§10.51.1ἃ μὲν ὑπὸ τοῦ δήμου πέπονθα, ὦ βουλή, καὶ ὅτι οὐδὲν ἀδικῶν, ἀλλὰ τῆς πρὸς ὑμᾶς εὐνοίας ἕνεκα, φορτικὸς ἂν εἴην ἐν εἰδόσιν ἀκριβῶς λέγων·
元老院的诸君,关于我从民众那里所遭受的苦难,以及我虽未犯任何过错,却因对你们的善意而遭受了这些,如果我在深知底细的人们当中详细叙述,那我将是令人厌烦的。
μνήμην δὲ αὐτῶν ποιοῦμαι τοῦ ἀναγκαίου ἕνεκεν, ἵνʼ εἰδῆτε, ὅτι οὐ κολακείᾳ τοῦ δημοτικοῦ ἐπιτρέψας ἐχθροῦ μοι ὄντος, ἀλλʼ ἀπὸ τοῦ βελτίστου τὰ συμφέροντα ἐρῶ.
然而,我提及这些是出于必要,好让你们知道,我并非出于对视我为敌的平民的谄媚而妥协,而是出于最善意的动机来阐述有益之策。
θαυμάσῃ δὲ μηθείς, εἰ πρότερόν τε πολλάκις καὶ ἡνίκα ὕπατος ἦν τῆς ἑτέρας προαιρέσεως γενόμενος νῦν ἐξαίφνης μεταβέβλημαι· μηδὲ ὑπολάβητε δυεῖν θάτερον ἢ τότε βεβουλεῦσθαί με κακῶς ἢ νῦν ἀνατίθεσθαι τὰ δόξαντα οὐκ ὀρθῶς.
如果我以前多次以及在担任执政官期间都奉行另一种政策,而如今却突然改变了,请任何人也不要感到惊讶;也不要以为这是二者择一:要么是我当时决策失误,要么是我现在不当地改变了先前的决定。
§10.51.2ἐγὼ γάρ, ὦ βουλή, ὅσον μὲν χρόνον τὰ ὑμέτερα ἰσχυρὰ ἡγούμην, ὥσπερ ἐχρῆν ἀριστοκρατίαν αὔξων περιεφρόνουν τὸ δημοτικόν, ἐπεὶ δὲ τοῖς ἐμαυτοῦ σωφρονισθεὶς κακοῖς μετὰ μεγάλων μισθῶν ἔμαθον, ὅτι ἔλαττον ὑμῶν ἐστι τοῦ βουλομένου τὸ δυνάμενον, καὶ πολλοὺς ἤδη τὸν ὑπὲρ ὑμῶν ἀγῶνα αἰρομένους περιείδετε ἀναρπασθέντας ὑπὸ τοῦ δήμου τοῖς ἀναγκαίοις εἴξαντες, οὐκέθʼ §10.51.3ὅμοια ἔγνωκα.
元老院的诸君,因为只要我认为你们的势力还很强大,我就会像理所应当的那样维护贵族制,并轻视平民。 然而,当我因自己的不幸而付出巨大代价并醒悟过来,得知你们的力量小于你们的意愿,并且看到你们已经多次放任那些为你们挺身而出斗争的人们被平民夺走,从而向必然性屈服时,我便不再抱有同样的看法。
ἐβουλόμην δʼ ἂν μάλιστα μήτʼ ἐμαυτῷ συμβῆναι μήτε τῷ συνάρχοντί μου ταῦτα, ἐφʼ οἷς ἅπαντες ἡμῖν συμπαθεῖτε.
我最希望的是,那些让你们所有人都同情我们的遭遇,既没有发生在我身上,也没有发生在我的同僚身上。
ἐπειδὴ δὲ τὰ μὲν καθʼ ἡμᾶς τέλος ἔχει, τὰ δὲ λοιπὰ ἔξεστιν ἐπανορθώσασθαι καὶ τοῦ μὴ παθεῖν ταὐτὰ ἑτέρους προϊδέσθαι, καὶ κοινῇ καὶ καθʼ ἕνα ἕκαστον ἰδίᾳ τὰ παρόντα εὖ τίθεσθαι παρακαλῶ.
但是,既然我们的事情已经尘埃落定,而其余的事情还可以纠正,并能提前防范他人遭受同样的命运,我敦促你们,无论是集体地还是每个人私下地,都要把眼前的局面处理好。
κράτιστα γὰρ οἰκεῖται πόλις ἡ πρὸς τὰ πράγματα μεθαρμοττομένη, καὶ συμβούλων ἄριστος ὁ μὴ πρὸς τὴν ἰδίαν ἔχθραν ἢ χάριν, ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἀποδεικνύμενος γνώμην· βουλεύονταί τʼ ἄριστα περὶ τῶν μελλόντων οἱ παραδείγματα ποιούμενοι τὰ γεγονότα τῶν ἐσομένων.
因为,一个国家若能顺应时势,就能得到最好的治理;而最好的建言者,是那不顾个人恩怨或私利、而是针对共同利益发表意见的人;同样,那些将已发生的事情作为将要发生的事情之借鉴的人,在规划未来时能做出最明智的决断。
§10.51.4ὑμῖν δʼ, ὦ βουλή, ὁσάκις ἐνέστη τις ἀμφισβήτησις καὶ φιλονεικία πρὸς τὸν δῆμον, ἀεί τι μειονεκτεῖν ἐξεγένετο τὸ μὲν ἀκούειν κακῶς, τὸ δʼ εἰς ἀνδρῶν ἐπιφανῶν θανάτους τε καὶ ὕβρεις καὶ ἐκβολὰς ζημιωθῆναι.
元老院的诸君,每当你们与平民之间发生任何争执和对抗时,结果总是让你们蒙受某种损失:一方面备受恶评,另一方面则因杰出人物的死亡、屈辱和驱逐而蒙受惩罚。
καίτοι τί γένοιτʼ ἂν ἀτύχημα πόλει μεῖζον ἢ τοὺς κρατίστους τῶν ἀνδρῶν περικόπτεσθαι καὶ ταῦτα οὐ σὺν δίκῃ;
然而,对于一个国家来说,还有什么比最优秀的人被铲除、而且是在不公义的情况下被铲除更大的不幸呢?
ὧν ὑμῖν φείδεσθαι παραινῶ καὶ μήτε τοὺς νῦν ἄρχοντας προβαλόντας εἰς κίνδυνον πρόδηλον, ἔπειτα ἐγκαταλιπόντας ἐν τοῖς δεινοῖς μετανοεῖν, μήτε τῶν ἄλλων τινά, §10.51.5οὗ τι καὶ μικρὸν ὄφελος τῷ κοινῷ.
我劝你们爱惜他们,既不要把当下的执政官们推向显而易见的危险之中,然后又在危难中抛弃他们并为此后悔,也不要对其他任何一个人这样做,只要他对国家哪怕有一丁点的用处。
κεφάλαιον δʼ ἐστὶν ὧν ὑμῖν παραινῶ, πρέσβεις ἑλέσθαι τοὺς μὲν εἰς τὰς Ἑλληνίδας πόλεις τὰς ἐν Ἰταλίᾳ, τοὺς δʼ εἰς Ἀθήνας· οἵτινες αἰτησάμενοι παρὰ τῶν Ἑλλήνων τοὺς κρατίστους νόμους καὶ μάλιστα τοῖς ἡμετέροις ἁρμόττοντας βίοις οἴσουσι δεῦρο.
而我建议的核心是,挑选使者,一部分派往意大利的希腊人城市,另一部分派往雅典;他们将向希腊人请求最优秀的、且最适合我们生活方式的法律,并带到这里来。
ἀφικομένων δʼ αὐτῶν τοὺς τότε ὑπάτους προθεῖναι τῇ βουλῇ σκοπεῖν, τίνας ἑλέσθαι δεήσει νομοθέτας καὶ ἥντινα ἕξοντας ἀρχὴν καὶ χρόνον ὅσον καὶ τἆλλα, ὅπως ἂν αὐτῇ φαίνηται συνοίσειν, στασιάζειν δὲ μηκέτι πρὸς τὸ δημοτικὸν μηδʼ ἄλλας ἐπʼ ἄλλαις ἀναιρεῖσθαι συμφορὰς ἄλλως τε καὶ περὶ νόμων φιλονεικοῦντας, οἳ κἂν εἰ μηθὲν ἄλλο τήν γέ τοι δόξαν τῆς ἀξιώσεως ἔχουσιν εὐπρεπῆ.
在他们抵达后,届时的执政官应当向元老院提议,以元老院认为有益的方式,去审议需要选举什么样的立法者,他们将拥有什么样的职权、任期多久以及其他事务。 同时,不要再与平民对抗,也不要通过争夺法律来给自己带来接二连三的灾难,特别是这些法律即使没有别的好处,至少在尊严的名声上也是体面的。