Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.32.1-10.32.5

伊基利乌斯的申辩与阿文丁土地法的通过

第 772 段,共 962 段 · 希腊语

内容简介

伊基利乌斯针对执政官的指控进行申辩,维护护民官特权,并成功通过了将阿文丁山公有地分配给平民并共同建造房屋的法案。

§10.32.1μετὰ τοῦτο τὸ ἔργον συναχθείσης τῆς βουλῆς οἱ μὲν ὕπατοι κατηγορίαν πολλὴν τῶν δημάρχων ἐποιήσαντο·
在这一事件之后,元老院被召集,执政官对护民官进行了强烈的指责。
παραλαβὼν δὲ τὸν λόγον ὁ Ἰκίλλιος περί τε τῆς εἰς τὸν ὑπηρέτην ὀργῆς ἀπελογεῖτο τοὺς ἱεροὺς προφερόμενος νόμους, καθʼ οὓς οὔτε ἄρχοντι οὔτʼ ἰδιώτῃ συνεχωρεῖτο πράττειν οὐδὲν ἐναντίον δημάρχῳ, καὶ περὶ τοῦ συγκαλεῖν τὴν βουλὴν ἐδίδασκεν, ὡς οὐθὲν εἴη πεποιηκὼς ἄτοπον, πολλοὺς καὶ §10.32.2παντοδαποὺς εἰς τοῦτο παρασκευασάμενος λόγους.
而伊基利乌斯接过发言权,引用神圣法为针对那名扈从发怒一事辩解,根据这些法律,无论是任何长官还是私人,都不得做出任何违抗护民官的事;关于召集元老院,他解释说自己没有做出任何出格的事,并为此准备了许多且各种各样的论据。
ὡς δʼ ἀπελύσατο ταύτας τὰς κατηγορίας, τὸν ὑπὲρ τοῦ λόφου νόμον εἰσέφερεν.
当他澄清了这些指责后,他便提出了关于这座山丘的法案。
ἦν δὲ τοιόσδε· ὅσα μὲν ἰδιῶταί τινες εἶχον ἐκ τοῦ δικαίου κτησάμενοι, ταῦτα τοὺς κυρίους κατέχειν· ὅσα δὲ βιασάμενοί τινες ἢ κλοπῇ λαβόντες ᾠκοδομήσαντο, κομισαμένους τὰς δαπάνας, ἃς ἂν οἱ διαιτηταὶ γνῶσι, τῷ δήμῳ παραδιδόναι· τὰ δὲ ἄλλα, ὅσα ἦν δημόσια, χωρὶς ὠνῆς τὸν δῆμον παραλαβόντα διελέσθαι.
其内容如下:凡是一些私人依正义取得并占有的部分,由这些所有者继续保留;凡是一些人强占或通过偷窃占有并建造了房屋的部分,在收回仲裁人裁定的费用后,移交给平民;而其余属于公有地的部分,由平民无偿接收并进行分配。
§10.32.3ἐδίδασκέ τε, ὅτι τοῦτο τὸ πολίτευμα εἰς πολλὰ μὲν καὶ ἄλλα συνοίσει τῇ πόλει, μάλιστα δὲ εἰς τὸ μὴ στασιάζειν ἔτι περὶ τῆς δημοσίας χώρας τοὺς πένητας, ἣν οἱ πατρίκιοι κατεῖχον.
他还解释说,这一法案不仅在许多其他方面对国家有益,而且最能使穷人不再为贵族所占有的公有地进行抗争。
ἀγαπήσειν γὰρ αὐτοὺς τῆς πόλεως λαχόντας μέρος, ἐπειδὴ τῆς χώρας οὐκ ἔξεστι διὰ τοὺς ἐσφετερισμένους αὐτὴν πολλοὺς ὄντας καὶ δυνατούς.
因为他们分配到城市的一份土地就会感到满足,因为由于那些独占了土地的人人数众多且势力强大,平民要获得那片土地是不可能的。
§10.32.4τοιούτων ῥηθέντων ὑπʼ αὐτοῦ λόγων ὁ μὲν ἀντιλέγων Γάιος Κλαύδιος ἦν μόνος, οἱ δὲ συγκαταινοῦντες πολλοί, καὶ ἔδοξε διδόναι τῷ δήμῳ τὸν τόπον.
在他发表了这些言论之后,唯有盖乌斯·克劳狄乌斯一人提出反对,而赞同者人数众多,于是决定将该地方给予平民。
μετὰ τοῦτο ἱεροφαντῶν τε παρόντων καὶ οἰωνοσκόπων καὶ ἱεροποιῶν δυεῖν καὶ ποιησαμένων τὰς νομίμους εὐχάς τε καὶ ἀρὰς ἐν τῇ λοχίτιδι ἐκκλησίᾳ συναχθείσῃ ὑπὸ τῶν ὑπάτων ὁ νόμος ἐκυρώθη, ὅς ἐστιν ἐν στήλῃ χαλκῇ γεγραμμένος, ἣν ἀνέθεσαν ἐν τῷ Αὐεντίνῳ
在此之后,在祭司、鸟占官以及两位主持祭祀的官员到场,并进行了常规的祈祷和诅咒仪式后,在由执政官召集的百人队大会中,该法律获得通过。
§10.32.5κομίσαντες εἰς τὸ τῆς Ἀρτέμιδος ἱερόν.
该法律被刻在一块青铜碑上,他们将其运往阿文丁山,供奉在阿耳忒弥斯神庙中。
κυρωθέντος δὲ τοῦ νόμου συνελθόντες οἱ δημοτικοὶ τά τε οἰκόπεδα διελάγχανον καὶ κατῳκοδόμουν ὅσον ἕκαστοι τόπον δυνηθεῖεν ἀπολαμβάνοντες.
法律通过后,平民们聚集在一起,通过抽签分配宅基地,并各自在所能获得的土地范围内建造房屋。
εἰσὶ δʼ οἳ σύνδυο καὶ σύντρεις καὶ ἔτι πλείους συνιόντες οἰκίαν κατεσκευάζοντο μίαν ἑτέρων μὲν τὰ κατάγεια λαγχανόντων, ἑτέρων δὲ τὰ ὑπερῷα.
也有一些人两两、三三或更多人联合起来,建造一栋房屋,其中一些人分得底层,另一些人分得顶层。
ὁ μὲν οὖν ἐνιαυτὸς ἐκεῖνος εἰς τὰς κατασκευὰς τῶν οἰκήσεων ἐδαπανήθη.
因此,那一整年都耗费在了房屋的建造上。

词汇与语法注释

  1. 2075κατέχειν — 这一系列不定式(κατέχειν、παραδιδόναι、διελέσθαι)作为间接引语中的不定式,用以解释法律的具体条款,或作为命令性不定式来表示法令的内容。
  2. p.v.4p.61ἀγαπήσειν γὰρ αὐτοὺς — 不定式 ἀγαπήσειν 处于由前文动词 ἐδίδασκε(“他解释道”)所引导的间接引语中,其逻辑主语是宾格的 αὐτούς。
  3. 2076τῆς χώρας οὐκ ἔξεστι — 在非人称动词 ἔξεστι(“是可能的”)之后,省略了表示“获取”的不定式(例如 λαχεῖν),属格 τῆς χώρας 则作为该省略不定式的宾语(部分属格)发挥作用。
  4. 2077ἑτέρων μὲν τὰ κατάγεια λαγχανόντων — 这是一个属格独立结构(genitive absolute),作为部分说明性的叙述,用以解释主句主语(即共同建造一栋房屋的平民们)各自所分配到的份额。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.32.1-10.32.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.32.1-10.32.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。