Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §10.54.1-10.54.7

使節の帰国とアッピウスの執政官選出

794 / 962 箇所 · ギリシア語

要旨

翌年、新たな執政官のもとで疫病が終息し、アテナイから法律を持ち帰った使節が到着する。現職の執政官たちは職権を維持するために後任の選挙を急ぎ、次期執政官となったアッピウスは民衆に法律の制定を約束して新たな権力を得ようとする。

§10.54.1εἰς δὲ τοὐπιὸν ἔτος ὕπατοι μὲν ἀπεδείχθησαν Λεύκιος Μενήνιος καὶ Πόπλιος Σήστιος· ἡ δὲ νόσος εἰς τέλος ἐλώφησε.
翌年、ルキウス・メネニウスとプブリウス・セスティウスが執政官に任命され、疫病はついに終息した。
καὶ μετὰ τοῦτο θυσίαι τε χαριστήριοι θεοῖς ἐπετελοῦντο δημοσίᾳ, καὶ ἀγῶνες ἐπιφανεῖς λαμπραῖς πάνυ χορηγούμενοι δαπάναις, ἐν εὐπαθείαις τε καὶ θαλίαις ἡ πόλις ἦν ὥσπερ εἰκός·
その後、神々への感謝祭が公に執り行われ、きわめて豪華な費用で賄われた華々しい競技会が催され、市は当然のことながら、歓楽と祝祭の中にあった。
καὶ πᾶς ὁ χειμέριος χρόνος ἀμφὶ ταῦτα ἐδαπανήθη.
そして、冬の間ずっとこれらのことに時間が費やされた。
§10.54.2ἀρχομένου δʼ ἔαρος σῖτός τε πολὺς καὶ ἐκ πολλῶν ἤχθη χωρίων, ὁ μὲν πλείων δημοσίᾳ συνωνηθείς, ὁ δέ τις καὶ ὑπʼ ἰδιωτῶν ἐμπόρων κομιζόμενος.
春が始まると、多くの穀物が多くの土地から運び込まれた。 その大半は公費で購入されたものであり、一部は民間の商人たちによってもたらされたものであった。
ἔκαμνε γὰρ οὐχ ἥκιστα ἐν τῇ σπάνει τῆς τροφῆς ὁ λαὸς χέρσου τῆς γῆς ἀφειμένης διὰ τὰς νόσους καὶ τὸν ὄλεθρον τῶν γεωργῶν.
なぜなら、疫病と農民の死滅によって土地が荒れ地のまま放置されていたため、民衆は食糧の不足に何よりも苦しんでいたからである。
§10.54.3ἐν δὲ τῷ αὐτῷ καιρῷ παρεγένοντο ἀπό τʼ Ἀθηνῶν καὶ τῶν ἐν Ἰταλοῖς Ἑλληνίδων πόλεων οἱ πρέσβεις φέροντες τοὺς νόμους.
同じ時期に、アテナイおよびイタリアのギリシア人都市から、法律を持ち帰った使節たちが到着した。
καὶ μετὰ τοῦτο προσῄεσαν οἱ δήμαρχοι τοῖς ὑπάτοις ἀξιοῦντες ἀποδεῖξαι κατὰ τὸ ψήφισμα τῆς βουλῆς τοὺς νομοθέτας.
その後、護民官たちは執政官たちのもとに赴き、元老院の決議に従って立法者たちを任命することを要求した。
οἱ δʼ οὐκ ἔχοντες, ὅτῳ ἂν αὐτοὺς ἀπαλλάξειαν τρόπῳ προσκαθημένους καὶ λιπαροῦντας, ἀχθόμενοι τῷ πράγματι καὶ οὐκ ἀξιοῦντες ἐπὶ τῆς αὑτῶν ἀρχῆς καταλῦσαι τὴν ἀριστοκρατίαν πρόφασιν εὐπρεπῆ προὐβάλοντο λέγοντες ἐν χερσὶν εἶναι τὸν τῶν ἀρχαιρεσίων καιρόν, καὶ δέον αὐτοὺς τοὺς ὑπάτους πρῶτον ἀποδεῖξαι,
執政官たちは、彼らが居座り懇願するのをどのような方法で退ければよいか分からず、この事態を不快に思い、また自分たちの任期中に貴族政を崩壊させることを良しとしなかったため、体裁の良い口実を設けて、選挙の時期が間近に迫っており、まず執政官自身が指名を行う必要があると主張した。
§10.54.4ποιῆσαι δὲ τοῦτʼ οὐκ εἰς μακράν, ἀποδειχθέντων δὲ τῶν ὑπάτων μετʼ ἐκείνων ἀνοίσειν τῷ συνεδρίῳ τὴν περὶ τῶν νομοθετῶν διάγνωσιν.
そして、これをまもなく実行し、執政官たちが任命された暁には、彼らと共に立法者に関する決定を元老院に付託するつもりであると。
συγχωρούντων δὲ τῶν δημάρχων προθέντες ἀρχαιρέσια πολλῷ τάχιον ἢ τοῖς προτέροις ἔθος ἦν ὑπάτους ἀπέδειξαν Ἄππιον Κλαύδιον καὶ Τίτον Γενύκιον, καὶ μετὰ τοῦτο πᾶσαν ἀποθέμενοι τὴν περὶ τῶν κοινῶν φροντίδα, ὡς ἑτέρους ἤδη δέον ὑπὲρ αὐτῶν σκοπεῖν, οὐδὲν ἔτι τοῖς δημάρχοις προσεῖχον, ἀλλὰ διακλέψαι τὸν λοιπὸν χρόνον τῆς ὑπατείας διενοοῦντο.
護民官たちがこれに同意すると、執政官たちは、以前の慣習よりもはるかに早く選挙を公示して、アッピウス・クラウディウスとティトス・ゲヌキウスを執政官に任命した。 その後、国事に関する一切の配慮を投げ打ち、すでに他の人々がこれらについて考慮すべきであるとして、もはや護民官たちに全く注意を払わず、執政官の残りの任期を何もしないでやり過ごそうと企てた。
§10.54.5ἔτυχε δὲ τὸν ἕτερον αὐτῶν Μενήνιον ἀρρωστία τις καταλαβοῦσα χρόνιος.
たまたま、彼らの一人であるメネニウスを慢性の病が襲った。
ἤδη δέ τινες ἔφασαν ὑπὸ λύπης καὶ ἀθυμίας ἐμπεσούσης τῷ ἀνδρὶ τηκεδόνα δυσαπάλλακτον ἐργάσασθαι νόσον.
ある人々は、悲しみと失意がその男を襲ったために、消耗という根治しがたい病気が引き起こされたのだと既に主張していた。
ταύτην δὲ προσλαβὼν τὴν πρόφασιν ὁ Σήστιος ὡς οὐδὲν οἷός τʼ ἦν πράττειν μόνος ἀπεωθεῖτο τὰς τῶν δημάρχων δεήσεις καὶ πρὸς τοὺς νέους ἄρχοντας ἠξίου τρέπεσθαι.
セスティウスはこの口実を利用し、自分一人では何もできないとして、護民官たちの要請を拒絶し、新しい執政官たちの方へ向かうよう求めた。
§10.54.6οἱ δʼ οὐκ ἔχοντες, ὅ τι πράττωσιν, ἕτερον ἐπὶ τοὺς περὶ τὸν Ἄππιον οὔπω τὴν ἐξουσίαν παρειληφότας ἠναγκάζοντο καταφεύγειν, τὰ μὲν ἐν ταῖς ἐκκλησίαις δεόμενοι, τὰ δὲ καταμόνας συντυγχάνοντες·
護民官たちは、他に打つ手がなく、まだ権力を掌握していないアッピウスらのもとに避難せざるを得ず、民会で嘆願したり、個別に会合を持ったりした。
καὶ τέλος ἐξειργάσαντο τοὺς ἄνδρας μεγάλας ὑποτείνοντες ἐλπίδας αὐτοῖς, εἰ τὰ τοῦ δήμου πράγματα ἕλοιντο, τιμῆς καὶ δυναστείας.
そしてついには、もし彼らが民衆の側に立つならば、名誉と支配権に関する大きな期待を彼らに抱かせることによって、その男たちを動かすことに成功した。
§10.54.7εἰσῆλθε γάρ τις τὸν Ἄππιον ἐπιθυμία ξένην ἀρχὴν περιβαλέσθαι καὶ νόμους καταστήσασθαι τῇ πατρίδι ὁμονοίας τε καὶ εἰρήνης καὶ τοῦ μίαν ἅπαντας ἡγεῖσθαι τὴν πόλιν ἄρξαι τοῖς συμπολιτευομένοις.
というのも、アッピウスには、これまでにない新たな職権を身にまとい、祖国のために協調と平和の法律を制定し、すべての市民が自分たちの都市を一つであると考え、共同市民たちを統治することへの強い望みが生じたからである。
οὐ μέντοι καὶ διέμεινέ γε χρηστὸς ἀρχῇ κοσμηθεὶς μεγάλῃ, ἀλλʼ ἐξέπεσε τελευτῶν εἰς φιλαρχίαν ἀπαραχώρητον ὑπὸ μεγέθους ἐξουσίας διαφθαρεὶς καὶ ὀλίγου ἐδέησεν ἐπὶ τυραννίδα ἐλάσαι.
しかし、彼は大きな職権を授けられても、決して善良なままでいたわけではなく、最後には巨大な権力によって堕落し、譲歩を知らない支配欲へと転落し、危うく僭主政治へと走る一歩手前まで行った。
περὶ ὧν κατὰ τὸν οἰκεῖον διαλέξομαι καιρόν.
これらについては、ふさわしい時期に論じることにしよう。

語釈・文法注

  1. 10.54.3δέον αὐτοὺς τοὺς ὑπάτους πρῶτον ἀποδεῖξαι — 非人称動詞 `δεῖ` の分詞である `δέον` を用いた「対格絶対」構文であり、従属節内の間接話法における「〜する必要がある」という意味を表す。`ἀποδεῖξαι`(指名する)の意味上の主語は、後任の執政官たちを公示する現職の執政官たちを指す `αὐτοὺς τοὺς ὑπάτους` である。
  2. 10.54.5ἔτυχε ... ἀρρωστία τις καταλαβοῦσα χρόνιος — 動詞 `τυγχάνω` が分詞 `καταλαβοῦσα` を伴い、「たまたま〜する」という随伴的な事実を表す構文。分詞の主語は主格の名詞句 `ἀρρωστία τις ... χρόνιος`(ある慢性の病気)であり、`τὸν ἕτερον αὐτῶν Μενήνιον`(彼らのうちの一人であるメネニウス)は分詞の直接目的語(対格)である。
  3. 10.54.7ὀλίγου ἐδέησεν ἐπὶ τυραννίδα ἐλάσαι — 非人称表現 `ὀλίγου δεῖ`(もう少しで〜するところである)の過去形であり、不定詞 `ἐλάσαι`(進む、駆り立てる)を伴って「危うく僭主政治へと突き進む一歩手前まで行った」という切迫した事態を表現している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §10.54.1-10.54.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.54.1-10.54.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。