§10.18.1ὁ δὲ Κοίντιος παραλαβὼν τὴν ὑπατείαν πρῶτον μὲν ἔπαυσε τοὺς δημάρχους τῶν καινῶν πολιτευμάτων καὶ τῆς ἐπὶ τῷ νόμῳ σπουδῆς προειπών, ὡς εἰ μὴ παύσονται ταράττοντες τὴν πόλιν ἀπάξει Ῥωμαίους ἅπαντας ἐκ τῆς πόλεως στρατείαν κατὰ §10.18.2Οὐολούσκων παραγγείλας.
一方、クィンクティウスは執政官職を引き受けると、まず第一に、護民官たちに対し、もし市邦を混乱させるのをやめないならば、ウォルスキ人に対する遠征を布告してローマ市民全員を市邦から連れ出すであろうとあらかじめ警告することによって、彼らの新たな政策や法案に対する熱狂を止めさせた。
ἐπεὶ δὲ κωλύσειν αὐτὸν ἔλεγον οἱ δήμαρχοι στρατοῦ ποιεῖσθαι καταγραφήν, συναγαγὼν τὸ πλῆθος εἰς ἐκκλησίαν εἶπεν, ὅτι πάντες ὀμωμόκασι τὸν στρατιωτικὸν ὅρκον, ἀκολουθήσειν τοῖς ὑπάτοις ἐφʼ οὓς ἂν καλῶνται πολέμους, καὶ μήτε ἀπολείψειν τὰ σημεῖα μήτε ἄλλο πράξειν μηθὲν ἐναντίον τῷ νόμῳ·
しかし、護民官たちが彼による軍隊の徴募を阻止するだろうと言うと、彼は民衆を民会に召集してこう言った。 すなわち、全員が軍事の誓いを立てており、執政官たちが招集するいかなる戦争にも従うこと、また軍旗を見捨てず、法に反していかなる他のことも行わないことを誓っているのであると。
παραλαβὼν δὲ τὴν ὑπατικὴν ἐξουσίαν αὐτὸς ἔχειν ἔφη κρατουμένους ἅπαντας τοῖς ὅρκοις.
そして、執政官の権力を引き受けた彼自身が、全員を誓いによって拘束し続けているのだと彼は言った。
§10.18.3εἰπὼν δὲ ταῦτα καὶ διομοσάμενος χρήσεσθαι τῷ νόμῳ κατὰ τῶν ἀπειθούντων ἐκέλευσεν ἐκ τῶν ἱερῶν τὰ σημεῖα καταφέρειν·
このように語り、また従わない者たちに対しては法を適用することを厳粛に誓うと、彼は神殿から軍旗を取り出すように命じた。
καὶ ἵνα, ἔφη, πᾶσαν ἀπογνῶτε δημαγωγίαν ἐπὶ τῆς ἐμῆς ὑπατείας, οὐ πρότερον ἀναστήσω τὸν στρατὸν ἐκ τῆς πολεμίας, πρὶν ἢ πᾶς ὁ τῆς ἀρχῆς μοι διέλθῃ χρόνος.
そして「私の執政官任期中、お前たちが煽動的な政治を完全に諦めるために」と彼は言った。 「任期の全期間が私において過ぎ去るまでは、私は敵国から軍隊を引き揚げることはない。
ὡς οὖν ἐν ὑπαίθρῳ χειμάσοντες παρασκευάσασθε τὰ εἰς ἐκεῖνον τὸν καιρὸν ἐπιτήδεια.
したがって、野営で冬を越す者として、その時期に必要な物資を準備せよ」。
§10.18.4τούτοις καταπληξάμενος αὐτοὺς τοῖς λόγοις ἐπειδὴ κοσμιωτέρους εἶδε γεγονότας καὶ δεομένους ἀφεθῆναι τῆς στρατείας, ἐπὶ τούτοις ἔφη χαριεῖσθαι τὰς ἀναπαύλας τῶν πολέμων, ἐφʼ ᾧ τε μηθὲν ἔτι παρακινεῖν αὐτούς, ἀλλʼ ἐᾶν αὐτὸν ὡς βούλεται τὴν ἀρχὴν τελεῖσθαι, καὶ ἐπὶ τῷ τὰ δίκαια διδόναι τε καὶ λαμβάνειν παρʼ ἀλλήλων.
これらの言葉によって彼らを震え上がらせ、彼らがより従順になり、遠征の免除を懇願するのを目にすると、彼は次の条件のもとで、彼らに戦争からの休息を与えると言った。 すなわち、彼らがこれ以上何一つ不穏な動きをせず、彼が望むようにその職務を遂行するのを認め、かつお互いに正義を与え、また受け取るという条件である。