§10.8.1ταῦτʼ εἰπόντος αὐτοῦ κραυγή τε ἐκ τῶν παρόντων ἐγένετο καὶ ὁρμὴ πολλῶν ἐπὶ τὴν ἐκ χειρὸς δίκην.
彼がこう言うと、出席者たちから叫び声が上がり、多くの者がその手による処罰へと突き進もうとした。
ἀλλʼ οἵ τε ὕπατοι ἐμποδὼν ἐγένοντο καὶ τῶν δημάρχων οἱ πλείους πονηρὸν ἔθος οὐκ ἀξιοῦντες εἰς τὴν πόλιν εἰσάγειν.
しかし、執政官たちが立ちふさがり、護民官たちの過半数も、悪しき慣行を市に導入することは容認できないとして、これを遮った。
ἦν δὲ καὶ τοῦ δήμου τὸ καθαρώτατον οὐ βουλόμενον ἀποστερεῖν λόγου τοὺς ὑπὲρ τῶν μεγίστων ἀγωνιζομένους.
また、平民の中でも最も良識ある人々も、最大の刑罰をめぐって争っている被告から、弁明の機会を奪うことを望まなかった。
§10.8.2τότε μὲν οὖν ἐπέσχε τὴν τῶν θρασυτέρων ὁρμὴν ἡ τοῦ δικαίου πρόνοια, καὶ ἀναβολὴν ἔλαβεν ἡ δίκη, οὐ μικρᾶς ἐμπεσούσης φιλοτιμίας καὶ ζητήσεως ὑπὲρ τοῦ σώματος, εἴτʼ ἐν δεσμοῖς αὐτὸ δεῖ φυλάττεσθαι τέως, εἴτʼ ἐγγυητὰς δοῦναι τῆς ἀφίξεως, ὥσπερ καὶ ὁ πατὴρ ἠξίου·
その時は、正義への配慮がより無謀な者たちの衝動を抑え、裁判は延期された。 身柄をめぐって、すなわち、それまで牢に入れて監視すべきか、それとも父親が求めたように出頭の保証人を立てるべきかをめぐって、少なからぬ対抗意識と詮索が生じたためである。
καὶ ἡ βουλὴ συνελθοῦσα ἐψηφίσατο χρήμασι διεγγυηθὲν ἐλεύθερον εἶναι τὸ σῶμα μέχρι δίκης.
そして元老院が集まり、保証金によって身柄を保証した上で、裁判まで自由にすることを議決した。
§10.8.3τῇ δʼ ἑξῆς ἡμέρᾳ συναγαγόντες οἱ δήμαρχοι τὸ πλῆθος, ἐκλιπόντος τοῦ μειρακίου τὴν δίκην, ἐκύρωσαν τὴν κατʼ αὐτοῦ ψῆφον καὶ τοὺς ἐγγυητὰς δέκα ὄντας ἐπράξαντο τὰ περὶ τοῦ σώματος τῆς ἀποκαταστάσεως ὁμολογηθέντα χρήματα.
翌日、護民官たちは民衆を集めたが、若者が裁判を欠席したため、彼に対する有罪判決の投票を可決し、10人の保証人たちから、身柄の出頭に関して合意されていた保証金を徴収した。
§10.8.4Καίσων μὲν οὖν τοιαύτῃ περιπεσὼν ἐπιβουλῇ, κατασκευασαμένων ἅπαντα τῶν δημάρχων καὶ Οὐολουσκίου ψευδῆ μαρτυρήσαντος, ὡς ἐγένετο φανερὸν σὺν χρόνῳ, φεύγων εἰς Τυρρηνίαν ᾤχετο·
カエソは、護民官たちがすべてを仕組んでおり、ウォルスキウスが偽証をしていた(このことは時間が経つにつれて明らかになったが)ために、このような陰謀に陥り、エトルリアへ亡命するために立ち去った。
ὁ δὲ πατὴρ αὐτοῦ τὰ πλεῖστα τῆς οὐσίας ἀπεμπολήσας καὶ τὰ ὁμολογηθέντα ὑπὸ τῶν ἐγγυητῶν χρήματα ἀποδοὺς ἑαυτῷ χωρίον ἓν μικρὸν ὑπολειπόμενος πέραν τοῦ Τεβέριος ποταμοῦ, ἐν ᾧ ταπεινή τις ἦν καλύβη, γεωργῶν αὐτόθι μετὰ δούλων ὀλίγων ἐπίπονον καὶ ταλαίπωρον ἔζη βίον ὑπὸ λύπης τε καὶ πενίας, οὔτε πόλιν ὁρῶν οὔτε φίλους ἀσπαζόμενος οὔθʼ ἑορτάζων οὔτʼ ἄλλης εὐφροσύνης οὐδεμιᾶς ἑαυτῷ μεταδιδούς.
彼の父親は、財産の大部分を売り払い、保証人たちが合意した金を払い戻し、テベレ川の向こう岸に、質素な小屋がある小さな地所一つを自分用に残して、そこでわずかな奴隷とともに土を耕しながら、悲しみと貧しさの中で、骨の折れる辛い生活を送った。 都市を見ることも、友人を迎えることも、祭りを祝うこともなく、いかなる他の喜びも自分に与えなかった。
τοῖς μέντοι δημάρχοις πολὺ τὸ παράλογον ἐγένετο τῆς ἐλπίδος.
しかし、護民官たちにとっては、その期待は大きく外れることになった。
οὐ γὰρ ὅπως ἐπαύσατο ἡ τῶν νέων φιλοτιμία σωφρονισθεῖσα τῇ Καίσωνος συμφορᾷ, πολὺ δὲ χαλεπωτέρα καὶ πλείων ἐγένετο ἔργοις τε καὶ λόγοις καταγωνιζομένη τὸν νόμον·
若者たちの対抗心は、カエソの災難によって懲らしめられて静まるどころか、行為と議論の両面で法と対決し、はるかに激しく、かつ大きなものとなったからである。
ὥστʼ οὐθὲν ἔτι αὐτοῖς ἐξεγένετο διαπράξασθαι δαπανηθέντος εἰς ταῦτα τοῦ χρόνου τῆς ἀρχῆς.
その結果、彼らの任期の時間がこれらに費やされてしまい、護民官たちにはもはや何一つ達成することができなかった。
ὁ μέντοι δῆμος εἰς τὸν ἐπιόντα πάλιν ἐνιαυτὸν ἄρχοντας ἀπέδειξεν αὐτούς.
しかしながら、平民は、翌年に向けて再び彼らを官長に任命した。