§10.23.1Ῥωμαῖοι δὲ τοιαῦτα ὑβρισθέντες ὑπὸ τοῦ ἀνδρὸς οὐκ εὐθὺς ὀργῇ ἐπιτρέψαντες ἐξήγαγον τὴν στρατιάν, ἀλλὰ καὶ δευτέραν ὡς αὐτὸν ἀπέστειλαν πρεσβείαν καὶ τοὺς Φητιάλεις καλουμένους ἄνδρας ἱερεῖς ἔπεμψαν ἐπιμαρτυρόμενοι θεούς τε καὶ δαίμονας, ὅτι μὴ δυνηθέντες τῶν δικαίων τυχεῖν ὅσιον ἀναγκασθήσονται πόλεμον ἐκφέρειν·
ローマ人たちは、その男からこのように侮辱されたが、すぐに怒りに身を任せて軍勢を進軍させることはせず、むしろ彼のところへ第二の使節団を派遣した。 そして、フェティアリスと呼ばれる神官たちを送り、自分たちが正当な償いを得ることができなければ、神聖な義務として戦争を仕掛けることを余儀なくされるだろう、と神々と精霊たちを証人として呼び求めた。
καὶ μετὰ ταῦτα τὸν ὕπατον ἀπέστειλαν.
そしてこの後で、執政官を派遣した。
§10.23.2ὁ δὲ Γράγχος, ἐπειδὴ τοὺς Ῥωμαίους προσιόντας ἔμαθεν, ἀναστήσας τὴν δύναμιν ἀπῆγε προσωτέρω, τῶν πολεμίων ἐκ ποδὸς ἑπομένων, βουλόμενος αὐτοὺς εἰς τοιαῦτα προαγαγέσθαι χωρία, ἐν οἷς πλεονεκτήσειν ἔμελλεν·
一方グラックスは、ローマ人たちが近づいてくるのを知ると、軍勢を撤退させてさらに遠くへと退却させた。 敵がその直後を追撃する中、彼は彼らを自らが優位に立つことになるような場所へと誘い出すことを望んでいた。
ὅπερ καὶ συνέβη.
そして、実際にその通りになった。
φυλάξας γὰρ αὐλῶνα περικλειόμενον ὄρεσιν, ὡς ἐνέβαλον εἰς τοῦτον οἱ Ῥωμαῖοι διώκοντες αὐτόν, ὑποστρέφει τε καὶ στρατοπεδεύεται κατὰ τὴν ἐκ τοῦ αὐλῶνος ἔξω φέρουσαν ὁδόν.
彼は山々に囲まれた渓谷をあらかじめ見張っており、彼を追撃するローマ人たちがこの中に進入すると、反転して、渓谷から外へと通じる道のところで陣を敷いた。
§10.23.3ἐκ δὲ τούτου συνεβεβήκει τοῖς Ῥωμαίοις οὐχ ὃν ἐβούλοντο ἐκλέξασθαι τόπον εἰς στρατοπεδείαν, ἀλλʼ ὃν ἔδωκεν αὐτοῖς ὁ καιρός, ἔνθα οὔθʼ ἵπποις χιλὸν εὔπορον ἦν λαμβάνειν, ὄρεσι περικλειομένου τοῦ τόπου ψιλοῖς καὶ δυσβάτοις, οὔθʼ ἑαυτοῖς τροφὰς ἐκ τῆς πολεμίας συγκομίζειν, ἐπειδὴ κατανάλωντο ἃς οἴκοθεν ἔφερον, οὔτε μεταστρατοπεδεύσασθαι τῶν πολεμίων ἀντικαθημένων καὶ κωλυόντων τὰς ἐξόδους.
このことから、ローマ人にとっては自分たちが選びたいと思うような宿営地ではなく、形勢が彼らに与えた場所を選ぶことになった。 そこでは、草木のない険しい山々に囲まれていたため馬の秣を手に入れることも容易ではなく、家から持ってきた食糧が消費し尽くされていたにもかかわらず敵地から自分たちの食糧を集めることもできず、敵が向かい合って陣を構えて出口を塞いでいたため宿営地を移動させることもできなかった。
βιάσασθαί τε προελόμενοι καὶ προελθόντες εἰς μάχην ἀνεκρούσθησαν καὶ πολλὰς πληγὰς λαβόντες εἰς τὸν αὐτὸν κατεκλείσθησαν χάρακα.
彼らは強行突破することを選択して戦闘に進み出たものの撃退され、多くの死傷者を出して同じ陣地の中に閉じ込められた。
ὁ δὲ Κοίλιος ἐπαρθεὶς τῷ προτερήματι τούτῳ περιετάφρευέ τε αὐτοὺς καὶ περιεχαράκου καὶ πολλὰς ἐλπίδας εἶχε λιμῷ πιεσθέντας παραδώσειν αὐτῷ τὰ ὅπλα.
コエリウスはこの成功に勢いづき、彼らの周囲に濠を掘り、柵を巡らせ、彼らが飢えに苦しんで自分に武器を明け渡すだろうという大きな希望を抱いた。
§10.23.4ἀφικομένης δʼ εἰς Ῥώμην περὶ τούτων ἀγγελίας Κόιντος Φάβιος ὁ καταλειφθεὶς ἐπὶ τῆς πόλεως ἔπαρχος ἀπὸ τῆς σὺν αὐτῷ στρατιᾶς ὅσον ἦν ἀκμαιότατόν τε καὶ κράτιστον ἐπιλέξας μέρος ἐπὶ συμμαχίαν ἔπεμψε τῷ ὑπάτῳ.
これらのことに関する報せがローマに届くと、都市に残されていた首都長官クィントゥス・ファビウスは、自身の手元にある軍勢から最も精鋭で強力な部分を選び出し、執政官への救援として派遣した。
ἡγεῖτο δὲ τῆς δυνάμεως ταύτης Τίτος Κοίντιος ὁ ταμίας ἀνὴρ ὑπατικός.
この軍勢を率いたのは、財務官で執政官経験者であるティトゥス・クィンクティウスであった。
§10.23.5πρὸς δὲ τὸν ἕτερον τῶν ὑπάτων Ναύτιον ἐπὶ τῆς ἐν Σαβίνοις στρατιᾶς ὄντα γράμματα διαπέμψας τά τε συμβάντα τῷ Μηνυκίῳ διεσάφησε καὶ αὐτὸν ἥκειν ἠξίου διὰ ταχέων.
また、サビニ人のもとにいる軍勢を率いるもう一人の執政官ナウティウスへ書状を送り、ミヌキウスに起こった出来事を説明し、彼自身が速やかに来るよう求めた。
κἀκεῖνος ἐπιτρέψας τοῖς πρεσβευταῖς τὸν χάρακα φυλάττειν αὐτὸς σὺν ὀλίγοις ἱππεῦσιν εἰς τὴν Ῥώμην ἐλαύνει συντόνῳ χρησάμενος ἱππασίᾳ·
ナウティウスは使節たちに陣地の防衛を委ね、自身は少数の騎兵とともに、馬を急がせてローマへと急行した。
εἰσελθὼν δʼ εἰς τὴν πόλιν ἔτι πολλῆς νυκτὸς οὔσης ἐβουλεύετο σὺν τῷ Φαβίῳ καὶ τῶν ἄλλων πολιτῶν τοῖς πρεσβυτάτοις, ὅ τι χρὴ ποιεῖν.
まだ夜の深いうちに都市に入ると、彼はファビウスおよび他の市民たちのうち最長老たちとともに、何をすべきかを協議した。
ἐπεὶ δὲ πᾶσιν ἐδόκει δικτάτορος δεῖσθαι ὁ καιρός, ἀποδείκνυσιν ἐπὶ τὴν ἀρχὴν ταύτην Λεύκιον Κοίντιον Κικιννᾶτον.
そして、状況が独裁官を必要としているという意見に全員が一致すると、この職にルキウス・クィンクティウス・キンキナトゥスを指名した。
καὶ αὐτὸς μὲν ταῦτα διαπραξάμενος ᾤχετο πάλιν ἐπὶ τὸ στρατόπεδον,
そして彼自身は、これらのことをやり遂げると、再び陣営へと去っていった。