§10.45.1ἔτι δʼ αὐτοῦ βουλομένου λέγειν τἀκόλουθα ὑπολαβὼν ὁ ὕπατος εἶπεν·
彼がさらにそれに続くことを語ろうとしたとき、執政官は遮って言った。
οὐ πολλῶν δεῖ λόγων, ἀλλʼ εἰ μὲν ὑπομένεις πράττειν τὰ προσταττόμενα, χώρει διὰ ταχέων καὶ μὴ παραστρατήγει, εἰ δὲ ἀφίστασαι καὶ ἀποδιδράσκεις τὸν κίνδυνον, ἑτέροις εἰς τὸ ἔργον χρήσομαι.
「多くの言葉は必要ない。 もし君が命じられたことを行うのを引き受けるなら、速やかに進み、あれこれ異議を唱えるな。 もし身を退き、危険から逃げるなら、その任務には他の者たちを用いよう。
§10.45.2σὺ δὲ τὰς ἑκατὸν εἴκοσι μάχας ἀγωνισάμενος καὶ τὰ τετταράκοντα ἔτη στρατευσάμενος καὶ κατατετρωμένος ὅλον τὸ σῶμα, ἐπειδὴ ἑκὼν ἦλθες, ἄπιθι μήτε ὁμιλήσας πολεμίοις μήτʼ ἰδὼν καὶ ἀντὶ τῶν ὅπλων ἀκόνα πάλιν τοὺς λόγους, οἷς χρήσῃ κατὰ §10.45.3τοῦ φθόνου τῶν πατρικίων.
君は120回の戦闘を戦い抜き、40年間従軍し、体中を傷だらけにされながらも、自ら進んで退くというなら、敵と交戦することもなく見ることもなしに去るがよい。 そして武器の代わりに、再び言葉を研ぎ澄ませ、それを用いてパトリキに対する憎悪を煽るがよい。
ποῦ νῦν ἐκεῖνά σου τὰ πολλὰ ἀριστεῖα, οἱ στρεπτοὶ καὶ τὰ ψέλλια καὶ τὰ δόρατα καὶ τὰ φάλαρα καὶ οἱ τῶν ὑπάτων στέφανοι καὶ τὰ ἐκ τῶν μονομαχιῶν λάφυρα καὶ πᾶσα ἡ ἄλλη βαρύτης, ἣν τότʼ ἠνεσχόμεθά σου λέγοντος;
君のあの多くの戦功章、黄金の首飾り、腕輪、槍、馬飾り、執政官たちから授かった花冠、そして一騎打ちで得た戦利品、さらにかつて君が語るのを我々が我慢して聞いていた、あの重々しい高慢な態度のすべては、今どこにあるのだ。
ἐν ἑνὶ γὰρ δὴ τῷδε τῷ ἔργῳ βασανιζόμενος, ἔνθα κίνδυνος ἦν ἀληθινός, ἐξητάσθης οἷος ἦσθα, ὡς ἀλαζὼν καὶ δόξῃ §10.45.4τὸ ἀνδρεῖον ἐπιτηδεύων, οὐκ ἀληθείᾳ.
真の危険が存在する、この唯一の任務において試されることで、君がどのような男であったかが露わにされた。 すなわち、見かけだけで勇敢さを装い、真実においてではない。
καὶ ὁ Σίκκιος δυσανασχετῶν ἐπὶ τοῖς ὀνείδεσιν·
」シッキウスはこれらの侮辱に深く憤慨して言った。
οἶδα, φησίν, ὦ Ῥωμίλιε, ὅτι δυεῖν πρόκειταί σοι θάτερον ἢ ζῶντα διεργάσασθαι καὶ τὸ μηδὲν ἀποδοῦναι δόξαν αἰσχίστην ἐνεγκάμενον δειλίας, ἢ κακῶς καὶ ἀδήλως κατακοπέντα ὑπὸ τῶν πολεμίων ἀποθανεῖν, ἐπειδὴ κἀγώ τις ἔδοξα εἶναι τῶν ἀξιούντων ἐλεύθερα φρονεῖν·
「ロミリウスよ、私には分かっている。 あなたには二つのうちのどちらか一方が目的として目の前にあるのだ。 すなわち、私を生かしたまま破滅させ、臆病という最も不名誉な評判を負わせて無に帰せしめるか、あるいは、私が自由な思想を抱くに値する者の一人であると自負したために、敵の手によって無残にも人知れず斬り殺されて死なせるかである。
οὐ γὰρ εἰς ἄδηλον, ἀλλʼ εἰς ἐγνωσμένον ἀποστέλλεις με θάνατον·
あなたは私を、不確かな死ではなく、あらかじめ分かっている死へと送り出すのだ。
§10.45.5πλὴν ὑπομενῶ καὶ τοῦτο τὸ ἔργον καὶ πειράσομαι φανεὶς ψυχὴν οὐ κακὸς ἢ κρατῆσαι τοῦ χάρακος, ἢ μὴ τυχὼν τῆς ἐλπίδος εὐγενῶς ἀποθανεῖν.
しかし、私はこの任務をも引き受け、卑屈でない魂を示しつつ、陣営を攻略するか、あるいはその望みが叶わぬなら高潔に死ぬかのどちらかを試みるつもりだ。
ὑμᾶς δʼ, ὦ συστρατιῶται, μάρτυρας ἀξιῶ γενέσθαι μοι πρὸς τοὺς ἄλλους πολίτας, ἐὰν πύθησθε τὸν ἐμὸν μόρον, ὅτι με ἀπώλεσεν ἡ ἀρετὴ καὶ ἡ πολλὴ τῶν λόγων ἐλευθερία.
そして戦友たちよ、もし君たちが私の死を知るならば、卓越性と、言葉における大いなる自由が私を滅ぼしたのだと、他の市民たちに対して私の証人となってくれるよう望む。
§10.45.6ταῦτα πρὸς τὸν ὕπατον ἀποκρινάμενος καὶ δακρύσας τούς τε συνήθεις ἅπαντας ἀσπασάμενος ᾤχετο τοὺς ὀκτακοσίους ἄνδρας ἄγων κατηφεῖς καὶ δεδακρυμένους ὡς τὴν ἐπὶ θανάτῳ πορευομένους·
」執政官にこのように答え、涙を流し、親しい人々全員に別れを告げて、彼は800人の兵たちを、まるで死出の旅路に赴くかのようにうつむき涙を流している彼らを率いて去っていった。
καὶ ἡ ἄλλη δὲ πᾶσα στρατιὰ διʼ οἴκτου τὸ πρᾶγμα ἔλαβεν ὡς οὐκέτι ὀψομένη τοὺς ἄνδρας.
他の軍勢全体も、彼らを二度と見ることはないだろうと思って、この事態に深く同情した。