§10.24.1ὁ δὲ τῆς πόλεως ἔπαρχος Φάβιος ἔπεμπε τοὺς παραληψομένους τὸν Κοίντιον ἐπὶ τὴν ἀρχήν.
Fabius, the prefect of the city, sent people to receive Quinctius for his office.
ἔτυχε δὲ καὶ τότε ὁ ἀνὴρ τῶν κατʼ ἀγρὸν ἔργων τι διαπραττόμενος· ἰδὼν δὲ τὸν προσιόντα ὄχλον καὶ ὑποπτεύσας ἐπʼ αὐτὸν ἥκειν ἐσθῆτά τʼ ἐλάμβανεν εὐπρεπεστέραν καὶ ὑπαντήσων αὐτοῖς ἐπορεύετο.
And it happened that at that time too, the man was doing some work in the fields; and when he saw the approaching crowd and suspected that they were coming to him, he put on more decent clothing and went to meet them.
§10.24.2ὡς δʼ ἐγγὺς ἦν, ἵππους τʼ αὐτῷ φαλάροις κεκοσμημένους ἐκπρεπέσι προσῆγον καὶ πελέκεις ἅμα ταῖς ῥάβδοις εἰκοσιτέτταρας παρέστησαν ἐσθῆτά τε ἁλουργῆ καὶ τἆλλα παράσημα, οἷς πρότερον ἡ τῶν βασιλέων ἐκεκόσμητο ἀρχή, προσήνεγκαν.
When he was near, they brought to him horses adorned with remarkable trappings, and placed twenty-four axes together with the rods by his side, and brought him a purple robe and other insignia with which the authority of the kings had formerly been adorned.
ὁ δὲ μαθών, ὅτι δικτάτωρ ἀποδέδεικται τῆς πόλεως, οὐχ ὅπως ἠγάπησε τηλικαύτης τιμῆς τυχών, ἀλλὰ προσαγανακτήσας εἶπεν· ἀπολεῖται ἄρα καὶ τούτου τοῦ ἐνιαυτοῦ ὁ καρπὸς διὰ τὰς ἐμὰς ἀσχολίας, καὶ πεινήσομεν ἅπαντες κακῶς. §10.24.3μετὰ ταῦτα παραγενόμενος εἰς τὴν πόλιν πρῶτον μὲν ἐθάρρυνε τοὺς πολίτας λόγον ἐν τῷ πλήθει διεξελθὼν ἐξεγεῖραι τὰς ψυχὰς δυνάμενον ἐλπίσιν ἀγαθαῖς ἔπειτα συναγαγὼν ἅπαντας τοὺς ἐν ἀκμῇ, τούς τε κατὰ τὴν πόλιν καὶ τοὺς ἐκ τῶν ἀγρῶν, καὶ τὰς παρὰ τῶν συμμάχων ἐπικουρίας μεταπεμψάμενος ἱππάρχην τʼ ἀποδείξας Λεύκιον Ταρκύνιον, ἄνδρα τῶν ἠμελημένων μὲν διὰ πενίαν, τὰ δὲ πολέμια γενναῖον, ἐξῆγε συγκεκροτημένην ἔχων δύναμιν, καὶ καταλαβὼν τὸν ταμίαν Τίτον Κοίντιον ἀναδεχόμενον αὐτοῦ τὴν παρουσίαν, λαβὼν καὶ τὴν σὺν ἐκείνῳ δύναμιν ἧκεν ἐπὶ τοὺς πολεμίους.
And he, when he learned that he had been appointed dictator of the city, was so far from being pleased at obtaining such a great honor, that he said with indignation: "Therefore, the crop of this year as well will be ruined because of my occupations, and we shall all starve miserably." After this, having arrived in the city, he first encouraged the citizens by delivering a speech before the multitude that was capable of raising their spirits with good hopes; then, having assembled all those of military age, both those in the city and those from the fields, and having sent for the auxiliary forces from the allies, and having appointed Lucius Tarquinius as master of the horse—a man neglected because of his poverty, but noble in military affairs—he led out a well-organized force, and having found the quaestor Titus Quinctius waiting for his arrival, and having also taken the force under him, he went against the enemy.
§10.24.4ὡς δὲ κατώπτευσε τὴν τῶν χωρίων φύσιν, ἐν οἷς ἦν τὰ στρατόπεδα, μέρος μέν τι τῆς στρατιᾶς ἐπὶ τοῖς μετεώροις ἔταξεν, ὡς μήτε βοήθεια παραγένοιτο τοῖς Αἰκανοῖς ἑτέρα μήτε τροφαί, τὴν δὲ λοιπὴν δύναμιν αὐτὸς ἔχων προῆγεν ἐκτεταγμένην ὡς εἰς μάχην.
When he reconnoitered the nature of the ground where the camps were, he stationed part of his army on the high ground, so that neither other help nor provisions might reach the Aequi, and he himself advanced with the remaining force drawn up as if for battle.
καὶ ὁ Κοίλιος οὐθὲν ὑποδείσας — ἥ τε γὰρ δύναμις ἡ περὶ αὐτὸν ἦν οὐκ ὀλίγη, καὶ αὐτὸς ἐδόκει ψυχὴν οὐ κακὸς εἶναι κατὰ τὰ πολέμια — δέχεται αὐτὸν ἐπιόντα, καὶ §10.24.5γίνεται μάχη καρτερά.
And Coelius, fearing nothing—for the force around him was not small, and he himself seemed to be of no cowardly spirit in war—received him as he attacked, and a fierce battle took place.
χρόνου δὲ πολλοῦ διελθόντος καὶ τῶν Ῥωμαίων διὰ τοὺς συνεχεῖς πολέμους ἀναφερόντων τὸν πόνον τῶν τε ἱππέων κατὰ τὸ κάμνον μέρος ἀεὶ ἐπιβοηθούντων τοῖς πεζοῖς ἡσσηθεὶς ὁ Γράγχος κατακλείεται πάλιν εἰς τὸν ἑαυτοῦ χάρακα.
After a long time had passed, and the Romans, because of their continuous wars, were recovering from the toil, and the horsemen were always bringing aid to the infantry in the struggling part, Gracchus, being defeated, was shut up again in his own stockade.
καὶ μετὰ τοῦθʼ ὁ Κοίντιος περιταφρεύσας αὐτὸν ὑψηλῷ χάρακι καὶ πύργοις πυκνοῖς περιλαβών, ἐπεὶ κάμνοντα ἔμαθε τῶν ἀναγκαίων τῇ σπάνει, αὐτός τε προσβολὰς ἐποιεῖτο συνεχεῖς πρὸς τὸν χάρακα τῶν Αἰκανῶν καὶ τῷ Μηνυκίῳ §10.24.6προσέταξεν ἀπὸ τῶν ἑτέρων ἐξιέναι μερῶν.
And after this, Quinctius, having dug a trench around him and enclosed him with a high palisade and dense towers, when he learned that he was suffering from the lack of necessaries, made continuous attacks himself against the stockade of the Aequi and ordered Minucius to march out from the other side.
ὥστε ἠναγκάσθησαν οἱ Αἰκανοὶ τροφῆς τε ἀπορούμενοι καὶ συμμάχων βοήθειαν ἀπεγνωκότες πολιορκούμενοί τε πολλαχόθεν ἱκετηρίας ἀναλαβόντες ἐπιπρεσβεύεσθαι πρὸς τὸν Κοίντιον περὶ φιλίας.
Consequently, the Aequi, being in want of food, having despaired of help from allies, and being besieged from many sides, were forced to take up suppliant branches and send an embassy to Quinctius concerning friendship.
ὁ δὲ τοῖς μὲν ἄλλοις Αἰκανοῖς ἔφη σπένδεσθαι καὶ διδόναι τοῖς σώμασι τὴν ἄδειαν τά τε ὅπλα ἀποθεμένοις καὶ καθʼ ἕνα διεξιοῦσιν ὑπὸ ζυγόν, Γράγχῳ δὲ τῷ ἡγεμόνι τῶν πολεμίων καὶ τοῖς σὺν ἐκείνῳ βουλεύσασι τὴν ἀπόστασιν ὡς πολεμίοις χρήσασθαι, ἐκέλευσέ τε αὐτοῖς ἄγειν τοὺς ἄνδρας δεδεμένους.
And he said that he would make a treaty with the other Aequi and grant safety to their persons on condition that they laid down their arms and passed one by one under the yoke, but that he would treat Gracchus, the leader of the enemy, and those who had planned the revolt with him, as enemies, and he ordered them to bring these men bound.
§10.24.7ὑπομενόντων δὲ ταῦτα τῶν Αἰκανῶν τελευταῖον αὐτοῖς ἐκεῖνο προσέταξεν· ἐπειδὴ Τύσκλον πόλιν Ῥωμαίων σύμμαχον ἐξηνδραποδίσαντο καὶ διήρπασαν οὐδὲν ὑπὸ Τυσκλάνων παθόντες κακόν, ἀντιπαρασχεῖν ἑαυτῷ πόλιν τῶν σφετέρων, Κορβιῶνα, τὰ ὅμοια διαθεῖναι.
And when the Aequi submitted to these terms, he finally commanded them this: since they had enslaved and plundered the city of Tusculum, an ally of the Romans, though they had suffered no harm from the Tusculans, they should deliver up to him in return one of their own cities, Corbio, to be treated in the same manner.
§10.24.8ταύτας λαβόντες τὰς ἀποκρίσεις οἱ πρέσβεις τῶν Αἰκανῶν προῄεσαν καὶ μετʼ οὐ πολὺ παρῆσαν ἄγοντες τὸν Γράγχον καὶ τοὺς σὺν αὐτῷ δεδεμένους· αὐτοὶ δὲ τὰ ὅπλα θέντες ἐξέλιπον τὴν παρεμβολὴν διαπορευόμενοι, καθάπερ ὁ στρατηγὸς ἐκέλευσε, διὰ τοῦ Ῥωμαίων χάρακος καθʼ ἕνα ὑπὸ ζυγόν, καὶ τὴν Κορβιῶνα κατὰ τὰς ὁμολογίας παρέδοσαν, τὰ ἐλεύθερα σώματα μόνον ἐξελθεῖν αἰτησάμενοι, περὶ ὧν διήλλαξαν τοὺς Τυσκλάνων αἰχμαλώτους.
Having received these answers, the ambassadors of the Aequi departed, and not long after they were present bringing Gracchus and those bound with him; and they themselves, having laid down their arms, left the camp, passing, just as the general had commanded, through the Roman stockade one by one under the yoke, and they delivered up Corbio according to the agreements, having asked only that the free persons might depart, in exchange for whom they ransomed the captives of the Tusculans.