Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §10.28.1-10.28.8

ホラティウスの護民官への反論と徹底抗戦の決意

768 / 962 箇所 · ギリシア語

要旨

執政官ガイウス・ホラティウスは、反対する護民官ウェルギニウスに対し、パトリキたちが祖国のために戦う決意を表明するとともに、留守を預かる者たちが敵に降伏するくらいなら妻子を殺して市を焼き払う心中を選ぶであろうと警告する。

§10.28.1ὡς δὲ καὶ τοῖς ἄλλοις ἅπασι ταῦτʼ ἐδόκει, καὶ οὐθεὶς ἦν ὁ τἀναντία ἐρῶν, οἱ μὲν ὕπατοι τὸν δῆμον εἰς ἐκκλησίαν συνεκάλουν.
このことが他のみんなにも承認され、反対意見を述べる者も誰もいなかったので、執政官たちは民衆を民会に招集した。
συνελθόντος δʼ ὡς ἐπὶ καινοῖς ἀκούσμασι παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου παρελθὼν ἅτερος τῶν ὑπάτων Γάιος Ὁράτιος ἐπειρᾶτο πείθειν τοὺς δημοτικοὺς ἑκόντας ὑπομεῖναι καὶ ταύτην τὴν στρατείαν.
市内の群衆全員が、新たな知らせを聞こうと集まると、執政官の一人ガイウス・ホラティウスが進み出て、平民たちに、進んで今回の従軍をも受け入れるよう説得しようと試みた。
ἀντιλεγόντων δὲ τῶν δημάρχων καὶ τοῦ δήμου προσέχοντος αὐτοῖς τὸν νοῦν παρελθὼν πάλιν ὁ ὕπατος εἶπε·
しかし護民官たちが反対を唱え、民衆が彼らに注意を向けていたので、再び進み出て執政官は言った。
§10.28.2καλὸν γʼ, ὦ Οὐεργίνιε, καὶ θαυμαστὸν ἔργον ἐξειργάσασθε διασπάσαντες ἀπὸ τῆς βουλῆς τὸν δῆμον·
「ウェルギニウスよ、君たちは民衆を元老院から引き離すという、実に見事で驚くべき仕事を成し遂げたものだ。
καὶ τὸ μὲν ἐφʼ ὑμῖν εἶναι μέρος πάντʼ ἀπολωλέκαμεν, ὅσα παρὰ τῶν προγόνων παραλαβόντες ἢ τοῖς ἑαυτῶν πόνοις κτησάμενοι κατέσχομεν.
そして、君たちの側に関する限りでは、我々はすべてを失ってしまった、先祖から受け継ぐか、あるいは自分たちの苦労によって獲得して保持してきたすべてのものを。
§10.28.3οὐ μὴν ἡμεῖς γʼ ἀκονιτὶ μεθησόμεθα αὐτῶν, ἀλλʼ ἀναλαβόντες τὰ ὅπλα μετὰ τῶν βουλομένων σώζεσθαι τὴν πατρίδα χωρήσομεν ἐπὶ τὸν ἀγῶνα τὰς ἀγαθὰς προβαλλόμενοι τῶν ἔργων ἐλπίδας·
だが、我々自身は戦いもせずにそれらを手放すつもりは決してない。 むしろ、祖国が救われることを望む人々とともに武器を手に取り、自分たちの行動の良き希望を盾として、戦いへと進むつもりだ。
καὶ εἴ τις ἄρα θεὸς ἐπισκοπεῖ τοὺς καλοὺς καὶ δικαίους ἀγῶνας, καὶ ἡ τὴν πόλιν τήνδε αὔξουσα ἐκ πολλοῦ τύχη μήπω προλέλοιπεν αὐτήν, κρείττους τῶν ἐχθρῶν ἐσόμεθα·
そして、もしどこかの神が本当に高貴で正しい戦いを見守ってくださっており、この市を昔から繁栄させてきた運命が、まだ市を見捨てていないならば、我々は敵よりも優位に立つであろう。
εἰ δέ τις ἄρα ἐνέστηκε δαίμων καὶ ἐναντιοῦται τῇ σωτηρίᾳ τῆς πόλεως, οὔτοι τό γʼ ἐν ἡμῖν εὔνουν καὶ πρόθυμον ἀπολεῖται, ἀλλὰ τὸν ἁπάντων κράτιστον θάνατον αἱρησόμεθα περὶ τῆς πατρίδος.
しかし、もし何らかの悪霊が立ちふさがり、市の救済に敵対しているならば、我々における好意と熱意が失われることは決してなく、祖国のためにあらゆる死の中で最も高貴な死を選ぶであろう。
§10.28.4ὑμεῖς δὲ αὐτοῦ μένοντες οἰκουρεῖτε ἅμα ταῖς γυναιξίν, ὦ καλοὶ καὶ γενναῖοι προστάται τῆς πόλεως, ἐγκαταλιπόντες, μᾶλλον δὲ προδόντες ἡμᾶς, οἷς οὔτʼ ἂν νικήσωμεν ἡμεῖς ὁ βίος ἔσται καλός, οὔτʼ §10.28.5ἂν ἄλλως χωρήσῃ τὰ καθʼ ἡμᾶς ἀσφαλής·
しかし君たちはここに留まり、妻たちとともに家を守るがいい、市の高貴で優雅な指導者諸君よ、我々を見捨てて、いやむしろ裏切って。 我々にとっては、たとえ我々が勝利したとしても生活が快いものになることはなく、事態がそれと異なって推移したとしても、安全ではないであろう。
εἰ μὴ ἄρα ἐκείνῃ τῇ ψυχρᾷ ἐλπίδι ἐπαίρεσθε, ὡς διαφθαρέντων τῶν πατρικίων ὑμᾶς ἐάσουσιν οἱ πολέμιοι ταύτην ὑπολογιζόμενοι τὴν εὐεργεσίαν, καὶ συγχωρήσουσιν ὑμῖν τὴν πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἡγεμονίαν καὶ πάντα τἆλλα ἀγαθά, ὅσα νῦν ἔχετε, καρποῦσθαι, ὧν ὑμεῖς ὅτε τὰ ἄριστα ἐφρονεῖτε πολλὴν μὲν γῆν ἀπετέμεσθε, πολλὰς δὲ πόλεις ἐξανδραποδισάμενοι κατεσκάψατε, πολλὰ δὲ καὶ μεγάλα καὶ οὐδʼ ὑπὸ τοῦ παντὸς αἰῶνος ἀφανισθησόμενα τρόπαια καὶ §10.28.6μνημεῖα τῆς ἔχθρας ἀνεστήσατε.
それとも、君たちはあの冷ややかな希望に頼って浮き足立っているのだろうか、すなわち、パトリキたちが破滅させられたら、敵は君たちを見逃してくれ、この恩義を考慮して、君たちが祖国、自由、覇権、そして今持っている他のすべての良きものを享受することを許してくれるだろうという希望に。 それらのために、君たちが最善の思慮を抱いていた頃に、多くの土地を切り取り、多くの都市を奴隷化して破壊し、非常に多くのかつ巨大な、永遠の時の流れによっても消し去られることのない戦勝記念碑や敵意の記念碑を建てたのだ。
ἀλλὰ τί τῷ δήμῳ ταῦτʼ ἐπιτιμῶ, ὃς οὐδέποτε πονηρὸς ἑκὼν ἐγένετο, μᾶλλον ἢ οὐχ ὑμῖν, ὦ Οὐεργίνιε, τοῖς τὰ καλὰ ταῦτα πολιτευομένοις;
しかし、私はなぜ自発的には決して悪くならなかった民衆を非難しているのだろうか、むしろ、そうではなく、このように立派な国政を行っている君たち、ウェルギニウスよ、君たちを非難すべきではないか。
ἡμῖν μὲν οὖν, οἷς ἀνάγκη μηδὲν ταπεινὸν φρονεῖν, δέδοκταί τε καὶ οὐθὲν ἔσται τὸ κωλύσον ἄρασθαι τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, ὑμῖν δὲ τοῖς ἐγκαταλιποῦσι καὶ προδοῦσι τὸ κοινὸν ἥξει δίκη τιμωρὸς οὐ μεμπτὴ παρὰ θεῶν, ἐὰν ἄρα διαφύγητε τὴν παρʼ ἀνθρώπων κόλασιν.
ともかく我々、卑屈な考えを抱くわけにはいかない者たちにとっては、祖国のための戦いに立ち上がることが決意されており、それを妨げるものは何もないであろう。 しかし共同体を見捨て、裏切る君たちには、神々からの十分な報復の正義が下るであろう、万一君たちが人間からの処罰を免れたとしても。
§10.28.7ἀλλʼ οὐδὲ ταύτην διαφεύξεσθε·
いや、それすらも君たちは免れないだろう。
καὶ μή με δεδίττεσθαι ὑπολάβητε, ἀλλʼ εὖ ἴστε, ὅτι οἱ καταλειφθέντες ἡμῶν ἐνθάδε φύλακες τῆς πόλεως, ἐὰν κρείττω τὰ τῶν ἐχθρῶν γένηται, φρονήσουσιν ἃ προσῆκεν αὐτοῖς φρονεῖν.
そして、私が脅しているのだと思わないでほしい、むしろ、よく知っておくがよい。 もし敵の形勢が優位になれば、ここに市の守護者として残された我々のうちの者たちは、自分たちが決意すべき当然のことを決意するであろう、ということを。
οὐ γὰρ ἤδη βαρβάροις μέν τισιν ἁλισκομένοις ὑπὸ τῶν πολεμίων εἰς νοῦν ἦλθε μήτε γυναικῶν αὐτοῖς παραχωρῆσαι μήτε παίδων μήτε πόλεων, ἀλλὰ τὰς μὲν ἐμπρῆσαι, τὰς δὲ §10.28.8κατασφάξαι, Ῥωμαίοις δʼ ἄρα, οἷς ἑτέρων ἄρχειν πάτριόν ἐστιν, οὐ παραστήσεται ταῦτα περὶ ἑαυτῶν φρονεῖν;
なぜなら、敵に捕らえられようとしている一部の野蛮人たちでさえ、妻も子も都市も敵に引き渡さず、都市を焼き払い、彼らを虐殺することを思いついたことがあるのだから、他者を支配することが祖祖伝来の習わしであるローマ人にとって、自分たちに関して同じように決意することが心に浮かばないということがあろうか。
οὐχ οὕτως ἀγεννεῖς ἔσονται, ἀλλʼ ἀφʼ ὑμῶν τῶν ἐχθίστων ἀρξάμενοι τότε χωρήσουσι πρὸς τὰ φίλια.
彼らはそこまで卑劣ではない。 むしろ、最も憎むべき敵である君たちから始めて、それから愛するものたちへと進むであろう。
πρὸς ταῦτα ὁρῶντες ἐκκλησιάζετε καὶ νόμους εἰσφέρετε καινούς.
これらをよく見据えた上で、民会を開き、新しい法律を提案するがよい。 」

語釈・文法注

  1. 10.28.2τὸ μὲν ἐφʼ ὑμῖν εἶναι μέρος — 熟語 ἐφ' ἡμῖν (ὑμῖν) εἶναι(我々/君たちに依存する限り、我々/君たちに関する限り)に、関係代名詞的・副詞的に用いられた μέρος(部分、役割)が加わった制限の対格、または副詞句。「君たちの側に関する限りでは」という意味になる。
  2. 10.28.4οἷς — 関係代名詞 οἷς の先行詞は、直前の ἡμᾶς(我々:出征するパトリキたち)。この与格は、後続する βίος ἔσται καλός および ἀσφαλής に対する「利害関係の与格(または保持の与格)」であり、「我々(出征する者たち)にとっては、たとえ勝利したとしても生活は快いものにならず、また事態がそれと異なって推移したとしても安全ではない」と解釈される。
  3. 10.28.5ὧν — 関係代名詞 ὧν は属格であり、その先行詞は前文の τὴν πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἡγεμονίαν καὶ πάντα τἆλλα ἀγαθά(祖国、自由、覇権、その他すべての良きもの)。この属格は、目的の属格または「〜のために(利益のために)」を意味し、平民たちが「最善の思慮を抱いていた」頃に行った、領土の獲得や戦勝記念碑の建設計画などの後続行為を修飾する。
  4. 10.28.7φρονήσουσιν ἃ προσῆκεν αὐτοῖς φρονεῖν — 動詞 φρονέω は「考える」以外に、ここでは「ある決意・意志を抱く」ことを意味する。文脈上、ローマが敵に降伏するくらいなら、残された守護者たちが妻子を殺し市を焼き払って心中するという極限の決意(ἃ προσῆκεν αὐτοῖς φρονεῖν「彼らが決意すべき当然のこと」)を指している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §10.28.1-10.28.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.28.1-10.28.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。