§10.9.1Ποπλίου δὲ Οὐαλερίου Ποπλικόλα καὶ Γαΐου Κλαυδίου Σαβίνου τὴν ὑπατικὴν ἐξουσίαν παραλαβόντων κίνδυνος ὅσος οὔπω τὴν Ῥώμην κατέσχεν ἐξ ἀλλοεθνοῦς πολέμου, ὃν παρήγαγεν ἐντὸς τείχους ἡ πολιτικὴ στάσις, ὡς οἵ τε Σιβύλλειοι χρησμοὶ προὔλεγον καὶ τὰ ἐκ τοῦ δαιμονίου φανέντα προεθέσπισε τῷ παρελθόντι ἐνιαυτῷ.
当普布利乌斯·瓦莱里乌斯·普布利科拉与盖乌斯·克劳狄乌斯·萨比努斯接掌执政官权力时,一场前所未有的危机因与外邦的战争而席卷了罗马,而这场战争正是国内的党派纷争引入城墙之内的,正如西比拉的预言所昭示,以及上天显现的征兆在去年所预言的那样。
διηγήσομαι δὲ τήν τε αἰτίαν, ἀφʼ ἧς ὁ πόλεμος εἰσῆλθε, καὶ τὰ πραχθέντα τοῖς ὑπάτοις κατὰ τὸν τότε ἀγῶνα.
我将叙述战争引入的原因,以及执政官们在当时的斗争中所采取的行动。
§10.9.2οἱ παρειληφότες τὸ δεύτερον τὴν δημαρχίαν ἐπὶ τῇ ἐλπίδι τοῦ κυρώσειν τὸν νόμον, ὁρῶντες τῶν τε ὑπάτων τὸν ἕτερον, Γάιον Κλαύδιον, ἔμφυτον τὸ πρὸς τοὺς δημοτικοὺς ἔχοντα μῖσος διὰ προγόνων καὶ παρεσκευασμένον ἁπάσῃ μηχανῇ κωλύειν τὰ γινόμενα, τῶν τε νέων τοὺς πλεῖστον δυναμένους εἰς ἀπόνοιαν φανερὰν προεληλυθότας, οὓς οὐκ ἐνῆν τῷ βιαίῳ καταγωνίσασθαι, μάλιστα δὲ τοῦ δήμου τὸ πλεῖον ὑποκατακλινόμενον ταῖς θεραπείαις τῶν πατρικίων καὶ προθυμίαν οὐκέτι περὶ τοῦ νόμου τὴν αὐτὴν παρεχόμενον, ἰταμωτέραν ὁδὸν ἔγνωσαν ἐπὶ τὰ πράγματα πορεύεσθαι, διʼ ἧς καταπλήξονται μὲν τὸν δῆμον, ἀναβαλοῦσι δὲ τὸν ὕπατον.
那些怀着通过法案的希望而第二次接掌护民官职的人,看到执政官之一盖乌斯·克劳狄乌斯生来便怀有从祖先继承的对平民的仇恨,并准备用尽一切手段来阻挠正在进行的事情;又看到最强大的青年们已经陷入了明显的疯狂,而无法用武力战胜他们;尤其是看到,大部分平民在贵族的拉拢下屈服,对法案不再表现出同样的积极性。 于是,他们决定走向一条更具胆量的道路,以此来威吓平民,并拖延执政官的行动。
§10.9.3πρῶτον μὲν κατεσκεύασαν φήμας λέγεσθαι κατὰ τὴν πόλιν παντοδαπάς· ἔπειτʼ ἐξ ἑωθινοῦ καθεζόμενοι διʼ ὅλης ἡμέρας συνήδρευον ἐν τῷ φανερῷ, μεταδιδόντες οὐθενὶ τῶν ἔξωθεν οὔτε βουλεύματος οὔτε λόγου.
首先,他们设法使各种谣言在城中流传;接着,他们从清晨起便坐在一起,整天公开集会,却不向外界任何人透露他们的计划或言论。
ἐπεὶ δὲ καιρὸς ἐπιτήδειος ἔδοξεν αὐτοῖς εἶναι πράττειν τὰ βεβουλευμένα, πλασάμενοι γράμματα καὶ ταῦτα παρασκευάσαντες ἀναδοθῆναι σφίσιν ὑπʼ ἀνδρὸς ἀγνῶτος καθημένοις ἐν ἀγορᾷ, ὡς διῆλθον αὐτά, παίοντες τὰ μέτωπα καὶ §10.9.4κατηφεῖς τὰς ὄψεις ποιήσαντες ἀνίστανται.
当他们认为实行所谋划之事的合适时机已到时,便伪造了一封信,并安排在他们坐在广场上时由一个陌生人呈递给他们。 当他们读完信后,拍打着额头,并且面露忧色地站起身来。
πολλοῦ δὲ συνδραμόντος ὄχλου καὶ μέγα τι κακὸν ἐν τοῖς γράμμασιν ἐνεῖναι γεγραμμένον μαντευομένου σιωπὴν προκηρύξαντες εἶπον· ἐν ἐσχάτοις ἐστὶν ὑμῖν κινδύνοις, ὦ πολῖται, τὸ δημοτικόν· καὶ εἰ μὴ θεῶν τις εὔνοια προείδετο τῶν ἄδικα πάσχειν μελλόντων, εἰς δεινὰς ἂν ἅπαντες ἤλθομεν συμφοράς.
当大批群众聚集过来,并猜测信中写有某种巨大的灾祸时,他们宣告肃静并说道:“公民们,平民正处于极度危险之中;如果神明的仁慈没有预先关照那些行将遭受不公之人,我们所有人都会陷入可怕的灾难。
αἰτούμεθα δὲ ὑμᾶς βραχὺν ἐπισχεῖν χρόνον, ἕως τῇ βουλῇ δηλώσωμεν τὰ προσαγγελθέντα καὶ μετὰ κοινῆς γνώμης πράξωμεν τὰ §10.9.5δέοντα.
我们请求你们稍作等待,直到我们将所通报的事项向元老院禀明,并在取得共识后采取必要的行动。
ταῦτʼ εἰπόντες ᾤχοντο πρὸς τοὺς ὑπάτους.
”说罢,他们便朝执政官们那里去了。
ἐν ὅσῳ δὲ ἡ βουλὴ συνήγετο χρόνῳ, πολλοὶ καὶ παντοδαποὶ λόγοι κατὰ τὴν ἀγορὰν ἐγίνοντο, τῶν μὲν ἐκ παρασκευῆς ἃ παρηγγέλλετο αὐτοῖς ὑπὸ τῶν δημάρχων κατὰ συστροφὰς λαλούντων, τῶν δέ, ἃ μάλιστα ἐδεδοίκεσαν μὴ γένηται, ταῦτα ὡς ἀπηγγελμένα τοῖς δημάρχοις λεγόντων.
在元老院集会期间,广场上流传着许多五花八门的流言,有的人按预先的安排,成群结队地谈论护民官们吩咐他们的话,有的人则把自己最害怕发生的事,当作已经向护民官通报的消息来说。
§10.9.6ἔφη δʼ ὁ μέν τις Αἰκανοὺς καὶ Οὐολούσκους ὑποδεξαμένους Καίσωνα Κοίντιον τὸν ὑπὸ τοῦ δήμου καταδικασθέντα ᾑρῆσθαι στρατηγὸν αὐτοκράτορα τῶν ἐθνῶν καὶ πολλὰς δυνάμεις ἀγείραντα μέλλειν ἐπὶ τὴν Ῥώμην ἐλαύνειν· ὁ δέ τις ἀπὸ κοινῆς γνώμης τῶν πατρικίων τὸν ἄνδρα κατάγεσθαι ξενικαῖς δυνάμεσιν, ἵνα ἡ φυλακὴ καταλυθείῃ νῦν τε καὶ εἰς τὸν λοιπὸν χρόνον τῶν δημοτικῶν· ὁ δέ τις οὐχ ἅπαντας εἶναι τοὺς πατρικίους ἔφη τοὺς ταῦτα βεβουλευμένους, §10.9.7ἀλλὰ μόνους τοὺς νέους.
有人说,埃奎人和沃尔斯基人收留了被平民判罪的凯索·昆克蒂乌斯,并推选他为他们部族的独裁统帅,他聚集了大批军队,即将向罗马进军;另有人说,在贵族的共同授意下,此人将带领外邦军队归来,以便彻底瓦解平民现在及未来的防卫力量;还有人说,策划这些阴谋的并非所有贵族,而仅仅是青年人。
ἐτόλμων δέ τινες λέγειν, ὅτι καὶ ἐντὸς τῆς πόλεως ὁ ἀνὴρ εἴη κρυπτόμενος καὶ μέλλοι καταλαμβάνεσθαι τῶν τόπων τοὺς ἐπικαιροτάτους.
甚至有人竟敢说,此人就藏在城内,并准备占领最有利的险要地带。
ὅλης δὲ κραδαινομένης ἐπὶ τῇ προσδοκίᾳ τῶν δεινῶν τῆς πόλεως, καὶ πάντων ἀλλήλους ἐχόντων διʼ ὑποψίας καὶ φυλακῆς, οἱ μὲν ὕπατοι τὴν βουλὴν ἐκάλουν, οἱ δὲ δήμαρχοι παρελθόντες ἐδείκνυσαν τὰ προσαγγελλόμενα.
在全城因预感大祸临头而动荡不安、人人相互猜忌并严加防范之际,执政官们召集了元老院,而护民官们则走上前去,陈述了所通报的情况。
ἦν δὲ ὁ τοὺς λόγους ὑπὲρ αὐτῶν ποιούμενος Αὖλος Οὐεργίνιος καὶ ἔλεξε τοιάδε·
代表他们发言的是奥卢斯·维尔吉尼乌斯,他如此说道: