§10.24.1ὁ δὲ τῆς πόλεως ἔπαρχος Φάβιος ἔπεμπε τοὺς παραληψομένους τὸν Κοίντιον ἐπὶ τὴν ἀρχήν.
城市长官法比乌斯派人去接昆克蒂乌斯就任该职。
ἔτυχε δὲ καὶ τότε ὁ ἀνὴρ τῶν κατʼ ἀγρὸν ἔργων τι διαπραττόμενος· ἰδὼν δὲ τὸν προσιόντα ὄχλον καὶ ὑποπτεύσας ἐπʼ αὐτὸν ἥκειν ἐσθῆτά τʼ ἐλάμβανεν εὐπρεπεστέραν καὶ ὑπαντήσων αὐτοῖς ἐπορεύετο.
而当时,此人正巧在田间劳作;当他看到走近的人群,并怀疑他们是来找自己时,便换上了一件较为端庄的衣服,走上前去迎接他们。
§10.24.2ὡς δʼ ἐγγὺς ἦν, ἵππους τʼ αὐτῷ φαλάροις κεκοσμημένους ἐκπρεπέσι προσῆγον καὶ πελέκεις ἅμα ταῖς ῥάβδοις εἰκοσιτέτταρας παρέστησαν ἐσθῆτά τε ἁλουργῆ καὶ τἆλλα παράσημα, οἷς πρότερον ἡ τῶν βασιλέων ἐκεκόσμητο ἀρχή, προσήνεγκαν.
当他走近时,人们牵来用华丽的马饰装饰的马匹,将二十四柄斧头和束棒一同置于他的身侧,并献上紫色的衣袍以及其他徽章,这些徽章在过去曾是装饰国王权威的。
ὁ δὲ μαθών, ὅτι δικτάτωρ ἀποδέδεικται τῆς πόλεως, οὐχ ὅπως ἠγάπησε τηλικαύτης τιμῆς τυχών, ἀλλὰ προσαγανακτήσας εἶπεν· ἀπολεῖται ἄρα καὶ τούτου τοῦ ἐνιαυτοῦ ὁ καρπὸς διὰ τὰς ἐμὰς ἀσχολίας, καὶ πεινήσομεν ἅπαντες κακῶς.
他得知自己已被任命为城市的独裁官后,不仅没有因获得如此崇高的人生荣誉而感到欣喜,反而面带愠色地说道:“那么,因为我的忙碌,今年的庄稼也必定会荒废,我们大家都将惨遭饥荒了。
§10.24.3μετὰ ταῦτα παραγενόμενος εἰς τὴν πόλιν πρῶτον μὲν ἐθάρρυνε τοὺς πολίτας λόγον ἐν τῷ πλήθει διεξελθὼν ἐξεγεῖραι τὰς ψυχὰς δυνάμενον ἐλπίσιν ἀγαθαῖς ἔπειτα συναγαγὼν ἅπαντας τοὺς ἐν ἀκμῇ, τούς τε κατὰ τὴν πόλιν καὶ τοὺς ἐκ τῶν ἀγρῶν, καὶ τὰς παρὰ τῶν συμμάχων ἐπικουρίας μεταπεμψάμενος ἱππάρχην τʼ ἀποδείξας Λεύκιον Ταρκύνιον, ἄνδρα τῶν ἠμελημένων μὲν διὰ πενίαν, τὰ δὲ πολέμια γενναῖον, ἐξῆγε συγκεκροτημένην ἔχων δύναμιν, καὶ καταλαβὼν τὸν ταμίαν Τίτον Κοίντιον ἀναδεχόμενον αὐτοῦ τὴν παρουσίαν, λαβὼν καὶ τὴν σὺν ἐκείνῳ δύναμιν ἧκεν ἐπὶ τοὺς πολεμίους.
” 此后,他来到城内,首先在民众面前发表了一番能够用美好的希望重振士气的演说,以此来勉励市民;接着,他召集了所有正值壮年的男子,包括城里的和乡间的,并征召了同盟者的援军,指派卢基乌斯·塔尔克ィ尼乌斯担任骑兵长官——此人虽因贫困而遭到忽视,但在军事上却十分英勇。 他率领着这支训练有素的军队进军,并与等待他到来的财务官提图斯昆克蒂乌斯会合,收编了其麾下的军队,向敌人进发。
§10.24.4ὡς δὲ κατώπτευσε τὴν τῶν χωρίων φύσιν, ἐν οἷς ἦν τὰ στρατόπεδα, μέρος μέν τι τῆς στρατιᾶς ἐπὶ τοῖς μετεώροις ἔταξεν, ὡς μήτε βοήθεια παραγένοιτο τοῖς Αἰκανοῖς ἑτέρα μήτε τροφαί, τὴν δὲ λοιπὴν δύναμιν αὐτὸς ἔχων προῆγεν ἐκτεταγμένην ὡς εἰς μάχην.
当他侦察了营地所在的地形后,将军队的一部分部署在高地上,以防止艾克ィ人获得其他的救援或粮食,而他自己则率领其余的军队,摆开战斗阵势向前推进。
καὶ ὁ Κοίλιος οὐθὲν ὑποδείσας — ἥ τε γὰρ δύναμις ἡ περὶ αὐτὸν ἦν οὐκ ὀλίγη, καὶ αὐτὸς ἐδόκει ψυχὴν οὐ κακὸς εἶναι κατὰ τὰ πολέμια — δέχεται αὐτὸν ἐπιόντα, καὶ §10.24.5γίνεται μάχη καρτερά.
科埃利乌斯毫无惧色——因为他身边的兵力不少,且他自己在战争中也并非胆怯之辈——迎击了进攻的他,并且展开了激烈的战斗。
χρόνου δὲ πολλοῦ διελθόντος καὶ τῶν Ῥωμαίων διὰ τοὺς συνεχεῖς πολέμους ἀναφερόντων τὸν πόνον τῶν τε ἱππέων κατὰ τὸ κάμνον μέρος ἀεὶ ἐπιβοηθούντων τοῖς πεζοῖς ἡσσηθεὶς ὁ Γράγχος κατακλείεται πάλιν εἰς τὸν ἑαυτοῦ χάρακα.
过了许久,由于长期的战争,罗马人在劳苦中逐渐恢复了斗志,骑兵们也在步兵陷入苦战的地方不断给予支援,格拉克斯战败,再次被困在自己的营垒中。
καὶ μετὰ τοῦθʼ ὁ Κοίντιος περιταφρεύσας αὐτὸν ὑψηλῷ χάρακι καὶ πύργοις πυκνοῖς περιλαβών, ἐπεὶ κάμνοντα ἔμαθε τῶν ἀναγκαίων τῇ σπάνει, αὐτός τε προσβολὰς ἐποιεῖτο συνεχεῖς πρὸς τὸν χάρακα τῶν Αἰκανῶν καὶ τῷ Μηνυκίῳ §10.24.6προσέταξεν ἀπὸ τῶν ἑτέρων ἐξιέναι μερῶν.
此后,昆克蒂乌斯在他周围挖掘壕沟,并用高大的木栅和密集的塔楼将他合围。 当他得知格拉克斯因缺乏必需品而陷入困境时,他自己便对艾克ィ人的营垒发起了连续不断的进攻,并命令米努基乌斯从另一侧发起突击。
ὥστε ἠναγκάσθησαν οἱ Αἰκανοὶ τροφῆς τε ἀπορούμενοι καὶ συμμάχων βοήθειαν ἀπεγνωκότες πολιορκούμενοί τε πολλαχόθεν ἱκετηρίας ἀναλαβόντες ἐπιπρεσβεύεσθαι πρὸς τὸν Κοίντιον περὶ φιλίας.
因此,艾克ィ人在粮食匮乏、对同盟者的救援感到绝望,且遭到多方包围的情况下,不得不手持象征请愿的橄榄枝,派使者向昆克蒂乌斯请求和解。
ὁ δὲ τοῖς μὲν ἄλλοις Αἰκανοῖς ἔφη σπένδεσθαι καὶ διδόναι τοῖς σώμασι τὴν ἄδειαν τά τε ὅπλα ἀποθεμένοις καὶ καθʼ ἕνα διεξιοῦσιν ὑπὸ ζυγόν, Γράγχῳ δὲ τῷ ἡγεμόνι τῶν πολεμίων καὶ τοῖς σὺν ἐκείνῳ βουλεύσασι τὴν ἀπόστασιν ὡς πολεμίοις χρήσασθαι, ἐκέλευσέ τε αὐτοῖς ἄγειν τοὺς ἄνδρας δεδεμένους.
昆克蒂乌斯表示,他愿意与其余的艾克ィ人议和,并给他们的人身安全予以保障,条件是他们必须放下武器,并依次从轭下穿过;但对于敌军首领格拉克斯以及与他一同策划叛乱的人,则将以敌人之礼待之,并命令他们将这些人绑着送来。
§10.24.7ὑπομενόντων δὲ ταῦτα τῶν Αἰκανῶν τελευταῖον αὐτοῖς ἐκεῖνο προσέταξεν· ἐπειδὴ Τύσκλον πόλιν Ῥωμαίων σύμμαχον ἐξηνδραποδίσαντο καὶ διήρπασαν οὐδὲν ὑπὸ Τυσκλάνων παθόντες κακόν, ἀντιπαρασχεῖν ἑαυτῷ πόλιν τῶν σφετέρων, Κορβιῶνα, τὰ ὅμοια διαθεῖναι.
当艾克ィ人接受了这些条件后,他最后向他们提出了这样一个命令:既然他们在没有受到任何伤害的情况下,奴役并掠夺了罗马的盟友图斯库鲁姆城,那么作为回报,他们也必须向他交出他们自己的一座城市科尔比奥,并接受同样的处置。
§10.24.8ταύτας λαβόντες τὰς ἀποκρίσεις οἱ πρέσβεις τῶν Αἰκανῶν προῄεσαν καὶ μετʼ οὐ πολὺ παρῆσαν ἄγοντες τὸν Γράγχον καὶ τοὺς σὺν αὐτῷ δεδεμένους·
艾克ィ人的使者们带着这些答复离去,不久便带着被绑着的格拉克斯和他的同谋者们回来。
αὐτοὶ δὲ τὰ ὅπλα θέντες ἐξέλιπον τὴν παρεμβολὴν διαπορευόμενοι, καθάπερ ὁ στρατηγὸς ἐκέλευσε, διὰ τοῦ Ῥωμαίων χάρακος καθʼ ἕνα ὑπὸ ζυγόν, καὶ τὴν Κορβιῶνα κατὰ τὰς ὁμολογίας παρέδοσαν, τὰ ἐλεύθερα σώματα μόνον ἐξελθεῖν αἰτησάμενοι, περὶ ὧν διήλλαξαν τοὺς Τυσκλάνων αἰχμαλώτους.
他们自己则放下武器,按照将军的命令,依次从轭下穿过罗马人的营垒,离开了他们的营地,并按照协议交出了科尔比奥城,他们只要求让自由人出城,并以此交换了图斯库鲁姆人的俘虏。