Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.54.1-10.54.7

使节归来与阿皮乌斯当选执政官

第 794 段,共 962 段 · 希腊语

内容简介

翌年,在新任执政官任内瘟疫平息,携带法律的使节从雅典归来。现任执政官为了维护贵族统治而仓促举行下届选举,新当选的阿皮乌斯则企图通过向民众承诺制定法律来获取极大的权力。

§10.54.1εἰς δὲ τοὐπιὸν ἔτος ὕπατοι μὲν ἀπεδείχθησαν Λεύκιος Μενήνιος καὶ Πόπλιος Σήστιος· ἡ δὲ νόσος εἰς τέλος ἐλώφησε.
到了下一年,卢基乌斯·梅内尼乌斯和普布利乌斯·塞斯提乌斯被任命为执政官;瘟疫终于彻底平息。
καὶ μετὰ τοῦτο θυσίαι τε χαριστήριοι θεοῖς ἐπετελοῦντο δημοσίᾳ, καὶ ἀγῶνες ἐπιφανεῖς λαμπραῖς πάνυ χορηγούμενοι δαπάναις, ἐν εὐπαθείαις τε καὶ θαλίαις ἡ πόλις ἦν ὥσπερ εἰκός· καὶ πᾶς ὁ χειμέριος χρόνος ἀμφὶ ταῦτα ἐδαπανήθη.
此后,人们公开向神明举行感恩祭祀,并举办了以极其豪华的费用赞助的著名竞技会,城邦自然沉浸在欢乐与节日气氛中;整个冬季都花在这些事情上。
§10.54.2ἀρχομένου δʼ ἔαρος σῖτός τε πολὺς καὶ ἐκ πολλῶν ἤχθη χωρίων, ὁ μὲν πλείων δημοσίᾳ συνωνηθείς, ὁ δέ τις καὶ ὑπʼ ἰδιωτῶν ἐμπόρων κομιζόμενος.
春季伊始,许多粮食从许多地方运抵,其中大部分是公费采购的,也有一些是由私人商人运来的。
ἔκαμνε γὰρ οὐχ ἥκιστα ἐν τῇ σπάνει τῆς τροφῆς ὁ λαὸς χέρσου τῆς γῆς ἀφειμένης διὰ τὰς νόσους καὶ τὸν ὄλεθρον τῶν γεωργῶν.
因为由于瘟疫和农民的死亡,土地被荒废,民众因粮食短缺而遭受了极大的痛苦。
§10.54.3ἐν δὲ τῷ αὐτῷ καιρῷ παρεγένοντο ἀπό τʼ Ἀθηνῶν καὶ τῶν ἐν Ἰταλοῖς Ἑλληνίδων πόλεων οἱ πρέσβεις φέροντες τοὺς νόμους.
就在同一时间,携带法律的使节从雅典和意大利的希腊城市归来。
καὶ μετὰ τοῦτο προσῄεσαν οἱ δήμαρχοι τοῖς ὑπάτοις ἀξιοῦντες ἀποδεῖξαι κατὰ τὸ ψήφισμα τῆς βουλῆς τοὺς νομοθέτας.
此后,护民官们前去拜访执政官,要求他们根据元老院的决议任命立法者。
οἱ δʼ οὐκ ἔχοντες, ὅτῳ ἂν αὐτοὺς ἀπαλλάξειαν τρόπῳ προσκαθημένους καὶ λιπαροῦντας, ἀχθόμενοι τῷ πράγματι καὶ οὐκ ἀξιοῦντες ἐπὶ τῆς αὑτῶν ἀρχῆς καταλῦσαι τὴν ἀριστοκρατίαν πρόφασιν εὐπρεπῆ προὐβάλοντο λέγοντες ἐν χερσὶν εἶναι τὸν τῶν ἀρχαιρεσίων καιρόν, καὶ δέον αὐτοὺς τοὺς ὑπάτους πρῶτον ἀποδεῖξαι, §10.54.4ποιῆσαι δὲ τοῦτʼ οὐκ εἰς μακράν, ἀποδειχθέντων δὲ τῶν ὑπάτων μετʼ ἐκείνων ἀνοίσειν τῷ συνεδρίῳ τὴν περὶ τῶν νομοθετῶν διάγνωσιν.
执政官们不知道用什么方法才能摆脱那些静坐并恳求他们的护民官,对这件事感到厌烦,并且认为在自己任内瓦解贵族政治是不对的,于是提出了一个体面的借口,说选举的时间已经临近,必须由执政官自己首先进行任命,并表示他们会在不久后这样做,而在执政官被任命后,他们将与他们一起将关于立法者的决定提交给元老院。
συγχωρούντων δὲ τῶν δημάρχων προθέντες ἀρχαιρέσια πολλῷ τάχιον ἢ τοῖς προτέροις ἔθος ἦν ὑπάτους ἀπέδειξαν Ἄππιον Κλαύδιον καὶ Τίτον Γενύκιον, καὶ μετὰ τοῦτο πᾶσαν ἀποθέμενοι τὴν περὶ τῶν κοινῶν φροντίδα, ὡς ἑτέρους ἤδη δέον ὑπὲρ αὐτῶν σκοπεῖν, οὐδὲν ἔτι τοῖς δημάρχοις προσεῖχον, ἀλλὰ διακλέψαι τὸν λοιπὸν χρόνον τῆς ὑπατείας διενοοῦντο.
在护民官同意后,他们比前任习惯的做法提前得多地宣布了选举,任命阿皮乌斯·克劳狄乌斯和提图斯·格努基乌斯为执政官。 此后,他们把对公共事务的一切关心抛在脑后,仿佛现在应该由别人来考虑这些事,不再理会护民官,而是打算混过执政官任期的余下时间。
§10.54.5ἔτυχε δὲ τὸν ἕτερον αὐτῶν Μενήνιον ἀρρωστία τις καταλαβοῦσα χρόνιος.
碰巧,他们中的一员梅内尼乌斯被一场慢性疾病击倒。
ἤδη δέ τινες ἔφασαν ὑπὸ λύπης καὶ ἀθυμίας ἐμπεσούσης τῷ ἀνδρὶ τηκεδόνα δυσαπάλλακτον ἐργάσασθαι νόσον.
已经有人说,由于那个人陷入了悲伤和沮丧,产生了一种难以治愈的消耗性疾病。
ταύτην δὲ προσλαβὼν τὴν πρόφασιν ὁ Σήστιος ὡς οὐδὲν οἷός τʼ ἦν πράττειν μόνος ἀπεωθεῖτο τὰς τῶν δημάρχων δεήσεις καὶ πρὸς τοὺς νέους ἄρχοντας ἠξίου τρέπεσθαι.
塞斯提乌斯利用这个借口,声称自己独自一人无能为力,拒绝了护民官的请求,并要求他们转向新的长官。
§10.54.6οἱ δʼ οὐκ ἔχοντες, ὅ τι πράττωσιν, ἕτερον ἐπὶ τοὺς περὶ τὸν Ἄππιον οὔπω τὴν ἐξουσίαν παρειληφότας ἠναγκάζοντο καταφεύγειν, τὰ μὲν ἐν ταῖς ἐκκλησίαις δεόμενοι, τὰ δὲ καταμόνας συντυγχάνοντες· καὶ τέλος ἐξειργάσαντο τοὺς ἄνδρας μεγάλας ὑποτείνοντες ἐλπίδας αὐτοῖς, εἰ τὰ τοῦ δήμου πράγματα ἕλοιντο, τιμῆς καὶ δυναστείας.
护民官们无计可施,被迫求助于尚未接管权力的阿皮乌斯及其同僚,有时在民会中恳求,有时进行私下会晤;最终,他们通过向这些人许诺,如果他们选择支持人民的事业,将获得荣誉和权力的巨大期望,从而成功说服了他们。
§10.54.7εἰσῆλθε γάρ τις τὸν Ἄππιον ἐπιθυμία ξένην ἀρχὴν περιβαλέσθαι καὶ νόμους καταστήσασθαι τῇ πατρίδι ὁμονοίας τε καὶ εἰρήνης καὶ τοῦ μίαν ἅπαντας ἡγεῖσθαι τὴν πόλιν ἄρξαι τοῖς συμπολιτευομένοις.
因为阿皮乌斯产生了一种渴望,想要获取一种前所未有的特权,为祖国确立和谐与和平的法律,并统治共同的官方,使所有人将这个邦国视为一体。
οὐ μέντοι καὶ διέμεινέ γε χρηστὸς ἀρχῇ κοσμηθεὶς μεγάλῃ, ἀλλʼ ἐξέπεσε τελευτῶν εἰς φιλαρχίαν ἀπαραχώρητον ὑπὸ μεγέθους ἐξουσίας διαφθαρεὶς καὶ ὀλίγου ἐδέησεν ἐπὶ τυραννίδα ἐλάσαι.
然而,他在被赋予巨大权力后并没有保持善良,而是最终由于权力的庞大而堕落,陷入了不可妥协的权力欲中,几乎就要走向僭主统治。
περὶ ὧν κατὰ τὸν οἰκεῖον διαλέξομαι καιρόν.
关于这些,我将在适当的时候予以讨论。

词汇与语法注释

  1. 10.54.3δέον αὐτοὺς τοὺς ὑπάτους πρῶτον ἀποδεῖξαι — 这是一个使用无人称动词 `δεῖ` 的分词 `δέον` 的“宾格绝对”句式,在间接引语中表示“有必要……”。不定式 `ἀποδεῖξαι`(任命、指定)的逻辑主语是 `αὐτοὺς τοὺς ὑπάτους`(现任执政官们自己)。
  2. 10.54.5ἔτυχε ... ἀρρωστία τις καταλαβοῦσα χρόνιος — 动词 `τυγχάνω` 伴随分词 `καταλαβοῦσα` 构成的句式,表示“碰巧/偶然发生某事”。分词的主语是主格名词短语 `ἀρρωστία τις ... χρόνιος`(某种慢性疾病),而 `τὸν ἕτερον αὐτῶν Μενήνιον`(他们中的另一人梅内尼乌斯)是该分词的直接宾语(宾格)。
  3. 10.54.7ὀλίγου ἐδέησεν ἐπὶ τυραννίδα ἐλάσαι — 无人称表达 `ὀλίγου δεῖ`(差一点就……)的过去式形式,伴随不定式 `ἐλάσαι`(驱使/走向),表示一种紧迫的事态:“他几乎就要走向僭主统治”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.54.1-10.54.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.54.1-10.54.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。