§10.27.1φθειρομένης καὶ διαρπαζομένης τῆς τε Ῥωμαίων καὶ τῶν συμμάχων γῆς, καὶ τῶν πολεμίων ὡς διʼ ἐρημίας ἐλαυνόντων κατʼ ἐλπίδα τοῦ μηδεμίαν ἐπʼ αὐτοὺς ἐξελεύσεσθαι δύναμιν διὰ τὴν κατέχουσαν ἐν τῇ πόλει στάσιν, οἱ μὲν ὕπατοι τὴν βουλὴν συνήγαγον, ὡς περὶ τῶν ὅλων ἔσχατον τοῦτο βουλευσόμενοι.
ローマ人とその同盟者の土地が荒廃させられ略奪される一方で、敵は、市内に支配的な内紛があるために自分たちに対して出撃してくる軍勢は皆無であろうという期待から、まるで無人の地を進むかのように行軍していたため、執政官たちは、国家の死活にかかわる事柄についてこれが最後の討議になるものとして、元老院を招集した。
§10.27.2ῥηθέντων δὲ πολλῶν λόγων πρῶτος ἐρωτηθεὶς γνώμην Λεύκιος Κοίντιος, ὁ τῷ παρελθόντι γενόμενος ἔτει δικτάτωρ, ἀνὴρ οὐ μόνον τὰ πολέμια δεινότατος τῶν καθʼ ἑαυτόν, ἀλλὰ καὶ τὰ πολιτικὰ δοκῶν εἶναι φρονιμώτατος, γνώμην ἀπεφήνατο τήνδε·
多くの意見が述べられた後、最初に意見を求められたルキウス・クィンクティウスは(彼は前年にディクタトルを務めた人物であり、同時代人の中で軍事において最も優れているだけでなく、政治においても最も賢明であると見なされていたが)、次のような意見を表明した。
μάλιστα μὲν πείθειν τούς τε δημάρχους καὶ τοὺς ἄλλους πολίτας τὴν μὲν ὑπὲρ τοῦ νόμου διάγνωσιν οὐθὲν ἐν τῷ παρόντι κατεπείγουσαν εἰς ἑτέρους ἀναβαλέσθαι καιροὺς ἐπιτηδειοτέρους, τὸν δʼ ἐν χερσὶν ὄντα καὶ ὅσον οὔπω τῇ πόλει πλησιάζοντα πόλεμον ἄρασθαι πάσῃ προθυμίᾳ, καὶ μὴ περιιδεῖν τὴν μετὰ πολλῶν κτηθεῖσαν ἡγεμονίαν πόνων αἰσχρῶς καὶ ἀνάνδρως ἀπολομένην.
すなわち、何よりも護民官たちと他の市民たちを説得し、法に関する決定は現時点では全く緊急を要しないため、より適切な他の機会に延期させ、一方で、目の前に迫っており、今にも市に近づこうとしている戦争には、あらゆる熱意をもって立ち上がり、多くの苦労をもって獲得された覇権が、恥ずべき、かつ意気地なく失われるのを座視しないようにすること。
§10.27.3ἐὰν δὲ μὴ πείθηται ὁ δῆμος, τοὺς πατρικίους ἅμα τοῖς πελάταις καθοπλισαμένους τῶν τʼ ἄλλων πολιτῶν παραλαβόντας, οἷς ἦν ἑκοῦσι συνάρασθαι τοῦ καλλίστου ὑπὲρ τῆς πατρίδος ἀγῶνος, χωρεῖν προθύμως ἐπὶ τὸν πόλεμον θεούς, ὅσοι φυλάττουσι τὴν Ῥωμαίων πόλιν, ἡγεμόνας τῆς ἐξόδου ποιησαμένους.
もし民衆が説得に応じないならば、パトリキたちがクリエンテスとともに武装し、他の市民たちのうち、祖国のためのこの最も高貴な戦いに進んで協力したいと望む人々を率いて、ローマの市を守護するあらゆる神々を出征の先導者とし、熱意をもって戦争へと赴くこと。
§10.27.4συμβήσεσθαι γὰρ αὐτοῖς δυεῖν καλῶν ἔργων καὶ δικαίων θάτερον, ἢ νίκην ἐξενέγκασθαι πασῶν ὧν αὐτοί ποτε ἢ οἱ πατέρες ἐξηνέγκαντο λαμπροτάτην, ἢ περὶ τῶν ἐν αὐτῇ καλῶν εὐψύχως ἀγωνιζομένοις ἀποθανεῖν.
なぜなら、彼らには二つの高貴で正しいことのいずれか一方が起こるはずだからである。 すなわち、彼ら自身や彼らの先祖がかつて勝ち取ったいかなる勝利よりも最も輝かしい勝利を勝ち取るか、あるいは、祖国における高貴なものたちのために、雄々しく戦って死ぬかである。
ταύτης μέντοι τῆς καλῆς πείρας οὔτʼ αὐτὸς ἀπολείψεσθαι ἔφη, ἀλλʼ ἐν ἴσῳ τοῖς κράτιστα ἐρρωμένοις παρὼν ἀγωνιεῖσθαι, οὔτε τῶν ἄλλων τινὰ πρεσβυτέρων, οἷς ἐστιν ἐλευθερίας τε καὶ δόξης ἀγαθῆς λόγος.
この高貴な試みから、彼自身も遅れをとることはなく、最も強健な若者たちと同様に、その場に加わって戦うであろうし、自由と優れた名声を重んじる他の長老たちの誰もが同様であろう、と彼は述べた。