§10.17.1τοῦτο τὸ τέλος λαβόντος τοῦ λῃστρικοῦ πολέμου τὴν πολιτικὴν πάλιν ἀνερρίπιζον οἱ δήμαρχοι στάσιν ἀξιοῦντες ἀπολαβεῖν παρὰ τοῦ περιόντος ὑπάτου τὰς ὑποσχέσεις, ἃς ἐποιήσατο πρὸς αὐτοὺς ὁ τεθνηκὼς ἐν τῇ μάχῃ Οὐαλέριος ὑπὲρ τῆς εἰσφορᾶς τοῦ νόμου.
この盗賊の戦争がこのような結末を迎えると、護民官たちは再び市民の不和を煽り立て、戦闘で死亡したウァレリウスが法の提出に関して彼らに対して行った約束を、生き残っている執政官から履行させることを要求した。
ὁ δὲ Κλαύδιος μέχρι μέν τινος παρεῖλκε τὸν χρόνον τοτὲ μὲν καθαρμοὺς τῆς πόλεως ἐπιτελῶν, τοτὲ δὲ θυσίας τοῖς θεοῖς χαριστηρίους ἀποδιδούς, τοτὲ δʼ ἀγῶσι καὶ θέαις ἀναλαμβάνων τὸ πλῆθος εἰς εὐπαθείας.
しかしクラウディウスは、しばらくの間は時間を引き延ばし、ある時は市邦の浄化儀礼を執り行い、またある時は神々に感謝の犠牲を捧げ、またある時は競技や見世物によって群衆を慰楽へと向かわせた。
§10.17.2ὡς δʼ αἱ σκήψεις αὐτῷ πᾶσαι κατανάλωντο, τελευτῶν ἔφη δεῖν εἰς τὸν τοῦ τεθνηκότος ὑπάτου τόπον ἕτερον ἀποδειχθῆναι.
しかし彼にとって言い訳がすべて尽きてしまうと、最後には、死亡した執政官の代わりに別の者が指名されねばならないと言い張った。
τὰ μὲν γὰρ ὑφʼ ἑαυτοῦ μόνου πραχθέντα οὔτε νόμιμα οὔτε βέβαια ἔσεσθαι, τὰ δʼ ὑπʼ ἀμφοῖν ἔννομά τε καὶ κύρια.
なぜなら、自分一人のみによって行われたことは適法でも有効でもないが、両者によってなされることは適法であり、かつ効力を持つからである、と。
ταύτῃ διακρουσάμενος αὐτοὺς τῇ προφάσει προεῖπεν ἀρχαιρεσίων ἡμέραν, ἐν ᾗ τὸν συνάρχοντα ἔμελλεν ἀποδείξειν.
この口実によって彼らを退けると、彼は同僚を指名することになる選挙の日をあらかじめ告げた。
ἐν δὲ τῷ μεταξὺ χρόνῳ διʼ ἀπορρήτων βουλευμάτων οἱ προεστηκότες τοῦ συνεδρίου συνέθεντο κατὰ σφᾶς αὐτούς, ὅτῳ παραδώσουσι τὴν ἀρχήν.
そしてその間の時間に、元老院の指導者たちは秘密の協議によって、誰にその職を引き渡すかを自分たちの間で合意した。
§10.17.3καὶ ἐπειδὴ ὁ τῶν ἀρχαιρεσίων ἐνέστη χρόνος, καὶ ὁ κῆρυξ τὴν πρώτην τάξιν ἐκάλεσεν, εἰσελθόντες εἰς τὸν ἀποδειχθέντα τόπον οἵ τʼ ὀκτωκαίδεκα λόχοι τῶν ἱππέων καὶ οἱ τῶν πεζῶν ὀγδοήκοντα τῶν τὸ μέγιστον τίμημα ἐχόντων Λεύκιον Κοίντιον Κικιννᾶτον ἀποδεικνύουσιν ὕπατον, οὗ τὸν υἱὸν Καίσωνα Κοίντιον εἰς ἀγῶνα θανάτου καταστήσαντες οἱ δήμαρχοι τὴν πόλιν ἠνάγκασαν ἐκλιπεῖν·
そして選挙の時が到来し、布告官が第一の階級を召集すると、指定された場所に入った騎士の十八の百人隊と、最大の財産評価額を持つ歩兵の八十の百人隊が、ルキウス・クィンクティウス・キンキナトゥスを執政官に指名した。 このキンキナトゥスの息子であるカエソ・クィンクティウスを、護民官たちは死罪の裁判にかけ、市邦を去ることを余儀なくさせたのであった。
καὶ οὐδεμιᾶς ἔτι κληθείσης ἐπὶ τὴν ψηφοφορίαν τάξεως — τρισὶ γὰρ ἦσαν λόχοις πλείους οἱ διενέγκαντες τὴν ψῆφον λόχοι τῶν ὑπολειπομένων — ὁ μὲν δῆμος ἀπῄει συμφορὰν βαρεῖαν ἡγούμενος, ὅτι μισῶν αὐτοὺς ἀνὴρ ἐξουσίας ὑπατικῆς ἔσται κύριος, ἡ βουλὴ δὲ ἔπεμπε τοὺς παραληψομένους τὸν ὕπατον καὶ ἄξοντας ἐπὶ τὴν ἀρχήν.
そして、投票のためにそれ以上の階級が呼び出されることもなく(なぜなら、投票を済ませた百人隊は、残りの百人隊よりも三つの百人隊多かったからである)、民衆は、自分たちを憎んでいる男が執政官の権力を握ることになるのを重い災いと考えながら立ち去り、元老院は、執政官を迎え入れてその職へと案内する者たちを派遣した。
§10.17.4ἔτυχε δὲ τηνικαῦτα ὁ Κοίντιος ἄρουράν τινα ὑπεργαζόμενος εἰς σποράν, αὐτὸς ἀκολουθῶν τοῖς σχίζουσι τὴν νειὸν βοιδίοις ἀχίτων, περιζωμάτιον ἔχων καὶ ἐπὶ τῇ κεφαλῇ πῖλον.
その時、クィンクティウスはたまたま播種のためにある畑を耕しており、自ら、下着を着ず、腰布を身につけ、頭にフェルト帽をかぶって、休耕地を切り開く牛たちに従っていた。
ἰδὼν δὲ πλῆθος ἀνθρώπων εἰς τὸ χωρίον εἰσιόντων τό τε ἄροτρον ἐπέσχε καὶ πολὺν ἠπόρει χρόνον, οἵτινές τε εἶεν καὶ τίνος δεόμενοι πρὸς αὐτὸν ἥκοιεν·
多くの人々が自分の土地に入ってくるのを見ると、彼は鋤を止め、彼らが何者で、何の用があって自分のところへ来たのかとしばらくの間怪訝に思った。
ἔπειτα προσδραμόντος τινὸς καὶ κελεύσαντος κοσμιώτερον ἑαυτὸν ποιῆσαι παρελθὼν εἰς τὴν καλύβη καὶ §10.17.5ἀμφιεσάμενος προῆλθεν.
それから、一人の男が駆け寄って、もっときちんとした格好をするようにと促したので、小屋に入って、服を着て出てきた。
οἱ δʼ ἐπὶ τὴν παράληψιν αὐτοῦ παρόντες ἠσπάσαντό τε ἅπαντες οὐκ ἐκ τοῦ ὀνόματος, ἀλλʼ ὕπατον καὶ τὴν περιπόρφυρον ἐσθῆτα περιέθεσαν τούς τε πελέκεις καὶ τἆλλα παράσημα τῆς ἀρχῆς παραστήσαντες ἀκολουθεῖν εἰς τὴν πόλιν ἠξίουν.
彼を迎え入れるためにやって来た者たちは皆、彼を名前ではなく執政官として挨拶し、紫の縁取りのある衣を着せ、斧やその他の職権の標識を傍らに置いて、市へと随行するよう求めた。
κἀκεῖνος μικρὸν ἐπισχὼν καὶ δακρύσας τοσοῦτον εἶπεν·
すると彼は少しの間ためらい、涙を流しながらこう言った。
ἄσπορον ἄρα μοι τὸ χωρίον ἔσται τοῦτον τὸν ἐνιαυτόν, καὶ κινδυνεύσομεν οὐχ ἕξειν, πόθεν διατραφῶμεν.
「そうすると、私のこの土地は今年、種をまかれないままになり、私たちは食べていく糧を失う危機に瀕することになるのだな」。
ἔπειτʼ ἀσπασάμενος τὴν γυναῖκα καὶ τῶν ἔνδον ἐπιμελεῖσθαι παραγγείλας ᾤχετο εἰς τὴν πόλιν.
それから妻に挨拶し、家の中のことを配慮するようにと命じて、市へと出発した。
§10.17.6ταῦτα δὲ οὐχ ἑτέρου τινὸς χάριν εἰπεῖν προήχθην, ἀλλʼ ἵνα φανερὸν γένηται πᾶσιν, οἷοι τότε ἦσαν οἱ τῆς Ῥωμαίων πόλεως προεστηκότες, ὡς αὐτουργοὶ καὶ σώφρονες καὶ πενίαν δικαίαν οὐ βαρυνόμενοι καὶ βασιλικὰς οὐ διώκοντες ἐξουσίας, ἀλλὰ καὶ διδομένας ἀναινόμενοι·
これらのことを私は、他のいかなる理由のためでもなく、当時ローマの市邦を指導していた人々がどのような人物であったかを、すべての人に明らかにせんがために語るに至ったのである。 いかに彼らが自ら働き、節度があり、正しい貧しさを負担とせず、王のような権力を追い求めず、むしろそれが与えられても拒絶したかを。
φανήσονται γὰρ οὐδὲ κατὰ μικρὸν ἐοικότες ἐκείνοις οἱ νῦν, ἀλλὰ τἀναντία πάντα ἐπιτηδεύοντες, πλὴν πάνυ ὀλίγων, διʼ οὓς ἕστηκεν ἔτι τὸ τῆς πόλεως ἀξίωμα καὶ τὸ σώζειν τὴν πρὸς ἐκείνους τοὺς ἄνδρας ὁμοιότητα.
なぜなら、今の者たちは、彼らにいささかも似ておらず、むしろすべてにおいて逆のことを行っていることが明らかになるからである。 ただし、彼らのおかげで市邦の威厳が今なお維持され、かつての男たちとの類似性が保たれている、極めてわずかな人々を除いては。
ἀλλὰ περὶ μὲν τούτων ἅλις.
しかし、これらについては十分に語った。