§10.51.1ἃ μὲν ὑπὸ τοῦ δήμου πέπονθα, ὦ βουλή, καὶ ὅτι οὐδὲν ἀδικῶν, ἀλλὰ τῆς πρὸς ὑμᾶς εὐνοίας ἕνεκα, φορτικὸς ἂν εἴην ἐν εἰδόσιν ἀκριβῶς λέγων·
元老院の諸君、私が民衆から受けた苦難、そして私が何ら不正を働いていないにもかかわらず、あなたがたへの好意のゆえにそれを受けたということは、すでに正確に知っている人々の中で詳しく語るなら、鬱陶しいことになるでしょう。
μνήμην δὲ αὐτῶν ποιοῦμαι τοῦ ἀναγκαίου ἕνεκεν, ἵνʼ εἰδῆτε, ὅτι οὐ κολακείᾳ τοῦ δημοτικοῦ ἐπιτρέψας ἐχθροῦ μοι ὄντος, ἀλλʼ ἀπὸ τοῦ βελτίστου τὰ συμφέροντα ἐρῶ.
しかし私がそれらに言及するのは、必要に迫られてのことであり、それは、私が自分に敵対的である民衆への阿諛追従に身を委ねたからではなく、最善の動機から有益なことを語るのだと、あなたがたに知ってもらうためです。
θαυμάσῃ δὲ μηθείς, εἰ πρότερόν τε πολλάκις καὶ ἡνίκα ὕπατος ἦν τῆς ἑτέρας προαιρέσεως γενόμενος νῦν ἐξαίφνης μεταβέβλημαι·
以前に何度も、また執政官であったときにも、他方の政策を奉じていた私が、今になって突然変わってしまったとしても、誰も驚いてはなりません。
μηδὲ ὑπολάβητε δυεῖν θάτερον ἢ τότε βεβουλεῦσθαί με κακῶς ἢ νῦν ἀνατίθεσθαι τὰ δόξαντα οὐκ ὀρθῶς.
また、当時私が誤って決断したか、あるいは現在私が以前の決定を不当に撤回しているかの、二つのうちどちらかであると見なしてはなりません。
§10.51.2ἐγὼ γάρ, ὦ βουλή, ὅσον μὲν χρόνον τὰ ὑμέτερα ἰσχυρὰ ἡγούμην, ὥσπερ ἐχρῆν ἀριστοκρατίαν αὔξων περιεφρόνουν τὸ δημοτικόν, ἐπεὶ δὲ τοῖς ἐμαυτοῦ σωφρονισθεὶς κακοῖς μετὰ μεγάλων μισθῶν ἔμαθον, ὅτι ἔλαττον ὑμῶν ἐστι τοῦ βουλομένου τὸ δυνάμενον, καὶ πολλοὺς ἤδη τὸν ὑπὲρ ὑμῶν ἀγῶνα αἰρομένους περιείδετε ἀναρπασθέντας ὑπὸ τοῦ δήμου τοῖς ἀναγκαίοις εἴξαντες, οὐκέθʼ
元老院の諸君、というのも、あなたがたの勢力が強力であると私が考えていた間は、当然なすべきことであった貴族政治を増進させつつ、私は民衆を軽蔑していました。 しかし、自分自身の不幸によって大きな代償を払って懲らしめられ、あなたがたの力は望むところよりも劣っていること、また、すでにあなたがたのために闘争を引き受けた多くの人々が、必要に屈したあなたがたによって、民衆に連れ去られるのを見過ごされてきたことを知るに至って、私はもはや、同じようには考えなくなりました。
§10.51.3ὅμοια ἔγνωκα. ἐβουλόμην δʼ ἂν μάλιστα μήτʼ ἐμαυτῷ συμβῆναι μήτε τῷ συνάρχοντί μου ταῦτα, ἐφʼ οἷς ἅπαντες ἡμῖν συμπαθεῖτε.
私は何よりも、あなたがたが私たちに同情してくれているこれらのことが、私自身にも私の同僚にも起こらなかったことを望んだでしょう。
ἐπειδὴ δὲ τὰ μὲν καθʼ ἡμᾶς τέλος ἔχει, τὰ δὲ λοιπὰ ἔξεστιν ἐπανορθώσασθαι καὶ τοῦ μὴ παθεῖν ταὐτὰ ἑτέρους προϊδέσθαι, καὶ κοινῇ καὶ καθʼ ἕνα ἕκαστον ἰδίᾳ τὰ παρόντα εὖ τίθεσθαι παρακαλῶ.
しかし、私たちの件はすでに決着しており、残されたことは修正し、他の人々が同じ目に遭わないようにあらかじめ備えることができるのですから、私は共同でも、また個々の人々が個人的にも、現状をうまく調停するよう強く勧めます。
κράτιστα γὰρ οἰκεῖται πόλις ἡ πρὸς τὰ πράγματα μεθαρμοττομένη, καὶ συμβούλων ἄριστος ὁ μὴ πρὸς τὴν ἰδίαν ἔχθραν ἢ χάριν, ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἀποδεικνύμενος γνώμην·
なぜなら、国家は状況に適応していくときに最もよく治まるものであり、相談役としては、個人の敵意や好意ではなく、公共の利益に目を向けて意見を表明する者が最善だからです。
βουλεύονταί τʼ ἄριστα περὶ τῶν μελλόντων οἱ παραδείγματα ποιούμενοι τὰ γεγονότα τῶν ἐσομένων.
また、未来について最善の相談をするのは、起こった出来事をこれから起こるべきことの模範とする人々です。
§10.51.4ὑμῖν δʼ, ὦ βουλή, ὁσάκις ἐνέστη τις ἀμφισβήτησις καὶ φιλονεικία πρὸς τὸν δῆμον, ἀεί τι μειονεκτεῖν ἐξεγένετο τὸ μὲν ἀκούειν κακῶς, τὸ δʼ εἰς ἀνδρῶν ἐπιφανῶν θανάτους τε καὶ ὕβρεις καὶ ἐκβολὰς ζημιωθῆναι.
元老院の諸君、あなたがたにとっては、民衆との間に何らかの紛争や対立が生じるたびに、一方では悪評を買い、他方では高名な人々の死や屈辱、追放といった損失を被るという、常に不利益を被ることが結果として生じてきました。
καίτοι τί γένοιτʼ ἂν ἀτύχημα πόλει μεῖζον ἢ τοὺς κρατίστους τῶν ἀνδρῶν περικόπτεσθαι καὶ ταῦτα οὐ σὺν δίκῃ;
しかし、最も優れた人々が、しかも正義に基づかずに排除されること以上に、国家にとって大きな不幸があるでしょうか。
ὧν ὑμῖν φείδεσθαι παραινῶ καὶ μήτε τοὺς νῦν ἄρχοντας προβαλόντας εἰς κίνδυνον πρόδηλον, ἔπειτα ἐγκαταλιπόντας ἐν τοῖς δεινοῖς μετανοεῖν, μήτε τῶν ἄλλων τινά,
私はあなたがたに、彼らを惜しむこと、そして現在任期中である執政官たちを明白な危険にさらし、その後に危難の中に置き去りにしてから後悔することのないように、また他の誰についてもそうしないように勧めます。
§10.51.5οὗ τι καὶ μικρὸν ὄφελος τῷ κοινῷ.
国家にとって少しでも役に立つ人であれば。
κεφάλαιον δʼ ἐστὶν ὧν ὑμῖν παραινῶ, πρέσβεις ἑλέσθαι τοὺς μὲν εἰς τὰς Ἑλληνίδας πόλεις τὰς ἐν Ἰταλίᾳ, τοὺς δʼ εἰς Ἀθήνας·
そして、私が勧めることの要点は、使節を選び、一部はイタリアにあるギリシア人の都市へ、他はアテナイへと派遣することです。
οἵτινες αἰτησάμενοι παρὰ τῶν Ἑλλήνων τοὺς κρατίστους νόμους καὶ μάλιστα τοῖς ἡμετέροις ἁρμόττοντας βίοις οἴσουσι δεῦρο.
彼らはギリシア人から最も優れた、そして私たちの生活に最も適した法律を求めて、ここへ持ち帰るでしょう。
ἀφικομένων δʼ αὐτῶν τοὺς τότε ὑπάτους προθεῖναι τῇ βουλῇ σκοπεῖν, τίνας ἑλέσθαι δεήσει νομοθέτας καὶ ἥντινα ἕξοντας ἀρχὴν καὶ χρόνον ὅσον καὶ τἆλλα, ὅπως ἂν αὐτῇ φαίνηται συνοίσειν, στασιάζειν δὲ μηκέτι πρὸς τὸ δημοτικὸν μηδʼ ἄλλας ἐπʼ ἄλλαις ἀναιρεῖσθαι συμφορὰς ἄλλως τε καὶ περὶ νόμων φιλονεικοῦντας, οἳ κἂν εἰ μηθὲν ἄλλο τήν γέ τοι δόξαν τῆς ἀξιώσεως ἔχουσιν εὐπρεπῆ.
彼らが到着したときには、そのときの執政官が元老院に諮り、どのような立法者を選ぶべきか、彼らがどのような権限を、どれほどの期間持つべきか、そしてその他のことについて、元老院にとって有益と思われる方法で検討させるべきです。 そして、民衆に対してこれ以上争うのをやめ、とりわけ、仮に他には何もないとしても、少なくとも尊厳という評判においては見事なものである法律をめぐって張り合うことで、次から次へと自らに災難を招くことのないようにすべきです。