Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §10.33.1-10.33.6

新執政官の徴兵と護民官との衝突

773 / 962 箇所 · ギリシア語

要旨

新執政官の就任に伴い、再び内紛の兆しと他民族との戦争が生じる。執政官たちが強力な徴兵を試みたことで護民官たちと激しく対立し、両派は民衆や貴族を巻き込んだ武力衝突へと至る。

§10.33.1ὁ δὲ μετὰ τοῦτον, ἐν ᾧ τὴν ὕπατον ἀρχὴν παρειλήφεσαν Τίτος Ῥωμίλιος καὶ Γάιος Οὐετούριος, δήμαρχοι δʼ ἦσαν οἱ περὶ Λεύκιον Ἰκίλλιον τὸ δεύτερον ἄρχειν ἑξῆς αἱρεθέντες, οὐχ ἁπλοῦς, ἀλλὰ ποικίλος τις ἐγένετο καὶ μεγάλων μεστὸς πραγμάτων.
その翌年、ティトス・ロミリウスとガイウス・ウェトゥリウスが執政官の職を引き継ぎ、ルキウス・イキリウスとその一派が二期連続して執務するために護民官に選出されていたが、この年は単純なものではなく、波乱に富み、重大な出来事に満ちたものとなった。
ἥ τε γὰρ πολιτικὴ στάσις ἤδη μεμαράνθαι δοκοῦσα ὑπὸ τῶν δημάρχων πάλιν ἀνεκινεῖτο, καὶ πόλεμοί τινες ἐκ τῶν ἀλλοεθνῶν ἀνέστησαν, οἳ κακὸν μὲν οὐθὲν διαθεῖναι τὴν πόλιν ἠδυνήθησαν, οὐ μικρὰν δὲ ὠφέλειαν τὸ στασιάζον ἀνελόντες ἐξ αὐτῆς.
すでに下火になったと思われていた国内の党派争いが、護民官たちによって再び燃え上がらされ、また、他民族からのいくつかの戦争が勃発した。 これらは市にいかなる害悪ももたらすことはできなかったものの、内紛をそこから取り除くことによって、小さくない益をもたらした。
§10.33.2ἐγκύκλιον γὰρ δὴ τοῦτο καὶ ἐν ἔθει ἦν ἤδη τῇ πόλει πολεμουμένῃ μὲν ὁμονοεῖν, εἰρήνην δὲ ἀγούσῃ στασιάζειν.
というのも、市にとって、戦争状態にあるときには一致団結し、平和なときには内紛を起こすということは、すでに周期的であり習慣となっていたからである。
τοῦτο συνιδόντες ἅπαντες οἱ τὰς ὑπάτους ἀρχὰς παραλαβόντες κατʼ εὐχὰς μὲν εἴ τις ἔξωθεν ἐπανασταίη πόλεμος ἐλάμβανον·
執政官の職を引き継いだ者たちは皆、このことを見抜いており、もし外部から何らかの戦争が起こるならば、それを願ってもない幸運として受け止めた。
ἡσυχαζόντων δὲ τῶν ἀντιπάλων αὐτοὶ κατεσκεύαζον ἐγκλήματα καὶ προφάσεις πολέμων, ἅτε ὁρῶντες διὰ μὲν τοὺς πολέμους μεγάλην καὶ εὐδαίμονα γινομένην τὴν πόλιν, διὰ δὲ §10.33.3τὰς στάσεις ταπεινὴν καὶ ἀσθενῆ.
しかし、敵が静穏を保っているときには、彼ら自身が戦争の口実や非難の材料をでっち上げた。 それは、戦争によって市が偉大で繁栄したものとなる一方、内紛によっては卑小で脆弱なものとなるのを見ていたからであった。
οἷς ὅμοια γνόντες οἱ τότε ὕπατοι στρατιὰν ἐξάγειν ἔκριναν ἐπὶ τοὺς πολεμίους δεδοικότες, μή τι διὰ τὴν εἰρήνην ἄρξωνται ταράττειν ἀργοὶ καὶ πένητες ἄνθρωποι, τοῦτο μὲν ὀρθῶς ἰδόντες, ὅτι δεῖ περισπᾶσαι τὸν ὄχλον ἐπὶ τοὺς ἔξω πολέμους, τὸ δὲ μετὰ τοῦτο οὐκ ὀρθῶς.
当時の執政官たちもこれと同様の考えを抱き、怠惰で貧しい人々が平和のせいで何か不穏な動きを始めるのではないかと恐れて、敵に対して軍勢を率いて出撃することを決定した。 民衆の気を外の戦争へと逸らすべきであるということを見抜いた点では彼らは正しかったが、その後の行動においては正しくなかった。
δέον γὰρ αὐτοὺς ὡς ἐν νοσούσῃ πόλει μετρίαις χρῆσθαι ταῖς στρατολογίαις ἐπὶ τὸ βίᾳ προσαναγκάζειν τοὺς ἀπειθοῦντας ἐτράποντο, οὔτε παραίτησιν οὔτε συγγνώμην οὐδενὶ διδόντες οὐδεμίαν, ἀλλὰ ταῖς ἐκ τῶν νόμων τιμωρίαις εἴς τε τὰ σώματα καὶ τὰς οὐσίας αὐτῶν πικρῶς χρώμενοι.
病める市においてそうすべきであるように控えめな徴兵を行うべきであったのに、彼らは従わない者たちを力ずくで強制することへと走り、誰に対しても、いかなる釈明も寛恕も与えず、法律に基づく罰を彼らの身体や財産に対して過酷に適用したからである。
§10.33.4ταῦτα ποιούντων αὐτῶν ἀφορμὴν αὖθις εἰλήφεσαν οἱ δήμαρχοι τοῦ δημαγωγεῖν τὰ πλήθη·
彼らがこのように行動すると、護民官たちは再び民衆を先導する機会を得た。
καὶ συναγαγόντες εἰς ἐκκλησίαν τά τʼ ἄλλα τῶν ὑπάτων κατεβόων, καὶ ὅτι πολλοὺς τῶν πολιτῶν ἐκέλευσαν εἰς τὸ δεσμωτήριον ἀπάγειν τὴν δημαρχικὴν ἐξουσίαν ἐπικαλεσαμένους, τῆς τε στρατολογίας ἀπολύειν ἔφασαν αὐτοὶ δὴ μόνοι ἐξουσίαν ἐκ τῶν νόμων ἔχοντες.
彼らは民衆を民会に召集し、執政官たちの他の行いをも非難し、彼らが護民官の権能に救いを求めた多くの市民を牢獄へ連行するよう命じたことを弾劾した。 そして、自分たちだけが法律に基づいて徴兵を免除する権限を持っていると主張した。
ὡς δʼ οὐθὲν ἐπέραινον, ἀλλʼ ἐπιστρεφεστέρας ἔτι τὰς καταγραφὰς ἑώρων γινομένας, §10.33.5ἔργοις κωλύειν ἐπεβάλλοντο.
しかし、何の成果も得られず、むしろ徴兵登録がさらに厳格に行われるのを目にすると、実力で行使して妨害することに乗り出した。
ἀμυνομένων δὲ τῶν ὑπάτων καὶ τῷ κράτει τῆς ἀρχῆς ἐρεθισμοί τέ τινες ἐγίνοντο καὶ χειρῶν ἐπιβολαί.
これに対し、執政官たちも官職の権力を用いて防衛したため、激しい小競り合いや実力行使が生じた。
συνηγωνίζετο δὲ τοῖς μὲν ὑπάτοις ἡ τῶν πατρικίων νεότης, τοῖς δὲ δημάρχοις ὁ πένης καὶ ἀργὸς ὄχλος.
執政官たちには貴族の青年たちが味方し、護民官たちには貧しく怠惰な民衆が加担した。
§10.33.6ἐκείνην μὲν οὖν τὴν ἡμέραν παρὰ πολὺ κρείττους ἐγένοντο τῶν δημάρχων οἱ ὕπατοι, ταῖς δʼ ἑξῆς ἡμέραις πλείονος ὄχλου συρρέοντος εἰς τὴν πόλιν ἐκ τῶν ἀγρῶν, δόξαντες οἱ δήμαρχοι προσειληφέναι χεῖρα ἀξιόμαχον ἐκκλησίας τε συνεχεῖς ἐποιοῦντο καὶ τοὺς ὑπηρέτας κακῶς διακειμένους ἐκ τῶν πληγῶν ἐπεδείκνυσαν καὶ τὴν ἀρχὴν ἔλεγον ἀποθήσεσθαι, εἰ μή τις αὐτοῖς ἔσται παρὰ τοῦ δήμου βοήθεια.
その日は、執政官たちが護民官たちに対してはるかに優勢であったが、翌日以降、農村からさらに多くの群衆が市に流れ込んでくると、護民官たちは十分に戦えるだけの加勢を得たと考えて民会を連続して開催した。 そして、殴打によって無残な状態になった彼らの従属者たちを見せ、平民からの何らかの援助が得られないのであれば、自分たちの官職を辞職すると宣言した。

語釈・文法注

  1. 10.33.1τὸ στασιάζον — 動詞 στασιάζω(党派争いをする)の現在分詞中性単数形に冠詞が付いて名詞化したもの。「内紛状態」や「党派闘争」という抽象的名詞として機能している。
  2. 10.33.3δέον — 非人称動詞 δεῖ(〜すべきである)の分詞中性単数対格による対格絶対(accusative absolute)の用法。「〜すべきであったのに」という譲歩や対比を表し、従属節的に機能している。
  3. 10.33.4ἐπικαλεσαμένους — πολλούς に係るアオリスト分詞(対格複数)。ここでは「護民官の職権による手助け・介入を求めて叫んだ」という意味であり、ローマ法における護民官への救済申し立て(provocatio)という制度的文脈を指す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §10.33.1-10.33.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.33.1-10.33.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。