以此为例——是不够的:雅典人和拉刻代蒙人在波斯战争中,通过两场海战和一场陆战击败了率领三百万军队的野蛮人,而他们自己和盟友加起来也不超过十一万人,赢得了战争的胜利;相反,他们还希望从历史中了解事件发生的地点,听取他们为何能完成这些惊人且出人意料的伟业的原因,并探寻野蛮人和希腊军队的指挥官都是谁,可以说,不希望对那些在战斗中完成的任何事情一无所知。
§11.1.3ἥδεται γὰρ ἡ διάνοια παντὸς ἀνθρώπου χειραγωγουμένη διὰ τῶν λόγων ἐπὶ τὰ ἔργα καὶ μὴ μόνον ἀκούουσα τῶν λεγομένων, ἀλλὰ καὶ τὰ πραττόμενα ὁρῶσα.
因为每个人的心灵在通过语言被引导至实际行动中,不仅听到所说的话,而且看到所做的事时,都会感到愉悦。
οὐδέ γʼ ὅταν πολιτικὰς ἀκούσωσι πράξεις, ἀρκοῦνται τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας τῶν πραγμάτων μαθόντες, ὅτι συνεχώρησαν Ἀθηναῖοι Λακεδαιμονίοις τείχη τε καθελεῖν τῆς πόλεως αὐτῶν καὶ ναῦς διατεμεῖν καὶ φρουρὰν εἰς τὴν ἀκρόπολιν εἰσαγαγεῖν καὶ ἀντὶ τῆς πατρίου δημοκρατίας ὀλιγαρχίαν τῶν κοινῶν ἀποδεῖξαι κυρίαν οὐδὲ πρὸς αὐτοὺς ἀγῶνα ἀράμενοι, ἀλλʼ εὐθὺς ἀξιοῦσι καὶ τίνες ἦσαν αἱ κατασχοῦσαι τὴν πόλιν ἀνάγκαι, διʼ ἃς ταῦτα τὰ δεινὰ καὶ σχέτλια ὑπέμεινε, καὶ τίνες οἱ πείσαντες αὐτοὺς λόγοι καὶ ὑπὸ τίνων ῥηθέντες ἀνδρῶν καὶ πάντα, ὅσα παρακολουθεῖ τοῖς πράγμασι, διδαχθῆναι.
同样,当他们听到政治事务时,也不满足于仅得知事情的大意和结局,即雅典人甚至没有与他们进行斗争,就同意拉刻代蒙人拆毁他们城市的城墙、裁断他们的船只、将驻军引入卫城,并设立寡头政治代替祖传的民主制度来主导国家事务。 相反,他们立刻要求被教导:究竟是什么样的不可避免的局势笼罩了城市,以至于城市不得不忍受这些可怕而残酷的事,劝说他们的言论又是什么,由哪些人发表,以及伴随着这些事件的所有情况。
§11.1.4τοῖς δὲ πολιτικοῖς ἀνδράσιν, ἐν οἷς ἔγωγε τίθεμαι καὶ τοὺς φιλοσόφους, ὅσοι μὴ λόγων, ἀλλʼ ἔργων καλῶν ἄσκησιν ἡγοῦνται τὴν φιλοσοφίαν, τὸ μὲν ἥδεσθαι τῇ παντελεῖ θεωρίᾳ τῶν παρακολουθούντων τοῖς πράγμασι κοινὸν ὥσπερ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει·
对于政治家来说——在他们之中我也包括了那些认为哲学是对美好行为的实践而非空谈的哲学家—— 对伴随事件的完整观察而感到愉悦,正如对其他人一样也是共同存在的。
χωρὶς δὲ τῆς ἡδονῆς περιγίγνεται τὸ περὶ τοὺς ἀναγκαίους καιροὺς μεγάλα τὰς πόλεις ἐκ τῆς τοιαύτης ἐμπειρίας ὠφελεῖν, καὶ ἄγειν αὐτὰς ἑκούσας ἐπὶ τὰ συμφέροντα διὰ τοῦ λόγου.
然而,除了这种愉悦之外,他们还能从这种经验中获得在必要的关键时刻对国家提供极大帮助的好处,并通过言论引导她们自愿走向有益的方向。
§11.1.5ῥᾷστα γὰρ οἱ ἄνθρωποι τά τε ὠφελοῦντα καὶ βλάπτοντα καταμανθάνουσιν, ὅταν ἐπὶ παραδειγμάτων ταῦτα πολλῶν ὁρῶσι, καὶ τοῖς ἐπὶ ταῦτα παρακαλοῦσιν αὐτοὺς φρόνησιν μαρτυροῦσι καὶ πολλὴν σοφίαν.
因为人们在许多先例中看到这些时,最容易领会什么是受益的,什么是受害的,并且能向那些劝导他们走向这些方向的人证明其思虑与巨大的智慧。
διὰ ταύτας δή μοι τὰς αἰτίας ἔδοξεν ἅπαντα ἀκριβῶς διελθεῖν τὰ γενόμενα περὶ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας, §11.1.6ὅσα δὴ καὶ λόγου τυχεῖν ἄξια ἡγοῦμαι.
正是因为这些原因,我认为有必要精确地详述关于推翻这一寡头政治所发生的一切,即我认为值得记载的全部事情。
ποιήσομαι δὲ τὸν περὶ αὐτῶν λόγον οὐκ ἀπὸ τῶν τελευταίων ἀρξάμενος, ἅ δοκεῖ τοῖς πολλοῖς αἴτια γενέσθαι μόνα τῆς ἐλευθερίας, λέγω δὲ τῶν περὶ τὴν παρθένον ἁμαρτηθέντων Ἀππίῳ διὰ τὸν ἔρωτα· προσθήκη γὰρ αὕτη γε καὶ τελευταία τῆς ὁργῆς τῶν δημοτῶν αἰτία μυρίων ἄλλων προηγησαμένων, ἀλλʼ ἀφʼ ὧν ἤρξατο πρῶτον ἡ πόλις ὑπὸ τῆς δεκαδαρχίας ὑβρίζεσθαι.
但我对这些事情的叙述,并不打算从最后一个事件开始——这在大多数人看来似乎是自由的唯一原因,我指的是阿皮乌斯因迷恋而对那名少女犯下的过错;因为这只是平民愤怒的附加和最后的起因,在此之前已有无数其他事件发生——而是要从城市最初开始受到十人委员会虐待的时候写起。
ταῦτα πρῶτον ἐρῶ καὶ διέξειμι πάσας ἐφεξῆς τὰς ἐν τῇ τότε καταστάσει γενηθείσας παρανομίας.
我将首先讲述这些,并依次详述在当时的统治制度下发生的所有违法行为。