§10.24.1ὁ δὲ τῆς πόλεως ἔπαρχος Φάβιος ἔπεμπε τοὺς παραληψομένους τὸν Κοίντιον ἐπὶ τὴν ἀρχήν.
都市の長官ファビウスは、クィンクティウスをその職へと迎え入れるための人々を送った。
ἔτυχε δὲ καὶ τότε ὁ ἀνὴρ τῶν κατʼ ἀγρὸν ἔργων τι διαπραττόμενος·
そしてその時も、その男はたまたま農作業の一つを行っているところであった。
ἰδὼν δὲ τὸν προσιόντα ὄχλον καὶ ὑποπτεύσας ἐπʼ αὐτὸν ἥκειν ἐσθῆτά τʼ ἐλάμβανεν εὐπρεπεστέραν καὶ ὑπαντήσων αὐτοῖς ἐπορεύετο.
近づいてくる群衆を見て、彼らが自分のところへやって来るのだと推測した彼は、より端正な服を身につけ、彼らを迎えに行こうと歩んでいった。
§10.24.2ὡς δʼ ἐγγὺς ἦν, ἵππους τʼ αὐτῷ φαλάροις κεκοσμημένους ἐκπρεπέσι προσῆγον καὶ πελέκεις ἅμα ταῖς ῥάβδοις εἰκοσιτέτταρας παρέστησαν ἐσθῆτά τε ἁλουργῆ καὶ τἆλλα παράσημα, οἷς πρότερον ἡ τῶν βασιλέων ἐκεκόσμητο ἀρχή, προσήνεγκαν.
彼が近づくと、彼らは彼に見事な胸飾りで飾られた馬たちを引き連れてきて、また24本の斧を桴とともに彼の側に控えさせ、さらに紫色の衣と、かつて王の権威がそれによって飾られていたところの他の標章を彼に差し出した。
ὁ δὲ μαθών, ὅτι δικτάτωρ ἀποδέδεικται τῆς πόλεως, οὐχ ὅπως ἠγάπησε τηλικαύτης τιμῆς τυχών, ἀλλὰ προσαγανακτήσας εἶπεν·
彼は自分が都市の独裁官に指名されたことを知ると、そのような大いなる名誉を得たことを喜ぶどころか、むしろ憤りを感じて言った。
ἀπολεῖται ἄρα καὶ τούτου τοῦ ἐνιαυτοῦ ὁ καρπὸς διὰ τὰς ἐμὰς ἀσχολίας, καὶ πεινήσομεν ἅπαντες κακῶς. §10.24.3μετὰ ταῦτα παραγενόμενος εἰς τὴν πόλιν πρῶτον μὲν ἐθάρρυνε τοὺς πολίτας λόγον ἐν τῷ πλήθει διεξελθὼν ἐξεγεῖραι τὰς ψυχὰς δυνάμενον ἐλπίσιν ἀγαθαῖς ἔπειτα συναγαγὼν ἅπαντας τοὺς ἐν ἀκμῇ, τούς τε κατὰ τὴν πόλιν καὶ τοὺς ἐκ τῶν ἀγρῶν, καὶ τὰς παρὰ τῶν συμμάχων ἐπικουρίας μεταπεμψάμενος ἱππάρχην τʼ ἀποδείξας Λεύκιον Ταρκύνιον, ἄνδρα τῶν ἠμελημένων μὲν διὰ πενίαν, τὰ δὲ πολέμια γενναῖον, ἐξῆγε συγκεκροτημένην ἔχων δύναμιν, καὶ καταλαβὼν τὸν ταμίαν Τίτον Κοίντιον ἀναδεχόμενον αὐτοῦ τὴν παρουσίαν, λαβὼν καὶ τὴν σὺν ἐκείνῳ δύναμιν ἧκεν ἐπὶ τοὺς πολεμίους.
「それでは、私の多忙さのために、今年もまた農作物が台無しになり、我々は皆、ひどい飢えに苦しむことになるのだな」この後、都市に到着すると、彼はまず民衆の前で演説を行い、その心を良い希望で奮い立たせることができるようにして市民たちを元気づけた。 次いで、都市の中および農村からの、兵役に適した年代の者すべてを集め、同盟国からの援軍を招集し、貧しさのために見過ごされていたものの軍事においては優れた男であったルキウス・タルクィニウスを騎兵長官に指名して、よく編成された軍勢を率いて進軍した。 そして、自分の到着を待ち受けていた財務官ティトゥスクィンクティウスと合流し、その彼に付き従っていた軍勢も手中に収めて、敵のもとへと進んだ。
§10.24.4ὡς δὲ κατώπτευσε τὴν τῶν χωρίων φύσιν, ἐν οἷς ἦν τὰ στρατόπεδα, μέρος μέν τι τῆς στρατιᾶς ἐπὶ τοῖς μετεώροις ἔταξεν, ὡς μήτε βοήθεια παραγένοιτο τοῖς Αἰκανοῖς ἑτέρα μήτε τροφαί, τὴν δὲ λοιπὴν δύναμιν αὐτὸς ἔχων προῆγεν ἐκτεταγμένην ὡς εἰς μάχην.
彼が、陣営の置かれている土地の地形を偵察すると、アイクィ人たちに他の救援も食糧も届かないようにするために、軍勢の一部を高地に配置した。 そして、残りの軍勢を自身で率いて、戦闘隊形を整えて進んだ。
καὶ ὁ Κοίλιος οὐθὲν ὑποδείσας — ἥ τε γὰρ δύναμις ἡ περὶ αὐτὸν ἦν οὐκ ὀλίγη, καὶ αὐτὸς ἐδόκει ψυχὴν οὐ κακὸς εἶναι κατὰ τὰ πολέμια — δέχεται αὐτὸν ἐπιόντα, καὶ §10.24.5γίνεται μάχη καρτερά.
コエリウスは全く恐れることなく――というのも、彼の周囲の軍勢は少なくなく、彼自身も戦いにおいて卑怯な精神の持ち主ではないと思われていたからである――進撃してくる彼を迎え撃ち、そして激しい戦闘が始まった。
χρόνου δὲ πολλοῦ διελθόντος καὶ τῶν Ῥωμαίων διὰ τοὺς συνεχεῖς πολέμους ἀναφερόντων τὸν πόνον τῶν τε ἱππέων κατὰ τὸ κάμνον μέρος ἀεὶ ἐπιβοηθούντων τοῖς πεζοῖς ἡσσηθεὶς ὁ Γράγχος κατακλείεται πάλιν εἰς τὸν ἑαυτοῦ χάρακα.
長い時間が経過し、ローマ人たちが絶え間ない戦闘のためにその疲労に耐え抜き、騎兵たちが苦戦している部分で常に歩兵を救援する中、グラックスは敗北して再び自らの陣地の中に閉じ込められた。
καὶ μετὰ τοῦθʼ ὁ Κοίντιος περιταφρεύσας αὐτὸν ὑψηλῷ χάρακι καὶ πύργοις πυκνοῖς περιλαβών, ἐπεὶ κάμνοντα ἔμαθε τῶν ἀναγκαίων τῇ σπάνει, αὐτός τε προσβολὰς ἐποιεῖτο συνεχεῖς πρὸς τὸν χάρακα τῶν Αἰκανῶν καὶ τῷ Μηνυκίῳ §10.24.6προσέταξεν ἀπὸ τῶν ἑτέρων ἐξιέναι μερῶν.
そしてこの後、クィンクティウスは彼の周囲に高い柵と密に並んだ塔を伴う濠を巡らせ、彼が必需品の不足に苦しんでいるのを知ると、自らもアイクィ人の陣地に対して絶え間ない攻撃を行い、またミヌキウスとしては、もう一方の側から打って出るよう命じた。
ὥστε ἠναγκάσθησαν οἱ Αἰκανοὶ τροφῆς τε ἀπορούμενοι καὶ συμμάχων βοήθειαν ἀπεγνωκότες πολιορκούμενοί τε πολλαχόθεν ἱκετηρίας ἀναλαβόντες ἐπιπρεσβεύεσθαι πρὸς τὸν Κοίντιον περὶ φιλίας.
その結果、アイクィ人たちは、食糧に困窮し、同盟国からの救援を諦め、四方から包囲されていたため、嘆願の印を手にしてクィンクティウスのもとへ使節を送り、和睦を懇願せざるを得なくなった。
ὁ δὲ τοῖς μὲν ἄλλοις Αἰκανοῖς ἔφη σπένδεσθαι καὶ διδόναι τοῖς σώμασι τὴν ἄδειαν τά τε ὅπλα ἀποθεμένοις καὶ καθʼ ἕνα διεξιοῦσιν ὑπὸ ζυγόν, Γράγχῳ δὲ τῷ ἡγεμόνι τῶν πολεμίων καὶ τοῖς σὺν ἐκείνῳ βουλεύσασι τὴν ἀπόστασιν ὡς πολεμίοις χρήσασθαι, ἐκέλευσέ τε αὐτοῖς ἄγειν τοὺς ἄνδρας δεδεμένους.
彼は、他のアイクィ人たちとは休戦条約を結び、彼らが武器を置き、一人ずつ軛の下をくぐり抜けるならば、その身の安全を保障すると述べた。 しかし、敵の指導者であるグラックスと、彼とともに反乱を企てた者たちについては、敵として処遇するとし、彼らにその男たちを縛り上げて連れてくるよう命じた。
§10.24.7ὑπομενόντων δὲ ταῦτα τῶν Αἰκανῶν τελευταῖον αὐτοῖς ἐκεῖνο προσέταξεν·
アイクィ人たちがこれらを受け入れると、彼は最後に彼らにこう命じた。
ἐπειδὴ Τύσκλον πόλιν Ῥωμαίων σύμμαχον ἐξηνδραποδίσαντο καὶ διήρπασαν οὐδὲν ὑπὸ Τυσκλάνων παθόντες κακόν, ἀντιπαρασχεῖν ἑαυτῷ πόλιν τῶν σφετέρων, Κορβιῶνα, τὰ ὅμοια διαθεῖναι.
お前たちはローマの同盟都市トゥスクルムを、トゥスクルム人から何の害も受けていないにもかかわらず奴隷化し略奪したのであるから、その見返りとして、お前たちの都市の一つコルビオを私に差し出し、同様の処分を受けさせよ、と。
§10.24.8ταύτας λαβόντες τὰς ἀποκρίσεις οἱ πρέσβεις τῶν Αἰκανῶν προῄεσαν καὶ μετʼ οὐ πολὺ παρῆσαν ἄγοντες τὸν Γράγχον καὶ τοὺς σὺν αὐτῷ δεδεμένους·
アイクィ人の使節たちはこの返答を受け取って去り、間もなくグラックスと彼とともに縛られた者たちを連れて戻ってきた。
αὐτοὶ δὲ τὰ ὅπλα θέντες ἐξέλιπον τὴν παρεμβολὴν διαπορευόμενοι, καθάπερ ὁ στρατηγὸς ἐκέλευσε, διὰ τοῦ Ῥωμαίων χάρακος καθʼ ἕνα ὑπὸ ζυγόν, καὶ τὴν Κορβιῶνα κατὰ τὰς ὁμολογίας παρέδοσαν, τὰ ἐλεύθερα σώματα μόνον ἐξελθεῖν αἰτησάμενοι, περὶ ὧν διήλλαξαν τοὺς Τυσκλάνων αἰχμαλώτους.
彼ら自身は武器を置き、将軍が命じた通りに、ローマ人の陣営を通って一人ずつ軛の下をくぐり抜けながら、陣地を去っていった。 そして、合意に従ってコルビオを明け渡した。 ただし、自由民の身の安全だけを求め、これと引き換えにトゥスクルム人の捕虜たちを解放した。