§10.44.1ταῦθʼ ὁρῶσι τοῖς ὑπάτοις ἐδόκει μηκέτι διατρίβειν τὸν πόλεμον.
これらを見て、執政官たちには、もはや戦争を長引かせないことが善いと思われた。
ἦν δʼ ἐν ἐκείναις ταῖς ἡμέραις ἡ τοῦ πολεμεῖν ἐξουσία Ῥωμιλίῳ προσήκουσα, καὶ ὁ τὸ σύνθημα διδοὺς καὶ εἰς τάξιν καθιστὰς ἄρχειν τε καὶ παύεσθαι μάχης τὸν καιρὸν ταμιεύων ἐκεῖνος ἦν·
そして、当時、戦闘を行う権限はロミリウスに属しており、合図を与え、整列させ、戦闘を開始し、停止する好機を管理するのは彼であった。
ὃς ἐπειδὴ τὰ σημεῖα ἐκέλευσεν ἀρθῆναι ἐκ τῆς μάχης καὶ προῆγεν ἐκ τοῦ χάρακος τὸν στρατόν, τοὺς μὲν ἄλλους ἔτασσεν ἱππεῖς τε καὶ τοὺς πεζοὺς κατὰ σπείρας ἐν τοῖς ἐπιτηδείοις ἑκάστους τόποις, τὸν δὲ Σίκκιον καλέσας λέγει·
彼は、戦闘のために軍旗を掲げるよう命じ、陣営から軍勢を進めると、他の騎兵や歩兵をコホルトごとに適したそれぞれの場所に配置し、シッキウスを呼び寄せてこう言った。
§10.44.2ἡμεῖς μέν, ὦ Σίκκιε, μαχούμεθα τοῖς πολεμίοις ἐνθάδε, σὺ δʼ ἐν ὅσῳ μέλλομεν ἔτι καὶ παρασκευαζόμεθα τὰ πρὸς τὸν ἀγῶνα ἀμφότεροι, χώρει τὴν πλαγίαν ἐκείνην ὁδὸν ἐπὶ τὸ ὄρος, ἔνθα ἡ τῶν πολεμίων ἐστὶ παρεμβολή, καὶ μάχην τίθεσο πρὸς τοὺς ἐν τῷ χάρακι, ἵνʼ ἢ περὶ τῷ φρουρίῳ δείσαντες οἱ πρὸς ἡμᾶς μαχόμενοι καὶ βοηθεῖν προθυμούμενοι νῶτά τε δείξωσι καὶ εὐκατέργαστοι γένωνται, καθάπερ εἰκὸς ἐν ἀναχωρήσει ταχείᾳ, καὶ εἰς μίαν ὁδὸν ἅπαντες βιαζόμενοι, ἢ μένοντες αὐτόθι τὸν χάρακα ἀποβάλωσιν.
「シッキウスよ、我々はここで敵と戦う。 しかし君は、我々双方がいまだ引き延ばし、戦いの準備をしている間に、あの山へと続く迂回路を登って進みたまえ、そこには敵の陣営がある。 そして、陣営の中にいる者たちに戦いを挑むのだ。 それは、我々と戦っている敵が自らの砦を心配して、また救援に駆けつけようと望むあまり、急な退却においてよくあるように、全員が一つの道に殺到することで、背を見せて容易に討ち果たされるようになるためであり、あるいは、彼らがその場にとどまって陣営を失うことになるためである。
§10.44.3οὔτε γὰρ ἡ φυλάττουσα αὐτὸν δύναμις ἀξιόμαχός ἐστιν, ὡς εἰκάσειεν ἄν τις, ἐπὶ τῷ ἐρυμνῷ τοῦ τόπου δοκοῦσα εἶναι πᾶν τὸ ἀσφαλές·
なぜなら、そこを守っている軍勢は、誰もが推測しうるように、十分な戦闘力を持っておらず、その場所の険しさに安全のすべてがあると思い込んでいるからである。
ἥ τε ἅμα σοι δύναμις ἀποχρῶσα γένοιτʼ ἄν, ἄνδρες ὀκτακόσιοι πολλῶν ἀθληταὶ πολέμων, τεταραγμένους σκηνοφύλακας ἀπροσδόκητοι προσπεσόντες τῷ τολμηρῷ ἑλεῖν.
また同時に、君が率いる軍勢、すなわち多くの戦争を戦い抜いてきた800人の戦士たちは、不意を突いて襲いかかることで、動揺した陣営の守備兵たちを、その果敢さによって打ち破るのに十分なものとなるだろう。
§10.44.4καὶ ὁ Σίκκιος ἔφησεν·
」するとシッキウスは言った。
ἀλλʼ ἔγωγε ἅπαντα μὲν ἕτοιμος ὑπηρετεῖν·
「私はすべての命令に従う用意があります。
τὸ μέντοι ἔργον οὐ ῥᾴδιον ὥσπερ σοι δοκεῖ.
しかしながら、その任務は、あなたが考えているほど容易ではありません。
ὑψηλή τε γὰρ ἡ πέτρα καὶ ἀπότομος, ἐφʼ ἧς ὁ χάραξ, ὁδόν τε οὐδεμίαν ὁρῶ φέρουσαν ἐπʼ αὐτοὺς ἔξω τῆς μιᾶς, ᾗ καταβήσονται οἱ πολέμιοι πρὸς ἡμᾶς, φυλακήν τʼ εἰκὸς ἀξιόμαχον εἶναι ἐν αὐτῇ·
なぜなら、陣営が置かれている岩は高く険しく、また、敵が我々のところへ下りてくるであろう唯一の道を除いては、彼らのもとへ通じる道を私は一つも見出せないからです。 また、そこには強力な守備隊が置かれているはずです。
κἂν ὀλίγη δὲ πάνυ καὶ φαύλη τις οὖσα τύχῃ, πρὸς πολλῷ πλείονα ἢ τὴν σὺν ἐμοὶ δύναμιν ἀντέχειν οἵα τε ἔσται, τό τε χωρίον αὐτὸ παρέξει τῇ φυλακῇ τοῦ μὴ ἁλώσεσθαι τὸ ἀσφαλές.
そして、たとえそれが非常に少人数で取るに足らない守備隊であったとしても、私とともにある軍勢よりはるかに大きな軍勢からの攻撃に対しても持ちこたえることができるでしょうし、その場所自体が、守備隊に攻略されないための安全を提供するでしょう。
§10.44.5ἀλλὰ μάλιστα μὲν ἀνάθου τὴν γνώμην — ἡ πεῖρα γὰρ ἐπισφαλής — εἰ δὲ πάντως ἔγνωσταί σοι δύο τίθεσθαι μάχας ἐν ἑνὶ καιρῷ, δύναμιν ἀξιόχρεων ἀνδρῶν ἐπιλέκτων τάξον ἀκολουθεῖν μοι σὺν τοῖς πρεσβυτέροις.
ですから、何よりもその考えを改めてください。 この試みは危険なのですから。 しかし、もしどうしても同時に二つの戦闘を行うことがあなたによって決定されているのであれば、年長者たちとともに、私に従うべき選り抜きの兵士たちからなる十分な軍勢を配備してください。
οὐ γὰρ κλέψοντες τὸ χωρίον, ἀλλὰ βίᾳ καὶ φανερῶς ἐξελοῦντες ἄνιμεν.
というのも、我々は不意打ちでその場所を奪うのではなく、力ずくで公然と奪取するために登るのですから。 」