Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.53.1-10.53.8

罗马的大瘟疫与埃奎人侵略的失败

第 793 段,共 962 段 · 希腊语

内容简介

叙述了席卷罗马的惨烈瘟疫、随之而来的社会解体与死者处理危机,以及企图乘虚而入的埃奎人因自身同样遭受疫情打击而宣告失败的过程。

§10.53.1ἐπὶ δὲ τῆς ὀγδοηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Λύκος Θεσσαλὸς ἀπὸ Λαρίσης, ἄρχοντος Ἀθήνησι Χαιρεφάνους, ἐτῶν τριακοσίων ἐκπεπληρωμένων ἀπὸ τοῦ Ῥώμης συνοικισμοῦ, Ποπλίου Ὁρατίου καὶ Σέξτου Κοιντιλίου διαδεδεγμένων τὴν ὕπατον ἀρχήν, λοιμικὴ νόσος εἰς τὴν Ῥώμην κατέσκηψε μεγίστη τῶν ἐκ τοῦ προτέρου χρόνου μνημονευομένων·
在第八十二届奥林匹亚运动会期间(来自拉里萨的塞萨利亚人利科斯赢得了单圈跑比赛),雅典的执政官是海雷法内斯,自罗马建城起已满三百年,普布利乌斯·霍拉提乌斯和塞克斯图斯·昆蒂利乌斯接任执政官之职,这时一场有史以来最严重的瘟疫席卷了罗马。
ὑφʼ ἧς οἱ μὲν θεράποντες ὀλίγου ἐδέησαν πάντες ἀπολέσθαι, τῶν δʼ ἄλλων πολιτῶν ἀμφὶ τοὺς ἡμίσεις μάλιστα διεφθάρησαν, οὔτε τῶν ἰατρῶν ἀρκούντων ἔτι βοηθεῖν τοῖς καμάτοις, §10.53.2οὔτε οἰκείων ἢ φίλων τἀναγκαῖα ὑπηρετούντων.
在这场瘟疫中,仆人们几乎全部丧生,其他公民也大约有半数死亡,医生们已无力救治病患,亲友们也无法提供必要的照料。
οἱ γὰρ ἐπικουρεῖν ταῖς ἑτέρων βουλόμενοι συμφοραῖς ἁπτόμενοί τε καματηρῶν σωμάτων καὶ συνδιαιτώμενοι τὰς αὐτὰς ἐκείνοις νόσους μετελάμβανον, ὥστε πολλὰς οἰκίας ἐξερημωθῆναι διʼ ἀπορίαν τῶν ἐπιμελησομένων.
因为那些乐于助人于危难之中的人,因接触病体并与他们共同生活,也染上了与他们相同的疾病,导致许多房屋因无人照料而荒废。
ἦν τε οὐκ ἐλάχιστον τῶν κακῶν τῇ πόλει καὶ τοῦ μὴ ταχέως λωφῆσαι τὴν νόσον αἴτιον τὸ περὶ τὰς ἐκβολὰς τῶν νεκρῶν γινόμενον.
对城邦而言,不仅这是一大灾难,而且导致瘟疫不能迅速平息的原因,还在于死尸的遗弃方式。
§10.53.3κατʼ ἀρχὰς μὲν γὰρ ὑπό τε αἰσχύνης καὶ εὐπορίας τῶν πρὸς τὰς ταφὰς ἐπιτηδείων ἔκαιόν τε καὶ γῇ παρεδίδοσαν τοὺς νεκρούς, τελευτῶντες δὲ οἱ μὲν ἀπʼ ὀλιγωρίας τοῦ καλοῦ, οἱ δὲ τἀπιτήδεια οὐκ ἔχοντες πολλοὺς μὲν ἐν τοῖς ὑπονόμοις τῶν στενωπῶν φέροντες ἐρρίπτουν τῶν ἀπογενομένων, πολλῷ δʼ ἔτι πλείους εἰς τὸν ποταμὸν ἐνέβαλλον·
起初,出于羞耻心以及葬礼所需物资的充裕,他们焚烧尸体并将其安葬于土中。 但到后来,一些人由于不顾体面,另一些人由于缺乏物资,便将许多死者抬走,扔在狭窄街道的排水沟中,而扔进河里的死者还要多得多。
ἀφʼ ὧν τὰ μέγιστα ἐκακοῦντο πρὸς τὰς ἀκτὰς καὶ τὰς ἠϊόνας.
由于这些原因,河岸和海滩一带遭受了极大的祸害。
§10.53.4ἐκκυμαινομένων γὰρ τῶν σωμάτων βαρεῖα καὶ δυσώδης προσπίπτουσα καὶ τοῖς ἔτι ἐρρωμένοις ἡ τοῦ πνεύματος ἀποφορὰ ταχείας ἔφερε τοῖς σώμασι τὰς τροπάς, πίνεσθαί τε οὐκέτι χρηστὸν ἦν τὸ ἐκ τοῦ ποταμοῦ κομισθὲν ὕδωρ, τὰ μὲν ἀτοπίᾳ τῆς ὀσμῆς, τὰ δὲ τῷ πονηρὰς τὰς ἀναδόσεις ποιεῖν τῆς τροφῆς.
因为随着尸体被波浪冲刷,那沉重而恶臭的散发物,甚至接触到那些仍然健康的人,使他们的身体迅速恶化;而从河里取来的水也变得不再适合饮用,一方面是因为气味的异常,另一方面是因为它会导致营养的不良吸收。
§10.53.5καὶ οὐ μόνον ἐν τῇ πόλει τὰ δεινὰ ἦν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀγρῶν·
悲惨的事态不仅发生在城里,也发生在田野上。
καὶ οὐχ ἥκιστα ὁ γεωργὸς ἐπόνησεν ὄχλος ἀναπιμπλάμενος, καὶ προβάτων καὶ τῶν ἄλλων τετραπόδων ἅμα διαιτωμένων, τῆς νόσου.
特别是与绵羊及其他四足动物共同生活的农民群体,因感染瘟疫而蒙受了极大的痛苦。
ὅσον μὲν οὖν χρόνον τοῖς πολλοῖς ἐλπίδος τι ὑπῆν ὡς τοῦ θεοῦ σφίσιν ἐπικουρήσοντος, ἅπαντες ἐπί τε θυσίας καὶ καθαρμοὺς ἐτράποντο· καὶ πολλὰ ἐνεωτερίσθη Ῥωμαίοις οὐκ ὄντα ἐν ἔθει περὶ τὰς τιμὰς τῶν θεῶν ἐπιτηδεύματα οὐκ εὐπρεπῆ.
因此,只要人们对神明会帮助他们还抱有一丝希望,所有人就都转向祭祀和净化仪式;关于对神明的敬奉,许多不符合罗马人习惯且不体面的做法也被创造出来。
§10.53.6ἐπεὶ δὲ ἐπέγνωσαν οὐδεμίαν αὐτῶν ἐπιστροφὴν ἐκ τοῦ δαιμονίου γινομένην οὐδʼ ἔλεον, καὶ τῆς περὶ τὰ θεῖα λειτουργίας ἀπέστησαν.
但当他们发现神明对他们没有任何眷顾和怜悯时,他们甚至放弃了对神明的侍奉。
ἐν ταύτῃ τῇ συμφορᾷ τῶν τε ὑπάτων ἅτερος ἀποθνήσκει, Σέξτος Κοιντίλιος, καὶ ὁ μετὰ τοῦτον ἀποδειχθεὶς ὕπατος Σπόριος Φούριος, καὶ τῶν δημάρχων τέτταρες, §10.53.7τῶν τε βουλευτῶν πολλοὶ καὶ ἀγαθοί.
在这场灾难中,执政官之一的塞克斯图斯·昆蒂利乌斯去世,在他之后被任命为执政官的斯普里乌斯·富里乌斯也去世了,还有四位护民官,以及许多优秀的议员也相继去世。
ἐπεβάλοντο μὲν οὖν ἐν τῇ νόσῳ τῆς πόλεως οὔσης στρατὸν ἐξάγειν ἐπʼ αὐτοὺς Αἰκανοὶ καὶ διεπρεσβεύοντο πρὸς τἆλλα ἔθνη, ὅσα Ῥωμαίοις πολέμια ἦν, παρακαλοῦντες ἐπὶ τὸν πόλεμον.
因此,在罗马城处于瘟疫之中时,埃奎人企图起兵向他们发起进攻,并向其他所有与罗马人为敌的民族派遣使节,号召他们共同参战。
οὐ μὴν ἔφθασάν γε προαγαγεῖν τὴν δύναμιν ἐκ τῶν πόλεων.
然而,他们甚至没能将军队带出城市。
ἔτι γὰρ αὐτῶν παρασκευαζομένων ἡ αὐτὴ νόσος κατέσκηψεν εἰς τὰς πόλεις.
因为在他们还在准备时,同样的瘟疫就袭击了他们的城市。
§10.53.8διῆλθε δʼ οὐ μόνον τὴν Αἰκανῶν, ἀλλὰ καὶ τὴν Οὐολούσκων καὶ τὴν Σαβίνων γῆν, καὶ σφόδρα ἐκάκωσε τοὺς ἀνθρώπους.
这场瘟疫不仅横扫了埃奎人的土地,也席卷了沃尔斯奇人和萨宾人的土地,使人们遭受了极大的痛苦。
ἐκ δὲ τούτου συνέβη καὶ τὴν χώραν ἀγεώργητον ἀφεθεῖσαν λιμὸν ἐπὶ τῷ λοιμῷ συνάψαι.
其结果是,土地由于无人耕作而被荒废,导致在瘟疫之外又加上了饥荒。
ἐπὶ μὲν δὴ τούτων τῶν ὑπάτων οὐδὲν ἐπράχθη Ῥωμαίοις διὰ τὰς νόσους οὔτε πολεμικὸν οὔτε πολιτικὸν εἰς ἱστορίας ἀφήγησιν ἐλθεῖν ἄξιον.
因此,在这些执政官任内,由于疾病的缘故,罗马人既没有进行任何战争,也没有开展任何政治活动,没有什么值得载入史册。

词汇与语法注释

  1. 10.53.1ὀλίγου ἐδέησαν — 无人称结构 `ὀλίγου δεῖ`(几乎、差一点)在此处根据复数主语 `οἱ θεράποντες` 进行了人称变化,变为第三人称复数不定过去时直说语气。
  2. 10.53.2τοῦ μὴ ταχέως λωφῆσαι τὴν νόσον αἴτιον — 带有否定词 `μή` 的冠词性不定式属格 `τοῦ ... λωφῆσαι` 作为宾格性属格修饰名词 `αἴτιον`(原因)。整个句子的主语是名词化分词短语 `τὸ ... γινόμενον`(关于遗弃尸体所发生的事)。
  3. 10.53.4τὰ μὲν ... τὰ δὲ — 作为副词性宾格,表示“一方面……,另一方面……”,以此分节说明河水无法饮用的原因。后者伴有表示手段或原因的与格不定式(`τῷ ... ποιεῖν`)。
  4. 10.53.5ἀναπιμπλάμενος ... τῆς νόσου — 表示“感染”或“充填”的动词 `ἀναπίμπλημι` 的被动/中间语态分词在此处要求表示感染源的属格(`τῆς νόσου`)。单数分词 `ἀναπιμπλάμενος` 与作为集合名词的主语 `ὁ γεωργὸς ... ὄχλος` 保持一致。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.53.1-10.53.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.53.1-10.53.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。