Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.44.1-10.44.5

罗米利乌斯下达奇袭命令与西基乌斯的抗辩

第 784 段,共 962 段 · 希腊语

内容简介

执政官罗米利乌斯决定开战,并命令西基乌斯率领其老兵部队绕道袭击敌方营垒,但西基乌斯指出该行动极度危险,并请求派兵增援。

§10.44.1ταῦθʼ ὁρῶσι τοῖς ὑπάτοις ἐδόκει μηκέτι διατρίβειν τὸν πόλεμον.
看到这些,执政官们认为不应再拖延战争。
ἦν δʼ ἐν ἐκείναις ταῖς ἡμέραις ἡ τοῦ πολεμεῖν ἐξουσία Ῥωμιλίῳ προσήκουσα, καὶ ὁ τὸ σύνθημα διδοὺς καὶ εἰς τάξιν καθιστὰς ἄρχειν τε καὶ παύεσθαι μάχης τὸν καιρὸν ταμιεύων ἐκεῖνος ἦν·
而在那些日子里,进行战争的权力属于罗米利乌斯,他就是那个发布口令、整顿队列、并掌管开始和停止战斗时机的人。
ὃς ἐπειδὴ τὰ σημεῖα ἐκέλευσεν ἀρθῆναι ἐκ τῆς μάχης καὶ προῆγεν ἐκ τοῦ χάρακος τὸν στρατόν, τοὺς μὲν ἄλλους ἔτασσεν ἱππεῖς τε καὶ τοὺς πεζοὺς κατὰ σπείρας ἐν τοῖς ἐπιτηδείοις ἑκάστους τόποις, τὸν δὲ Σίκκιον καλέσας λέγει· §10.44.2ἡμεῖς μέν, ὦ Σίκκιε, μαχούμεθα τοῖς πολεμίοις ἐνθάδε, σὺ δʼ ἐν ὅσῳ μέλλομεν ἔτι καὶ παρασκευαζόμεθα τὰ πρὸς τὸν ἀγῶνα ἀμφότεροι, χώρει τὴν πλαγίαν ἐκείνην ὁδὸν ἐπὶ τὸ ὄρος, ἔνθα ἡ τῶν πολεμίων ἐστὶ παρεμβολή, καὶ μάχην τίθεσο πρὸς τοὺς ἐν τῷ χάρακι, ἵνʼ ἢ περὶ τῷ φρουρίῳ δείσαντες οἱ πρὸς ἡμᾶς μαχόμενοι καὶ βοηθεῖν προθυμούμενοι νῶτά τε δείξωσι καὶ εὐκατέργαστοι γένωνται, καθάπερ εἰκὸς ἐν ἀναχωρήσει ταχείᾳ, καὶ εἰς μίαν ὁδὸν ἅπαντες βιαζόμενοι, ἢ μένοντες αὐτόθι τὸν χάρακα ἀποβάλωσιν.
当他下令为战斗升起军旗并率军出营时,他将其他骑兵和步兵按百人队部署在各自合适的地点,然后召来西基乌斯说道: “西基乌斯啊,我们将在下面这里与敌人交战,而当我们双方还在拖延并准备战斗时,沿着那条侧道走向那座山,敌人的营垒就在那里,并与营垒中的人交战,这样一来,要么与我们交战的敌军会因担心自己的堡垒并急于救援而转身逃跑,从而变得容易对付,正如在仓促撤退中所有人挤在一条路上时所常见的那样,要么他们留在原地,从而失去自己的营垒。
§10.44.3οὔτε γὰρ ἡ φυλάττουσα αὐτὸν δύναμις ἀξιόμαχός ἐστιν, ὡς εἰκάσειεν ἄν τις, ἐπὶ τῷ ἐρυμνῷ τοῦ τόπου δοκοῦσα εἶναι πᾶν τὸ ἀσφαλές· ἥ τε ἅμα σοι δύναμις ἀποχρῶσα γένοιτʼ ἄν, ἄνδρες ὀκτακόσιοι πολλῶν ἀθληταὶ πολέμων, τεταραγμένους σκηνοφύλακας ἀπροσδόκητοι προσπεσόντες τῷ τολμηρῷ ἑλεῖν.
因为防守营垒的军队,正如人们所料,并不足以为战,他们以为所有的安全都依赖于地势的险要;同时,你手下的这支由八百名久经沙场的战士组成的军队,若能乘其不备突然袭击,也足以凭其勇猛攻克那些惊慌失措的守营官兵。
§10.44.4καὶ ὁ Σίκκιος ἔφησεν· ἀλλʼ ἔγωγε ἅπαντα μὲν ἕτοιμος ὑπηρετεῖν· τὸ μέντοι ἔργον οὐ ῥᾴδιον ὥσπερ σοι δοκεῖ.
” 西基乌斯回答道:“我本人已准备好服从一切命令;然而,这项任务并不像您想象的那样容易。
ὑψηλή τε γὰρ ἡ πέτρα καὶ ἀπότομος, ἐφʼ ἧς ὁ χάραξ, ὁδόν τε οὐδεμίαν ὁρῶ φέρουσαν ἐπʼ αὐτοὺς ἔξω τῆς μιᾶς, ᾗ καταβήσονται οἱ πολέμιοι πρὸς ἡμᾶς, φυλακήν τʼ εἰκὸς ἀξιόμαχον εἶναι ἐν αὐτῇ· κἂν ὀλίγη δὲ πάνυ καὶ φαύλη τις οὖσα τύχῃ, πρὸς πολλῷ πλείονα ἢ τὴν σὺν ἐμοὶ δύναμιν ἀντέχειν οἵα τε ἔσται, τό τε χωρίον αὐτὸ παρέξει τῇ φυλακῇ τοῦ μὴ ἁλώσεσθαι τὸ ἀσφαλές.
因为设立营垒的那块岩石又高又陡,而且除了敌人下山来迎击我们的那一条唯一的通路之外,我看不出有任何通道可以通往他们那里,并且在营垒中很可能驻守着一支强大的防卫力量;即便这支守备队碰巧极少且软弱,他们也足以抵御比我手下多得多的军队,而且地势本身也将为守卫者提供免于陷落的安全保障。
§10.44.5ἀλλὰ μάλιστα μὲν ἀνάθου τὴν γνώμην — ἡ πεῖρα γὰρ ἐπισφαλής — εἰ δὲ πάντως ἔγνωσταί σοι δύο τίθεσθαι μάχας ἐν ἑνὶ καιρῷ, δύναμιν ἀξιόχρεων ἀνδρῶν ἐπιλέκτων τάξον ἀκολουθεῖν μοι σὺν τοῖς πρεσβυτέροις.
所以,最好请您打消这个念头——因为这次尝试是危险的——但如果您已经决定无论如何都要在同一时间进行两场战斗,请指派一支由精选士兵组成的足够军队,与那些年长者们一起追随我。
οὐ γὰρ κλέψοντες τὸ χωρίον, ἀλλὰ βίᾳ καὶ φανερῶς ἐξελοῦντες ἄνιμεν.
因为我们登山不是为了暗中偷袭,而是要凭武力公开夺取那地方。 ”

词汇与语法注释

  1. 2108ἐκ τῆς μάχης — 抄本传抄为 ἐκ τῆς μάχης(意为“从战斗中”),但这与后文“率军出营”的上下文不符。这很可能是 εἰς τὴν μάχην(意为“为了战斗”)或类似表达的讹误或漏抄,多数校勘本皆据此修正。此处翻译采用“为了战斗而升起军旗”的理解。
  2. p.v.4p.81ἵνʼ ἢ περὶ τῷ φρουρίῳ δείσαντες ... ἢ μένοντες αὐτόθι τὸν χάρακα ἀποβάλωσιν — 在由 ἵνα(此处作 ἵνʼ)引导的目的从句中,通过 ἢ ... ἢ ... 提出了两种交替的情况。前者的主要动词是虚拟过去式 δείξωσι 和 γένωνται,后者的主要动词是虚拟过去式 ἀποβάλωσιν。前者从句中的分词 βιαζόμενοι 描述了溃逃的敌军拥挤在一条路上的情景。
  3. 2109ἥ τε ἅμα σοι δύναμις ἀποχρῶσα γένοιτʼ ἄν ... ἑλεῖν — 不定式 ἑλεῖν(意为“攻占”)修饰形容词 ἀποχρῶσα(意为“足够的”),用以说明目的(“足以攻占”)。主格形容词 ἀπροσδόκητοι(意为“出乎意料的”)修饰主语(即 δύναμις 中的士兵),在语义上起副词作用(作“出其不意地”)。τῷ τολμηρῷ 是表示手段的与格(“凭着勇敢”)。
  4. 2109πρὸς πολλῷ πλείονα ἢ τὴν σὺν ἐμοὶ δύναμιν ἀντέχειν — 动词 ἀντέχειν(意为“坚守、抵抗”)与介词 πρός + 宾格连用,此处修饰 πολλῷ πλείονα(意为“多得多的敌军”)。其后接有比较结构 ἢ τὴν σὺν ἐμοὶ δύναμιν(意为“比我手下的军队”)。该从句的主语承接上文的“守备队(ἡ φυλακή)”,整句意为“(哪怕守备队人数极少,)他们也足以抵御比我手下多得多的敌军”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.44.1-10.44.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.44.1-10.44.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。