§10.53.1ἐπὶ δὲ τῆς ὀγδοηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Λύκος Θεσσαλὸς ἀπὸ Λαρίσης, ἄρχοντος Ἀθήνησι Χαιρεφάνους, ἐτῶν τριακοσίων ἐκπεπληρωμένων ἀπὸ τοῦ Ῥώμης συνοικισμοῦ, Ποπλίου Ὁρατίου καὶ Σέξτου Κοιντιλίου διαδεδεγμένων τὴν ὕπατον ἀρχήν, λοιμικὴ νόσος εἰς τὴν Ῥώμην κατέσκηψε μεγίστη τῶν ἐκ τοῦ προτέρου χρόνου μνημονευομένων·
第82オリンピア期に(この大会ではテッサリアのラリサ出身のリュコスがスタディオン競走で優勝した)、アテナイではカイレパネスが執政官であり、ローマの建国から満300年が経過し、プブリウス・ホラティウスとセクストゥス・クィンティリウスが執政官の職を引き継いでいたとき、これまでの時代において記憶されているもののうちで最大の疫病がローマを襲った。
ὑφʼ ἧς οἱ μὲν θεράποντες ὀλίγου ἐδέησαν πάντες ἀπολέσθαι, τῶν δʼ ἄλλων πολιτῶν ἀμφὶ τοὺς ἡμίσεις μάλιστα διεφθάρησαν, οὔτε τῶν ἰατρῶν ἀρκούντων ἔτι βοηθεῖν τοῖς καμάτοις,
これによって、奴隷たちは全員が滅びる一歩手前まで行き、他の市民たちもおよそ半数が死亡した。
§10.53.2οὔτε οἰκείων ἢ φίλων τἀναγκαῖα ὑπηρετούντων.
医師たちもはや病苦に対して助けるに十分でなく、親族や友人も必要な世話をすることができなかった。
οἱ γὰρ ἐπικουρεῖν ταῖς ἑτέρων βουλόμενοι συμφοραῖς ἁπτόμενοί τε καματηρῶν σωμάτων καὶ συνδιαιτώμενοι τὰς αὐτὰς ἐκείνοις νόσους μετελάμβανον, ὥστε πολλὰς οἰκίας ἐξερημωθῆναι διʼ ἀπορίαν τῶν ἐπιμελησομένων.
なぜなら、他人の不幸を助けようと望み、病に冒された体に触れたり、共に生活したりした人々は、彼らと同じ病に感染したからであり、その結果、世話をする者がいなくなったために多くの家が廃屋となった。
ἦν τε οὐκ ἐλάχιστον τῶν κακῶν τῇ πόλει καὶ τοῦ μὴ ταχέως λωφῆσαι τὴν νόσον αἴτιον τὸ περὶ τὰς ἐκβολὰς τῶν νεκρῶν γινόμενον.
そして、市にとって少なからぬ災厄であり、かつ疫病が速やかに終息しない原因となったのは、死体の遺棄をめぐる状況であった。
§10.53.3κατʼ ἀρχὰς μὲν γὰρ ὑπό τε αἰσχύνης καὶ εὐπορίας τῶν πρὸς τὰς ταφὰς ἐπιτηδείων ἔκαιόν τε καὶ γῇ παρεδίδοσαν τοὺς νεκρούς, τελευτῶντες δὲ οἱ μὲν ἀπʼ ὀλιγωρίας τοῦ καλοῦ, οἱ δὲ τἀπιτήδεια οὐκ ἔχοντες πολλοὺς μὲν ἐν τοῖς ὑπονόμοις τῶν στενωπῶν φέροντες ἐρρίπτουν τῶν ἀπογενομένων, πολλῷ δʼ ἔτι πλείους εἰς τὸν ποταμὸν ἐνέβαλλον·
最初期には、羞恥心と、埋葬に必要なものの十分な備えがあったことから、彼らは死体を火葬し、また土に葬っていた。 しかし最後には、ある人々は体面への配慮を怠ったために、またある人々は必要なものを欠いていたために、亡くなった人々の多くを路地の排水溝の中に運んで投げ捨て、さらに多くの人々を川に投げ入れた。
ἀφʼ ὧν τὰ μέγιστα ἐκακοῦντο πρὸς τὰς ἀκτὰς καὶ τὰς ἠϊόνας.
これらによって、堤防や岸辺のあたりで最大の被害が生じた。
§10.53.4ἐκκυμαινομένων γὰρ τῶν σωμάτων βαρεῖα καὶ δυσώδης προσπίπτουσα καὶ τοῖς ἔτι ἐρρωμένοις ἡ τοῦ πνεύματος ἀποφορὰ ταχείας ἔφερε τοῖς σώμασι τὰς τροπάς, πίνεσθαί τε οὐκέτι χρηστὸν ἦν τὸ ἐκ τοῦ ποταμοῦ κομισθὲν ὕδωρ, τὰ μὲν ἀτοπίᾳ τῆς ὀσμῆς, τὰ δὲ τῷ πονηρὰς τὰς ἀναδόσεις ποιεῖν τῆς τροφῆς.
なぜなら、死体が波に洗われて漂うにつれて、いまだ健康な人々にも襲いかかる重苦しく悪臭を放つ呼気の放散が、その身体に急速な病状の悪化をもたらしたからであり、また、川から汲んできた水はもはや飲むのに適さなくなった。 一方ではその悪臭の異常さのために、他方では栄養の不快な吸収を引き起こすために。
§10.53.5καὶ οὐ μόνον ἐν τῇ πόλει τὰ δεινὰ ἦν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀγρῶν·
そして悲惨な事態は市内だけでなく、田舎でも見られた。
καὶ οὐχ ἥκιστα ὁ γεωργὸς ἐπόνησεν ὄχλος ἀναπιμπλάμενος, καὶ προβάτων καὶ τῶν ἄλλων τετραπόδων ἅμα διαιτωμένων, τῆς νόσου.
そして特に、羊や他の四足獣と共に生活していた農民の群衆が、その疫病に感染して苦しんだ。
ὅσον μὲν οὖν χρόνον τοῖς πολλοῖς ἐλπίδος τι ὑπῆν ὡς τοῦ θεοῦ σφίσιν ἐπικουρήσοντος, ἅπαντες ἐπί τε θυσίας καὶ καθαρμοὺς ἐτράποντο·
さて、多くの人々にとって、神が自分たちを助けてくれるという希望が幾分かでもある間は、すべての者が生け贄や浄めの儀式に頼っていた。
καὶ πολλὰ ἐνεωτερίσθη Ῥωμαίοις οὐκ ὄντα ἐν ἔθει περὶ τὰς τιμὰς τῶν θεῶν ἐπιτηδεύματα οὐκ εὐπρεπῆ.
誠に、神々への崇敬に関して、ローマ人にとって習慣にはなかった、多くの見苦しい慣行が新たに導入された。
§10.53.6ἐπεὶ δὲ ἐπέγνωσαν οὐδεμίαν αὐτῶν ἐπιστροφὴν ἐκ τοῦ δαιμονίου γινομένην οὐδʼ ἔλεον, καὶ τῆς περὶ τὰ θεῖα λειτουργίας ἀπέστησαν.
しかし、神霊から自分たちに対する配慮も憐れみも全くないことを知ると、彼らは神事の執り行いさえも止めてしまった。
ἐν ταύτῃ τῇ συμφορᾷ τῶν τε ὑπάτων ἅτερος ἀποθνήσκει, Σέξτος Κοιντίλιος, καὶ ὁ μετὰ τοῦτον ἀποδειχθεὶς ὕπατος Σπόριος Φούριος, καὶ τῶν δημάρχων τέτταρες, §10.53.7τῶν τε βουλευτῶν πολλοὶ καὶ ἀγαθοί.
この災厄の中で、執政官の一人であるセクストゥス・クィンティリウスが亡くなり、彼の後に執政官に任命されたスプリウス・フリウスも、さらには護民官のうちの4名も亡くなった、元老院議員たちの多く、しかも優れた人々も亡くなった。
ἐπεβάλοντο μὲν οὖν ἐν τῇ νόσῳ τῆς πόλεως οὔσης στρατὸν ἐξάγειν ἐπʼ αὐτοὺς Αἰκανοὶ καὶ διεπρεσβεύοντο πρὸς τἆλλα ἔθνη, ὅσα Ῥωμαίοις πολέμια ἦν, παρακαλοῦντες ἐπὶ τὸν πόλεμον.
さて、ローマ市がこの疫病に罹っている最中に、アイクィ人たちは彼らに対して軍を率いて攻め込もうと企て、ローマ人と敵対していた他のすべての民族に使節を送り、戦争への参加を呼びかけた。
οὐ μὴν ἔφθασάν γε προαγαγεῖν τὴν δύναμιν ἐκ τῶν πόλεων.
しかし彼らは、都市から軍隊を進撃させるには至らなかった。
ἔτι γὰρ αὐτῶν παρασκευαζομένων ἡ αὐτὴ νόσος κατέσκηψεν εἰς τὰς πόλεις.
なぜなら、彼らがまだ準備をしているうちに、同じ疫病が彼らの都市をも襲ったからである。
§10.53.8διῆλθε δʼ οὐ μόνον τὴν Αἰκανῶν, ἀλλὰ καὶ τὴν Οὐολούσκων καὶ τὴν Σαβίνων γῆν, καὶ σφόδρα ἐκάκωσε τοὺς ἀνθρώπους.
それはアイクィ人の土地だけでなく、ウォルスキ人やサビニ人の土地をも巡り、人々を激しく苦しめた。
ἐκ δὲ τούτου συνέβη καὶ τὴν χώραν ἀγεώργητον ἀφεθεῖσαν λιμὸν ἐπὶ τῷ λοιμῷ συνάψαι.
その結果、耕作されずに放置された土地によって、疫病に加えて飢饉が引き起こされることにもなった。
ἐπὶ μὲν δὴ τούτων τῶν ὑπάτων οὐδὲν ἐπράχθη Ῥωμαίοις διὰ τὰς νόσους οὔτε πολεμικὸν οὔτε πολιτικὸν εἰς ἱστορίας ἀφήγησιν ἐλθεῖν ἄξιον.
実に、これらの執政官たちの任期中、ローマ人には病のために、軍事上も政治上も、歴史の記述に値するような活動は何も行われなかった。