§10.43.1μετʼ οὐ πολὺ δὲ πάλιν τῶν δημάρχων τὸν ὑπὲρ τοῦ νόμου εἰσφερόντων λόγον αἰφνιδίως τις ἀπαγγελεῖσα πολεμίων ἔφοδος ἐπὶ τὴν τῶν Τυσκλάνων πόλιν, αἰτία κωλύσεως ἀποχρῶσα ἐγένετο.
それから間もなく、護民官たちが再び法案を提出しようとした際、突如として敵がトゥスクルム人の都市を襲撃したとの知らせが届き、これが十分な妨害の理由となった。
τῶν γὰρ Τυσκλάνων κατὰ πλῆθος εἰς τὴν Ῥώμην ἀφικομένων καὶ λεγόντων, ὅτι δυνάμει πολλῇ πάρεισιν ἐπʼ αὐτοὺς Αἰκανοὶ καὶ τὴν μὲν χώραν αὐτῶν ἤδη διηρπάκασι, τὴν δὲ πόλιν, ἐὰν μή τις γένηται ταχεῖα ἐπικουρία, φθάσουσιν ἐντὸς ὀλίγων ἡμερῶν ἀράμενοι, ἡ μὲν βουλὴ τοὺς ὑπάτους αὐτοῖς ἐψηφίσατο βοηθεῖν ἀμφοτέρους, οἱ δʼ ὕπατοι στρατολογίαν προθέντες ἐκάλουν τοὺς πολίτας ἅπαντας ἐπὶ τὰ ὅπλα.
というのも、多くのトゥスクルム人がローマにやって来て、アイクイ人が大軍を率いて自分たちを襲い、すでに彼らの領地を略奪しており、迅速な救援がなければ、数日のうちに都市を奪い去ってしまう(救援に先んじて占領してしまう)だろうと語ったからである。 元老院は彼らのために、両執政官が救援に赴くことを議決し、執政官たちは徴兵を告知して全市民を武器のもとに召集した。
§10.43.2ἐγένετο μὲν οὖν τις καὶ τότε στάσις ἐναντιουμένων τῇ καταγραφῇ τῶν δημάρχων καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας οὐ συγχωρούντων ποιεῖσθαι κατὰ τῶν ἀπειθούντων· ἔπραξαν δʼ οὐθέν.
この時にもまた、護民官たちが徴兵に反対し、従わない者たちに対して法に基づく処罰を科すことを許さないという、ある種の対立が生じたが、彼らは何も成し遂げられなかった。
συνελθοῦσα γὰρ ἡ βουλὴ γνώμην ἀπεδείξατο, τοὺς πατρικίους ἐπὶ τὸν πόλεμον ἐξιέναι σὺν τοῖς ἑαυτῶν πελάταις, τῶν δʼ ἄλλων πολιτῶν τοῖς μὲν βουλομένοις μετέχειν τῆς στρατείας ἐπὶ σωτηρίᾳ τῆς πατρίδος γινομένης ὅσια εἶναι τὰ πρὸς θεούς, τοῖς δʼ ἐγκαταλείπουσι τοὺς ὑπάτους τἀναντία.
なぜなら、招集された元老院が、パトリキは自らの保護民を伴って戦争に出発すべきであり、他の市民のうち、祖国の救済のために行われるこの従軍に参加することを望む者たちにとっては、神々に対する関係は神聖なものとなるが、執政官を見捨てる者たちにとっては、その逆となるという意見を表明したからである。
§10.43.3ὡς δʼ ἀνεγνώσθη τὸ δόγμα τῆς βουλῆς ἐν τῇ ἐκκλησίᾳ, πολλοὶ καὶ τοῦ δήμου τὸν ἀγῶνα ἑκόντες ὑπέμειναν·
元老院の決議が民会で読み上げられると、平民の多くも自発的に戦いに赴くことを受け入れた。
οἱ μὲν ἐπιεικέστατοι δι’ αἰσχύνην, εἰ μηδὲν ἐπικουρήσουσι πόλει συμμάχῳ διὰ τὴν πρὸς αὐτοὺς εὔνοιαν ἀεί τι πρὸς τῶν ἐχθρῶν βλαπτομένῃ·
穏和な者たちは、自分たちに対する好意のゆえに、常に敵から何らかの害を被っている同盟都市に対して何も救援をしないのは恥ずべきことだと感じたからであった。
ἐν οἷς ἦν καὶ ὁ Σίκκιος ἐκεῖνος ὁ κατηγορήσας ἐν τῷ δήμῳ τῶν σφετερισαμένων τὴν δημοσίαν γῆν, σπεῖραν ἐπαγόμενος ὀκτακοσίων ἀνδρῶν, οἳ στρατεύεσθαι μὲν οὐκέτι ὥραν εἶχον, ὥσπερ οὐδʼ ἐκεῖνος, οὐδʼ ἔπιπτον ὑπὸ τὰς ἀνάγκας τῶν νόμων, τιμῶντες δὲ τὸν ἄνδρα διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, ἐξιόντος ἐπὶ τὸν πόλεμον οὐκ ἐδικαίωσαν ἀπολείπεσθαι.
その中には、民衆の前で公有地を不当に占有した者たちを告発したあのシッキウスもおり、彼は800人の兵士からなる部隊を率いていた。 彼らは、シッキウス自身と同様に、もはや従軍する年齢ではなく、法の強制力の対象にもなっていなかったが、多くの偉大な恩恵のゆえにこの人物を敬っていたため、彼が戦争に出発する際に取り残されることをよしとしなかった。
§10.43.4καὶ ἦν τοῦτο τὸ μέρος τῆς ἐξελθούσης τότε δυνάμεως ἐμπειρίᾳ τε ἀγώνων καὶ τῇ παρὰ τὰ δεινὰ εὐτολμίᾳ μακρῷ τοῦ ἄλλου ἄμεινον.
そして、当時出征した軍勢のうち、この一団は実戦経験と危難に臨む勇敢さにおいて、他の軍勢よりもはるかに優れていた。
οἱ δὲ πολλοὶ χάριτι καὶ παρακλήσει τῶν πρεσβυτάτων ὑπαχθέντες εἵποντο.
大多数の平民は、最も年長の者たちの懇請と説得に動かされて従った。
ἦν δέ τι μέρος, ὃ τῶν ὠφελειῶν ἕνεκα τῶν ἐν ταῖς στρατείαις γινομένων πάντα κίνδυνον ἕτοιμον ἦν ὑπομένειν.
また、従軍中に得られる利益を目的として、あらゆる危険を甘んじて受ける覚悟のある一団も存在した。
καὶ διʼ ὀλίγου χρόνου δύναμις ἐξῆλθε πλήθει τε ἀποχρῶσα καὶ παρασκευαῖς κεχρημένη λαμπροτάταις.
こうして短期間のうちに、十分な規模を持ち、極めて見事な装備を備えた軍勢が出発した。
§10.43.5οἱ μὲν οὖν πολέμιοι προακούσαντες, ὅτι μέλλουσιν ἐπʼ αὐτοὺς ἐξάγειν Ῥωμαῖοι στρατιάν, ἀπῆγον ἐπʼ οἴκου τὰς δυνάμεις.
さて、敵はローマ人が自分たちに対して軍勢を率い出そうとしていることを事前に聞き及ぶと、その軍勢を本国へと退却させた。
οἱ δʼ ὕπατοι κατὰ σπουδὴν ἐλαύνοντες καταλαμβάνουσιν ἐστρατοπεδευκότας αὐτοὺς πόλεως Ἀντίου πλησίον ἐν ὑψηλῷ καὶ ἀποτόμῳ χωρίῳ καὶ τίθενται τὴν παρεμβολὴν τῆς ἐκείνων οὐ πρόσω.
しかし、急ぎ進軍した執政官たちは、アンティウム市の近くの、高く切り立った場所に彼らが陣を敷いているのを発見し、その陣営からそう遠くない場所に自らの陣を張った。
§10.43.6τέως μὲν οὖν ἐν ταῖς ἑαυτῶν ἐπέμενον ἀμφότεροι παρεμβολαῖς, ἔπειτα καταφρονήσαντες τῶν Ῥωμαίων Αἰκανοὶ τῆς οὐ προεπιχειρήσεως καὶ πλῆθος οὐχ ἱκανοὺς εἶναι νομίσαντες ἀγοράς τʼ αὐτῶν περιέκοπτον ἐξιόντες καὶ τοὺς ἐπὶ προνομὴν ἀποστελλομένους ἢ χόρτον ἵπποις ἀνεκρούοντο καὶ τοῖς πρὸς ὑδρείαν καταβαίνουσιν αἰφνιδίως ἐπετίθεντο, προὐκαλοῦντό τʼ αὐτοὺς πολλάκις εἰς μάχην.
しばらくの間は、両軍とも自らの陣営にとどまっていた。 しかしその後、アイクイ人はローマ人が先制攻撃をしてこないことを侮り、またその軍勢が十分な規模ではないと判断して、陣営を出て彼らの食糧調達路を遮断し、略奪や馬の飼料の採集に送り出された者たちを撃退し、水汲みに下りてくる者たちを突如襲撃し、さらには度々彼らを戦闘へと誘い出した。