Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §10.9.1-10.9.7

護民官による偽造書簡と陰謀の流言

749 / 962 箇所 · ギリシア語

要旨

新たな執政官のもと、法案可決を急ぐ護民官たちは偽造の手紙を用いて平民を扇動・威嚇し、元老院を動かそうとする。この陰謀により市中には様々な噂が飛び交い、緊迫した空気が漂う。

§10.9.1Ποπλίου δὲ Οὐαλερίου Ποπλικόλα καὶ Γαΐου Κλαυδίου Σαβίνου τὴν ὑπατικὴν ἐξουσίαν παραλαβόντων κίνδυνος ὅσος οὔπω τὴν Ῥώμην κατέσχεν ἐξ ἀλλοεθνοῦς πολέμου, ὃν παρήγαγεν ἐντὸς τείχους ἡ πολιτικὴ στάσις, ὡς οἵ τε Σιβύλλειοι χρησμοὶ προὔλεγον καὶ τὰ ἐκ τοῦ δαιμονίου φανέντα προεθέσπισε τῷ παρελθόντι ἐνιαυτῷ.
プブリウス・ウァレリウス・プブリコラとガイウス・クラウディウス・サビヌスが執政官の権力を引き継ぐと、未だかつてないほどの大きな危機が、異民族との戦争からローマを襲った。 その戦争を、国内の党派争いが城壁の内側へと引き入れたのであったが、それはシビュラの託センが予告し、また神的な兆候が前年に予言していた通りであった。
διηγήσομαι δὲ τήν τε αἰτίαν, ἀφʼ ἧς ὁ πόλεμος εἰσῆλθε, καὶ τὰ πραχθέντα τοῖς ὑπάτοις κατὰ τὸν τότε ἀγῶνα.
私は、その戦争が入り込むことになった原因と、その時の闘争において執政官たちによってなされた事績について叙述する。
§10.9.2οἱ παρειληφότες τὸ δεύτερον τὴν δημαρχίαν ἐπὶ τῇ ἐλπίδι τοῦ κυρώσειν τὸν νόμον, ὁρῶντες τῶν τε ὑπάτων τὸν ἕτερον, Γάιον Κλαύδιον, ἔμφυτον τὸ πρὸς τοὺς δημοτικοὺς ἔχοντα μῖσος διὰ προγόνων καὶ παρεσκευασμένον ἁπάσῃ μηχανῇ κωλύειν τὰ γινόμενα, τῶν τε νέων τοὺς πλεῖστον δυναμένους εἰς ἀπόνοιαν φανερὰν προεληλυθότας, οὓς οὐκ ἐνῆν τῷ βιαίῳ καταγωνίσασθαι, μάλιστα δὲ τοῦ δήμου τὸ πλεῖον ὑποκατακλινόμενον ταῖς θεραπείαις τῶν πατρικίων καὶ προθυμίαν οὐκέτι περὶ τοῦ νόμου τὴν αὐτὴν παρεχόμενον, ἰταμωτέραν ὁδὸν ἔγνωσαν ἐπὶ τὰ πράγματα πορεύεσθαι, διʼ ἧς καταπλήξονται μὲν τὸν δῆμον, ἀναβαλοῦσι δὲ τὸν ὕπατον.
法案を可決させるという希望のもとに二度目の護民官職を引き継いだ者たちは、執政官の一人であるガイウス・クラウディウスが、祖先以来の平民に対する憎悪を生まれながらに抱いており、あらゆる手段を講じて進行中の事態を阻もうと準備していること、また、最も有力な若者たちが明らかな狂気へと突き進んでおり、彼らを力づくで打ち負かすことが不可能であること、そして何よりも、平民の過半数が貴族たちの懐柔策に屈しつつあり、法案に対して以前ほどの熱意を示さなくなっていることを見て、事態に向かって、より大胆な道を進むことを決意した。 それによって、彼らは平民を畏怖させ、他方で執政官を引き延ばそうとしたのである。
§10.9.3πρῶτον μὲν κατεσκεύασαν φήμας λέγεσθαι κατὰ τὴν πόλιν παντοδαπάς·
第一に彼らは、市中にあらゆる種類の噂が流れるように仕組んだ。
ἔπειτʼ ἐξ ἑωθινοῦ καθεζόμενοι διʼ ὅλης ἡμέρας συνήδρευον ἐν τῷ φανερῷ, μεταδιδόντες οὐθενὶ τῶν ἔξωθεν οὔτε βουλεύματος οὔτε λόγου.
次に、朝早くから座り込み、一日中、公衆の面前で、しかし外部の誰にもその決議や議論を知らせることなく、密談を重ねた。
ἐπεὶ δὲ καιρὸς ἐπιτήδειος ἔδοξεν αὐτοῖς εἶναι πράττειν τὰ βεβουλευμένα, πλασάμενοι γράμματα καὶ ταῦτα παρασκευάσαντες ἀναδοθῆναι σφίσιν ὑπʼ ἀνδρὸς ἀγνῶτος καθημένοις ἐν ἀγορᾷ, ὡς διῆλθον αὐτά, παίοντες τὰ μέτωπα καὶ §10.9.4κατηφεῖς τὰς ὄψεις ποιήσαντες ἀνίστανται.
そして、計画したことを実行に移すのに適した時が来たと彼らに思われたとき、手紙を偽造し、広場に座っている自分たちに見知らぬ男からそれが手渡されるように手配した。 彼らがその手紙を読み終えると、額を叩き、そして、暗い表情を作って立ち上がった。
πολλοῦ δὲ συνδραμόντος ὄχλου καὶ μέγα τι κακὸν ἐν τοῖς γράμμασιν ἐνεῖναι γεγραμμένον μαντευομένου σιωπὴν προκηρύξαντες εἶπον·
多くの群衆が駆け寄り、その手紙に何か重大な災いが書かれているのではないかと推測する中、彼らは静粛にするよう呼びかけて、こう言った。
ἐν ἐσχάτοις ἐστὶν ὑμῖν κινδύνοις, ὦ πολῖται, τὸ δημοτικόν·
「市民諸君、平民の身は極限の危険にさらされている。
καὶ εἰ μὴ θεῶν τις εὔνοια προείδετο τῶν ἄδικα πάσχειν μελλόντων, εἰς δεινὰς ἂν ἅπαντες ἤλθομεν συμφοράς.
もし不当な苦しみを受けようとしている者たちに対して、神々の慈悲が前もって配慮してくださらなかったならば、我々は皆、恐ろしい災難に見舞われていたことであろう。
αἰτούμεθα δὲ ὑμᾶς βραχὺν ἐπισχεῖν χρόνον, ἕως τῇ βουλῇ δηλώσωμεν τὰ προσαγγελθέντα καὶ μετὰ κοινῆς γνώμης πράξωμεν τὰ §10.9.5δέοντα.
我々は諸君に、通報された事柄を元老院に明らかにし、共通の意思のもとでなすべきことを行うまで、しばらくの間待ってくれるよう求める。
ταῦτʼ εἰπόντες ᾤχοντο πρὸς τοὺς ὑπάτους.
」彼らはこう言って、執政官たちのもとへと去っていった。
ἐν ὅσῳ δὲ ἡ βουλὴ συνήγετο χρόνῳ, πολλοὶ καὶ παντοδαποὶ λόγοι κατὰ τὴν ἀγορὰν ἐγίνοντο, τῶν μὲν ἐκ παρασκευῆς ἃ παρηγγέλλετο αὐτοῖς ὑπὸ τῶν δημάρχων κατὰ συστροφὰς λαλούντων, τῶν δέ, ἃ μάλιστα ἐδεδοίκεσαν μὴ γένηται, ταῦτα ὡς ἀπηγγελμένα τοῖς δημάρχοις λεγόντων.
元老院が集められている間、広場では多くの、そしてあらゆる種類の噂が飛び交った。 ある者たちは、事前に準備された通り、護民官たちから命じられたことを集団を作って話し、またある者たちは、自分たちが最も起こることを恐れていた事態を、あたかも護民官たちに通報されたことであるかのように語っていた。
§10.9.6ἔφη δʼ ὁ μέν τις Αἰκανοὺς καὶ Οὐολούσκους ὑποδεξαμένους Καίσωνα Κοίντιον τὸν ὑπὸ τοῦ δήμου καταδικασθέντα ᾑρῆσθαι στρατηγὸν αὐτοκράτορα τῶν ἐθνῶν καὶ πολλὰς δυνάμεις ἀγείραντα μέλλειν ἐπὶ τὴν Ῥώμην ἐλαύνειν·
ある者はこう言った。 アイクイ族とウォルスキ族が、平民によって有罪判決を受けたカエソ・クィンクティウスを迎え入れ、それら諸部族の全権司令官に選出しており、彼が多くの軍勢を集めてローマへ進軍しようとしている、と。
ὁ δέ τις ἀπὸ κοινῆς γνώμης τῶν πατρικίων τὸν ἄνδρα κατάγεσθαι ξενικαῖς δυνάμεσιν, ἵνα ἡ φυλακὴ καταλυθείῃ νῦν τε καὶ εἰς τὸν λοιπὸν χρόνον τῶν δημοτικῶν·
またある者は、貴族たちの共通の合意に基づいて、その男が異邦人の軍勢を率いて帰還し、現在および将来にわたって平民の防衛体制を解体しようとしているのだ、と言った。
ὁ δέ τις οὐχ ἅπαντας εἶναι τοὺς πατρικίους ἔφη τοὺς ταῦτα βεβουλευμένους, §10.9.7ἀλλὰ μόνους τοὺς νέους.
また別の者は、このような陰謀を企てているのは貴族の全員ではなく、ただ若者たちだけであると言った。
ἐτόλμων δέ τινες λέγειν, ὅτι καὶ ἐντὸς τῆς πόλεως ὁ ἀνὴρ εἴη κρυπτόμενος καὶ μέλλοι καταλαμβάνεσθαι τῶν τόπων τοὺς ἐπικαιροτάτους.
さらに一部の者は、その男が市内にさえ隠れており、最も要衝となる場所を占拠しようとしているとまであえて口にした。
ὅλης δὲ κραδαινομένης ἐπὶ τῇ προσδοκίᾳ τῶν δεινῶν τῆς πόλεως, καὶ πάντων ἀλλήλους ἐχόντων διʼ ὑποψίας καὶ φυλακῆς, οἱ μὲν ὕπατοι τὴν βουλὴν ἐκάλουν, οἱ δὲ δήμαρχοι παρελθόντες ἐδείκνυσαν τὰ προσαγγελλόμενα.
都市全体が恐ろしい事態の予感に揺れ動き、誰もがお互いに疑念を抱き警戒し合う中、執政官たちは元老院を召集し、護民官たちは参入して、通報された事柄を明らかにした。
ἦν δὲ ὁ τοὺς λόγους ὑπὲρ αὐτῶν ποιούμενος Αὖλος Οὐεργίνιος καὶ ἔλεξε τοιάδε·
彼らを代表して発言したのはアウルス・ウェルギニウスであり、次のように述べた。

語釈・文法注

  1. ¦p.v.4p.15¦τοῦ δήμου τὸ πλεῖον ὑποκατακλινόμενον — ὁρῶντες の支配下にある構造において、先行する2つの要素は対格(τὸν ἕτερον... ἔχοντα, τοὺς... προεληλυθότας)であるのに対し、この3つ目の要素は独立属格(genitive absolute)として現れている。あるいは、ὁράω が属格+分詞を直接支配する構文への移行と解釈される。
  2. 10.9.4εἰ μὴ θεῶν τις εὔνοια προείδετο ... ἂν ... ἤλθομεν — 過去の事実に反する条件文(反実仮想)。条件節(εἰ + 直説法過去 προείδετο)と帰結節(ἄν + 直説法過去 ἤλθομεν)によって、「もし〜でなかったならば、〜であっただろう」という過去の反事実的想定を表現している。
  3. ¦2006¦Αἰκανοὺς καὶ Οὐολούσκους ὑποδεξαμένους ... ᾑρῆσθαι ... μέλλειν — 伝聞を表す ἔφη を主動詞とする間接話法(対格不定詞構文)。対格の主語 Αἰκανοὺς καὶ Οὐολούσκους に分詞 ὑποδεξαμένους が係り、主要な不定詞動詞として完了形の ᾑρῆσθαι と現在形の(未来の意を持つ) μέλλειν が並置されている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §10.9.1-10.9.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.9.1-10.9.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。