§10.55.1τότε δʼ οὖν ἀπὸ τοῦ κρατίστου ταῦτα βουλευσάμενος καὶ τὸν συνάρχοντα πείσας, ἐπειδὴ πολλάκις αὐτὸν ἐπὶ τὴν ἐκκλησίαν ἐκάλεσαν οἱ δήμαρχοι, παρελθὼν πολλοὺς καὶ φιλανθρώπους διεξῆλθε λόγους·
そこで、彼は最善の方針に基づいてこれらを決意し、同僚を説得した。 護民官たちが彼を何度も民会へと召喚したため、彼は民衆の前に進み出て、丁寧で親しみやすい多くの演説を行った。
κεφάλαια δʼ αὐτοῦ τῆς δημηγορίας τοιάδε ἦν, ὅτι τὸ μὲν ἀποδειχθῆναι τοὺς νόμους καὶ παύσασθαι στασιάζοντας τοὺς πολίτας ὑπὲρ τῶν ἴσων αὐτῷ τε καὶ τῷ συνάρχοντι παντὸς μάλιστα δοκεῖ, καὶ ἀποφαίνονται γνώμην φανεράν·
彼の演説の要旨は次のようなものであった。 すなわち、法律が制定され、市民たちが平等をめぐって争うのをやめることは、彼自身と同僚にとって何よりも望ましいことであり、彼らはそれを明確な意見として表明する。
τοῦ δʼ ἀποδεῖξαι τοὺς νομοθέτας αὐτοὶ μὲν οὐδεμίαν ἔχουσιν ἐξουσίαν οὔπω παρειληφότες τὴν ἀρχήν, τοῖς δὲ περὶ Μενήνιον ὑπάτοις οὐχ ὅπως ἐναντιώσονται πράσσουσι τὰ δόξαντα τῇ βουλῇ, ἀλλὰ καὶ συνεργήσουσι καὶ πολλὴν εἴσονται χάριν.
しかし、立法者を指名することについて、彼ら自身にはまだ職権を引き継いでいないため何ら権限がない。 一方、メネニウスらの現在の執政官たちが元老院の決議事項を実行することに対して、彼らが反対するどころか、むしろ協力し、深く感謝するであろうということ。
§10.55.2ἐὰν δʼ ἀναδύωνται σκῆψιν προβαλλόμενοι τὴν νέαν ἀρχήν, ὡς οὐκ ἐξὸν αὐτοῖς ἑτέρους ἄρχοντας ὑπατικὴν ἐξουσίαν παραληψομένους ἀποδεικνύειν ἡμῶν ἤδη κεκυρωμένων ὑπάτων, οὐδὲν ἐμποδὼν αὐτοῖς τὸ καθʼ ἑαυτοὺς ἔσεσθαι.
また、もし彼らが、新たな執政官職を口実に持ち出し、我々がすでに執政官として承認されている以上、自分たちが(我々の代わりに)執政官級の権限を引き継ぐことになる別の官職を指名することは許されないとして、身を引こうとするならば、彼らにとって自分たちの存在は何ら障害にはならないであろうと。
ἑκόντες γὰρ ἀποστήσεσθαι τῆς ὑπατείας τοῖς ἀνθʼ αὑτῶν αἱρεθησομένοις, ἐὰν καὶ τῇ §10.55.3βουλῇ ταῦτα δοκῇ.
なぜなら、もし元老院もそう望むのであれば、自分たちの代わりに選出される者たちのために、喜んで執政官職を辞退するつもりだからである。
ἐπαινοῦντος δὲ τοῦ δήμου καὶ τὴν προθυμίαν τῶν ἀνδρῶν καὶ πάντων κατὰ πλῆθος ἐπὶ τὸ συνέδριον ὠσαμένων, ἀναγκασθεὶς ὁ Σήστιος τὴν βουλὴν συναγαγεῖν μόνος, ἐπειδὴ ὁ Μενήνιος ἀδύνατος ἦν παρεῖναι διὰ τὴν νόσον, προὔθηκεν ὑπὲρ τῶν νόμων λέγειν.
民衆がこの男たちの熱意を称賛し、皆が一斉に元老院の会議場へと押し寄せたため、セスティウスはメネニウスが病気のため出席できなかったことから、一人で元老院を招集せざるを得なくなり、法律に関する議論を提案した。
ἐλέχθησαν μὲν οὖν καὶ τότε πολλοὶ ὑπʼ ἀμφοτέρων λόγοι τῶν τε παραινούντων κατὰ νόμους πολιτεύεσθαι, καὶ τῶν ἀξιούντων τοὺς πατρίους φυλάττειν ἐθισμούς.
そのときにも、法律に従って国政を行うべきだと勧める者たちと、祖先伝来の慣習を守るべきだと主張する者たちの双方から、多くの意見が述べられた。
§10.55.4ἐνίκα δὲ ἡ τῶν εἰς νέωτα μελλόντων ὑπατεύειν γνώμη, ἣν Ἄππιος Κλαύδιος πρῶτος ἐρωτηθεὶς ἀπεφήνατο, ἄνδρας αἱρεθῆναι δέκα τοὺς ἐπιφανεστάτους ἐκ τῆς βουλῆς.
しかし、翌年執政官に就任する予定の者たちの意見、すなわちアッピウス・クラウディウスが最初に意見を求められて表明したものが勝利を収めた。 その意見とは、元老院の中から最も高名な十人の男を選出することであった。
τούτους δʼ ἄρχειν εἰς ἐνιαυτὸν ἀφʼ ἧς ἂν ἀποδειχθῶσιν ἡμέρας, ἐξουσίαν ἔχοντας ὑπὲρ ἁπάντων τῶν κατὰ τὴν πόλιν ἣν εἶχον οἵ τε ὕπατοι καὶ ἔτι πρότερον οἱ βασιλεῖς, τάς τʼ ἄλλας ἀρχὰς πάσας καταλελύσθαι, τέως ἂν οἱ §10.55.5δέκα τύχωσι τῆς ἀρχῆς.
この者たちは指名された日から一年の間統治し、市内のすべての事柄に対して、かつての執政官や、さらにそれ以前の王たちが有していたのと同等の権限を持つ。 そして、他のすべての官職は廃止される、この十人が職にある間は。
τούτους δὲ τοὺς ἄνδρας ἔκ τε τῶν πατρίων ἐθῶν καὶ ἐκ τῶν Ἑλληνικῶν νόμων, οὓς ἐκόμισαν οἱ πρέσβεις, ἐκλεξαμένους τὰ κράτιστα καὶ τῇ Ῥωμαίων πόλει πρόσφορα νομοθετήσεσθαι.
この十人の男たちが、祖先伝来の慣習と、使節たちが持ち帰ったギリシアの法律の中から最善かつローマの市に適したものを選択し、立法を行う。
τὰ δὲ γραφέντα ὑπὸ τῶν δέκα ἀνδρῶν, ἐὰν ἥ τε βουλὴ δοκιμάσῃ καὶ ὁ δῆμος ἐπιψηφίσῃ, κύρια εἰς τὸν ἅπαντα εἶναι χρόνον, καὶ τὰς ἀρχάς, ὅσαι ἂν ὕστερον ἀποδειχθῶσι, κατὰ τούτους τοὺς νόμους τά τε ἰδιωτικὰ συμβόλαια διαιρεῖν καὶ τὰ δημόσια ἐπιτροπεύειν.
十人の男たちによって起草されたものは、元老院が承認し、民衆が議上げて可決すれば、永続的に効力を持つものとし、以後に任命されるすべての官職は、これらの法律に従って私的な契約を裁き、公的な事柄を管理するものとする。