§10.32.1μετὰ τοῦτο τὸ ἔργον συναχθείσης τῆς βουλῆς οἱ μὲν ὕπατοι κατηγορίαν πολλὴν τῶν δημάρχων ἐποιήσαντο·
この出来事の後、元老院が召集されると、執政官たちは護民官たちを激しく非難した。
παραλαβὼν δὲ τὸν λόγον ὁ Ἰκίλλιος περί τε τῆς εἰς τὸν ὑπηρέτην ὀργῆς ἀπελογεῖτο τοὺς ἱεροὺς προφερόμενος νόμους, καθʼ οὓς οὔτε ἄρχοντι οὔτʼ ἰδιώτῃ συνεχωρεῖτο πράττειν οὐδὲν ἐναντίον δημάρχῳ, καὶ περὶ τοῦ συγκαλεῖν τὴν βουλὴν ἐδίδασκεν, ὡς οὐθὲν εἴη πεποιηκὼς ἄτοπον, πολλοὺς καὶ §10.32.2παντοδαποὺς εἰς τοῦτο παρασκευασάμενος λόγους.
これに対してイキリウスが発言に立ち、随行員に対する怒りについては神聖法を引き合いに出して弁明した。 その法律によれば、いかなる政務官にも私人にも、護民官に反するいかなる行為を行うことも許されていなかった。 また、元老院を召集したことについては、自分が不当なことは何一つ行っていないと主張し、このために多種多様な多くの論拠を用意して説得に努めた。
ὡς δʼ ἀπελύσατο ταύτας τὰς κατηγορίας, τὸν ὑπὲρ τοῦ λόφου νόμον εἰσέφερεν.
これらの非難を退けると、彼は丘に関する法案を提出した。
ἦν δὲ τοιόσδε·
それは以下のようなものであった。
ὅσα μὲν ἰδιῶταί τινες εἶχον ἐκ τοῦ δικαίου κτησάμενοι, ταῦτα τοὺς κυρίους κατέχειν·
すなわち、一部の私人が正当に獲得して所有していたものは、その所有者たちがそのまま保持すること。
ὅσα δὲ βιασάμενοί τινες ἢ κλοπῇ λαβόντες ᾠκοδομήσαντο, κομισαμένους τὰς δαπάνας, ἃς ἂν οἱ διαιτηταὶ γνῶσι, τῷ δήμῳ παραδιδόναι·
一部の者が実力で行使するか、あるいは不法に占有して建物を建てたものは、仲裁人たちが裁定した費用を回収した上で、平民に引き渡すこと。
τὰ δὲ ἄλλα, ὅσα ἦν δημόσια, χωρὶς ὠνῆς τὸν δῆμον παραλαβόντα διελέσθαι.
そして、公有地であったその他の部分は、平民が購入することなく受け取り、分割して割り当てること。
§10.32.3ἐδίδασκέ τε, ὅτι τοῦτο τὸ πολίτευμα εἰς πολλὰ μὲν καὶ ἄλλα συνοίσει τῇ πόλει, μάλιστα δὲ εἰς τὸ μὴ στασιάζειν ἔτι περὶ τῆς δημοσίας χώρας τοὺς πένητας, ἣν οἱ πατρίκιοι κατεῖχον.
さらに彼は、この政策が他の多くの点でも市に役立つだけでなく、特に貧民たちが、貴族たちの占有していた公有地をめぐってこれ以上紛争を起こさなくなるために役立つと説いた。
ἀγαπήσειν γὰρ αὐτοὺς τῆς πόλεως λαχόντας μέρος, ἐπειδὴ τῆς χώρας οὐκ ἔξεστι διὰ τοὺς ἐσφετερισμένους αὐτὴν πολλοὺς ὄντας καὶ δυνατούς.
というのも、彼らは市の一部を割り当てられて満足するであろうからであり、それは、土地を私物化している者たちが多数かつ強力であるために、土地を割り当てられることが不可能であるからである。
§10.32.4τοιούτων ῥηθέντων ὑπʼ αὐτοῦ λόγων ὁ μὲν ἀντιλέγων Γάιος Κλαύδιος ἦν μόνος, οἱ δὲ συγκαταινοῦντες πολλοί, καὶ ἔδοξε διδόναι τῷ δήμῳ τὸν τόπον.
彼によってこのような議論がなされると、反対を唱えたのはガイウス・クラウディウスただ一人であり、賛同する者は多数に上り、その場所を平民に与えることが決定された。
μετὰ τοῦτο ἱεροφαντῶν τε παρόντων καὶ οἰωνοσκόπων καὶ ἱεροποιῶν δυεῖν καὶ ποιησαμένων τὰς νομίμους εὐχάς τε καὶ ἀρὰς ἐν τῇ λοχίτιδι ἐκκλησίᾳ συναχθείσῃ ὑπὸ τῶν ὑπάτων ὁ νόμος ἐκυρώθη, ὅς ἐστιν ἐν στήλῃ χαλκῇ γεγραμμένος, ἣν ἀνέθεσαν ἐν τῷ Αὐεντίνῳ §10.32.5κομίσαντες εἰς τὸ τῆς Ἀρτέμιδος ἱερόν.
この後、神官たち、鳥占い官たち、および二人の生贄奉仕官が立ち会い、規定の祈りと呪いの儀式を行った上で、執政官たちによって召集された兵員会において法律が承認された。 この法律は青銅の石碑に刻まれており、彼らはそれをアウェンティヌスの丘に運び、アルテミスの神殿に奉納した。
κυρωθέντος δὲ τοῦ νόμου συνελθόντες οἱ δημοτικοὶ τά τε οἰκόπεδα διελάγχανον καὶ κατῳκοδόμουν ὅσον ἕκαστοι τόπον δυνηθεῖεν ἀπολαμβάνοντες.
法律が承認されると、平民たちは集まって宅地を抽選で分配し、それぞれが獲得できた広さの土地に家を建てて定住した。
εἰσὶ δʼ οἳ σύνδυο καὶ σύντρεις καὶ ἔτι πλείους συνιόντες οἰκίαν κατεσκευάζοντο μίαν ἑτέρων μὲν τὰ κατάγεια λαγχανόντων, ἑτέρων δὲ τὰ ὑπερῷα.
中には、二人、三人、あるいはそれ以上の人数で共同して、一棟の家を建て、ある者たちは階下を、他の者たちは階上を抽選で分け合う者たちもいた。
ὁ μὲν οὖν ἐνιαυτὸς ἐκεῖνος εἰς τὰς κατασκευὰς τῶν οἰκήσεων ἐδαπανήθη.
こうして、その一年は住居の建設に費やされた。