§10.9.1Ποπλίου δὲ Οὐαλερίου Ποπλικόλα καὶ Γαΐου Κλαυδίου Σαβίνου τὴν ὑπατικὴν ἐξουσίαν παραλαβόντων κίνδυνος ὅσος οὔπω τὴν Ῥώμην κατέσχεν ἐξ ἀλλοεθνοῦς πολέμου, ὃν παρήγαγεν ἐντὸς τείχους ἡ πολιτικὴ στάσις, ὡς οἵ τε Σιβύλλειοι χρησμοὶ προὔλεγον καὶ τὰ ἐκ τοῦ δαιμονίου φανέντα προεθέσπισε τῷ παρελθόντι ἐνιαυτῷ.
When Publius Valerius Publicola and Gaius Claudius Sabinus assumed the consular power, a danger such as never before overtook Rome from a war with foreign nations, which civil strife brought within the walls, just as the Sibylline oracles had foretold and the signs from heaven had predicted in the preceding year.
διηγήσομαι δὲ τήν τε αἰτίαν, ἀφʼ ἧς ὁ πόλεμος εἰσῆλθε, καὶ τὰ πραχθέντα τοῖς ὑπάτοις κατὰ τὸν τότε ἀγῶνα.
I shall relate both the cause from which the war entered and the actions performed by the consuls during that struggle.
§10.9.2οἱ παρειληφότες τὸ δεύτερον τὴν δημαρχίαν ἐπὶ τῇ ἐλπίδι τοῦ κυρώσειν τὸν νόμον, ὁρῶντες τῶν τε ὑπάτων τὸν ἕτερον, Γάιον Κλαύδιον, ἔμφυτον τὸ πρὸς τοὺς δημοτικοὺς ἔχοντα μῖσος διὰ προγόνων καὶ παρεσκευασμένον ἁπάσῃ μηχανῇ κωλύειν τὰ γινόμενα, τῶν τε νέων τοὺς πλεῖστον δυναμένους εἰς ἀπόνοιαν φανερὰν προεληλυθότας, οὓς οὐκ ἐνῆν τῷ βιαίῳ καταγωνίσασθαι, μάλιστα δὲ τοῦ δήμου τὸ πλεῖον ὑποκατακλινόμενον ταῖς θεραπείαις τῶν πατρικίων καὶ προθυμίαν οὐκέτι περὶ τοῦ νόμου τὴν αὐτὴν παρεχόμενον, ἰταμωτέραν ὁδὸν ἔγνωσαν ἐπὶ τὰ πράγματα πορεύεσθαι, διʼ ἧς καταπλήξονται μὲν τὸν δῆμον, ἀναβαλοῦσι δὲ τὸν ὕπατον.
Those who had assumed the tribuneship for the second time in the hope of passing the law, seeing that one of the consuls, Gaius Claudius, possessed an innate hatred towards the plebeians inherited from his ancestors and was prepared by every device to hinder what was being done, and that the most powerful of the youth had advanced to manifest madness, whom it was not possible to overcome by force, and above all, that the greater part of the plebeians was yielding to the courtships of the patricians and no longer displaying the same zeal for the law, resolved to travel a bolder path toward their goals, through which they might terrify the plebeians and delay the consul.
§10.9.3πρῶτον μὲν κατεσκεύασαν φήμας λέγεσθαι κατὰ τὴν πόλιν παντοδαπάς· ἔπειτʼ ἐξ ἑωθινοῦ καθεζόμενοι διʼ ὅλης ἡμέρας συνήδρευον ἐν τῷ φανερῷ, μεταδιδόντες οὐθενὶ τῶν ἔξωθεν οὔτε βουλεύματος οὔτε λόγου.
First, they arranged for rumors of all kinds to be spread through the city; then, sitting from early morning, they held council in public throughout the entire day, sharing neither their plan nor their speech with anyone from the outside.
ἐπεὶ δὲ καιρὸς ἐπιτήδειος ἔδοξεν αὐτοῖς εἶναι πράττειν τὰ βεβουλευμένα, πλασάμενοι γράμματα καὶ ταῦτα παρασκευάσαντες ἀναδοθῆναι σφίσιν ὑπʼ ἀνδρὸς ἀγνῶτος καθημένοις ἐν ἀγορᾷ, ὡς διῆλθον αὐτά, παίοντες τὰ μέτωπα καὶ
And when a suitable opportunity seemed to them to have come to execute what had been resolved, having forged a letter and having arranged for this to be delivered to them by an unknown man as they were sitting in the forum, when they read it through, striking their foreheads and making their countenances downcast, they stood up.
§10.9.4κατηφεῖς τὰς ὄψεις ποιήσαντες ἀνίστανται. πολλοῦ δὲ συνδραμόντος ὄχλου καὶ μέγα τι κακὸν ἐν τοῖς γράμμασιν ἐνεῖναι γεγραμμένον μαντευομένου σιωπὴν προκηρύξαντες εἶπον· ἐν ἐσχάτοις ἐστὶν ὑμῖν κινδύνοις, ὦ πολῖται, τὸ δημοτικόν· καὶ εἰ μὴ θεῶν τις εὔνοια προείδετο τῶν ἄδικα πάσχειν μελλόντων, εἰς δεινὰς ἂν ἅπαντες ἤλθομεν συμφοράς.
As a large crowd ran together and suspected that some great evil was written in the letter, they proclaimed silence and said: "Citizens, the plebeian cause is in the extreme danger; and if some goodwill of the gods had not foreseen the fate of those who were about to suffer injustice, we should all have fallen into terrible misfortunes.
αἰτούμεθα δὲ ὑμᾶς βραχὺν ἐπισχεῖν χρόνον, ἕως τῇ βουλῇ δηλώσωμεν τὰ προσαγγελθέντα καὶ μετὰ κοινῆς γνώμης πράξωμεν τὰ §10.9.5δέοντα. ταῦτʼ εἰπόντες ᾤχοντο πρὸς τοὺς ὑπάτους.
We ask you to wait a short time, until we declare to the senate what has been reported and perform what is necessary with common consent." Having said this, they departed to the consuls.
ἐν ὅσῳ δὲ ἡ βουλὴ συνήγετο χρόνῳ, πολλοὶ καὶ παντοδαποὶ λόγοι κατὰ τὴν ἀγορὰν ἐγίνοντο, τῶν μὲν ἐκ παρασκευῆς ἃ παρηγγέλλετο αὐτοῖς ὑπὸ τῶν δημάρχων κατὰ συστροφὰς λαλούντων, τῶν δέ, ἃ μάλιστα ἐδεδοίκεσαν μὴ γένηται, ταῦτα ὡς ἀπηγγελμένα τοῖς δημάρχοις λεγόντων.
While the senate was assembling, many and varied rumors arose in the forum, some speaking in groups, by prearrangement, about what had been commanded them by the tribunes, and others telling of what they most feared would happen, as if it had been reported to the tribunes.
§10.9.6ἔφη δʼ ὁ μέν τις Αἰκανοὺς καὶ Οὐολούσκους ὑποδεξαμένους Καίσωνα Κοίντιον τὸν ὑπὸ τοῦ δήμου καταδικασθέντα ᾑρῆσθαι στρατηγὸν αὐτοκράτορα τῶν ἐθνῶν καὶ πολλὰς δυνάμεις ἀγείραντα μέλλειν ἐπὶ τὴν Ῥώμην ἐλαύνειν· ὁ δέ τις ἀπὸ κοινῆς γνώμης τῶν πατρικίων τὸν ἄνδρα κατάγεσθαι ξενικαῖς δυνάμεσιν, ἵνα ἡ φυλακὴ καταλυθείῃ νῦν τε καὶ εἰς τὸν λοιπὸν χρόνον τῶν δημοτικῶν· ὁ δέ τις οὐχ ἅπαντας εἶναι τοὺς πατρικίους ἔφη τοὺς ταῦτα βεβουλευμένους,
One said that the Aequians and Volscians, having received Caeso Quinctius, who had been condemned by the people, had chosen him commander-in-chief of their nations, and that, having gathered a large force, he was about to march against Rome; another said that by the common consent of the patricians the man was being brought back with foreign forces, so that the guard of the plebeians might be dissolved now and for the future; another said that it was not all the patricians who had planned this, but only the youth.
§10.9.7ἀλλὰ μόνους τοὺς νέους. ἐτόλμων δέ τινες λέγειν, ὅτι καὶ ἐντὸς τῆς πόλεως ὁ ἀνὴρ εἴη κρυπτόμενος καὶ μέλλοι καταλαμβάνεσθαι τῶν τόπων τοὺς ἐπικαιροτάτους.
And some dared to say that the man was even hiding within the city and was about to seize the most opportune of its places.
ὅλης δὲ κραδαινομένης ἐπὶ τῇ προσδοκίᾳ τῶν δεινῶν τῆς πόλεως, καὶ πάντων ἀλλήλους ἐχόντων διʼ ὑποψίας καὶ φυλακῆς, οἱ μὲν ὕπατοι τὴν βουλὴν ἐκάλουν, οἱ δὲ δήμαρχοι παρελθόντες ἐδείκνυσαν τὰ προσαγγελλόμενα.
While the whole city was shaken by the expectation of terrible things, and everyone held one another in suspicion and guarded against them, the consuls called the senate, and the tribunes, having entered, made known the reports.
ἦν δὲ ὁ τοὺς λόγους ὑπὲρ αὐτῶν ποιούμενος Αὖλος Οὐεργίνιος καὶ ἔλεξε τοιάδε·
The one who made the speech on their behalf was Aulus Verginius, and he spoke as follows: