§10.27.1φθειρομένης καὶ διαρπαζομένης τῆς τε Ῥωμαίων καὶ τῶν συμμάχων γῆς, καὶ τῶν πολεμίων ὡς διʼ ἐρημίας ἐλαυνόντων κατʼ ἐλπίδα τοῦ μηδεμίαν ἐπʼ αὐτοὺς ἐξελεύσεσθαι δύναμιν διὰ τὴν κατέχουσαν ἐν τῇ πόλει στάσιν, οἱ μὲν ὕπατοι τὴν βουλὴν συνήγαγον, ὡς περὶ τῶν ὅλων ἔσχατον τοῦτο βουλευσόμενοι.
当罗马人及其盟友的土地遭到蹂躏和掠夺,且敌人因城中盛行的内讧而抱有不会有任何军队出击对抗他们的希望,如同穿过无人之境般进军时,执政官们召集了元老院,准备将此作为关系国家存亡的最后关头来进行商议。
§10.27.2ῥηθέντων δὲ πολλῶν λόγων πρῶτος ἐρωτηθεὶς γνώμην Λεύκιος Κοίντιος, ὁ τῷ παρελθόντι γενόμενος ἔτει δικτάτωρ, ἀνὴρ οὐ μόνον τὰ πολέμια δεινότατος τῶν καθʼ ἑαυτόν, ἀλλὰ καὶ τὰ πολιτικὰ δοκῶν εἶναι φρονιμώτατος, γνώμην ἀπεφήνατο τήνδε· μάλιστα μὲν πείθειν τούς τε δημάρχους καὶ τοὺς ἄλλους πολίτας τὴν μὲν ὑπὲρ τοῦ νόμου διάγνωσιν οὐθὲν ἐν τῷ παρόντι κατεπείγουσαν εἰς ἑτέρους ἀναβαλέσθαι καιροὺς ἐπιτηδειοτέρους, τὸν δʼ ἐν χερσὶν ὄντα καὶ ὅσον οὔπω τῇ πόλει πλησιάζοντα πόλεμον ἄρασθαι πάσῃ προθυμίᾳ, καὶ μὴ περιιδεῖν τὴν μετὰ πολλῶν κτηθεῖσαν ἡγεμονίαν πόνων αἰσχρῶς καὶ ἀνάνδρως ἀπολομένην.
在发表了许多言论之后,首先被征询意见的卢基乌斯·昆克提乌斯——他是在前一年担任狄克推多的人,不仅被视为同时代人中军事上最精通者,也是政治上最英明者——表达了如下意见:最重要的是劝说护民官及其他公民,将关于法律的裁决(这在目前完全不紧迫)推迟到其他更合适的时机,并以全部的热忱投入到迫在眉睫、即将来临的战争中,而不应坐视用许多辛劳换来的霸权可耻且无能地毁灭。
§10.27.3ἐὰν δὲ μὴ πείθηται ὁ δῆμος, τοὺς πατρικίους ἅμα τοῖς πελάταις καθοπλισαμένους τῶν τʼ ἄλλων πολιτῶν παραλαβόντας, οἷς ἦν ἑκοῦσι συνάρασθαι τοῦ καλλίστου ὑπὲρ τῆς πατρίδος ἀγῶνος, χωρεῖν προθύμως ἐπὶ τὸν πόλεμον θεούς, ὅσοι φυλάττουσι τὴν Ῥωμαίων πόλιν, ἡγεμόνας τῆς ἐξόδου ποιησαμένους.
但如果民众不听从劝说,则贵族们应与他们的附庸一起武装起来,并带领其他公民中那些自愿参与为祖国进行最崇高斗争的人,以所有守护罗马城的众神为出征的向导,热切地奔赴战场。
§10.27.4συμβήσεσθαι γὰρ αὐτοῖς δυεῖν καλῶν ἔργων καὶ δικαίων θάτερον, ἢ νίκην ἐξενέγκασθαι πασῶν ὧν αὐτοί ποτε ἢ οἱ πατέρες ἐξηνέγκαντο λαμπροτάτην, ἢ περὶ τῶν ἐν αὐτῇ καλῶν εὐψύχως ἀγωνιζομένοις ἀποθανεῖν.
因为,两件高贵而正义的事情之一必将发生在他们身上:要么赢取比他们自己或他们的祖先以往所赢取的任何胜利都更为辉煌的胜利,要么在为了祖国中的高贵事物而英勇奋斗时牺牲。
ταύτης μέντοι τῆς καλῆς πείρας οὔτʼ αὐτὸς ἀπολείψεσθαι ἔφη, ἀλλʼ ἐν ἴσῳ τοῖς κράτιστα ἐρρωμένοις παρὼν ἀγωνιεῖσθαι, οὔτε τῶν ἄλλων τινὰ πρεσβυτέρων, οἷς ἐστιν ἐλευθερίας τε καὶ δόξης ἀγαθῆς λόγος.
然而,他宣称自己绝不会在这一高贵的尝试中落后,而是会亲临战场,与那些最强壮的人平等地战斗,其他那些珍视自由和良好名誉的长老们也绝不会落后。