Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §10.17.1-10.17.6

补充执政官选举与辛辛纳图斯当选

第 757 段,共 962 段 · 希腊语

内容简介

在赫尔多尼乌斯叛乱结束后,保民官们再次挑起政治冲突以要求履行法案,幸存的执政官克劳狄乌斯借故拖延并宣布举行补充执政官选举。曾被保民官流放的凯索之父辛辛纳图斯当选执政官,使者直接前往田间召回正在耕作的他,作者借此赞美了古罗马人自耕自食、克己奉公的高尚美德。

§10.17.1τοῦτο τὸ τέλος λαβόντος τοῦ λῃστρικοῦ πολέμου τὴν πολιτικὴν πάλιν ἀνερρίπιζον οἱ δήμαρχοι στάσιν ἀξιοῦντες ἀπολαβεῖν παρὰ τοῦ περιόντος ὑπάτου τὰς ὑποσχέσεις, ἃς ἐποιήσατο πρὸς αὐτοὺς ὁ τεθνηκὼς ἐν τῇ μάχῃ Οὐαλέριος ὑπὲρ τῆς εἰσφορᾶς τοῦ νόμου.
在这场盗匪战争以此结局告终后,平民保民官再次煽动起城邦内部的冲突,要求从幸存的执政官那里兑现已在战斗中牺牲的瓦莱里乌斯曾向他们做出的关于提出法律的承诺。
ὁ δὲ Κλαύδιος μέχρι μέν τινος παρεῖλκε τὸν χρόνον τοτὲ μὲν καθαρμοὺς τῆς πόλεως ἐπιτελῶν, τοτὲ δὲ θυσίας τοῖς θεοῖς χαριστηρίους ἀποδιδούς, τοτὲ δʼ ἀγῶσι καὶ θέαις ἀναλαμβάνων τὸ πλῆθος εἰς εὐπαθείας.
而克劳狄乌斯在一段时间内拖延时间,他时而举行城邦的净化仪式,时而向神明献上感恩的祭祀,时而通过竞技和表演让群众沉浸于娱乐之中。
§10.17.2ὡς δʼ αἱ σκήψεις αὐτῷ πᾶσαι κατανάλωντο, τελευτῶν ἔφη δεῖν εἰς τὸν τοῦ τεθνηκότος ὑπάτου τόπον ἕτερον ἀποδειχθῆναι.
当他的借口全部用尽时,他最终声称必须指派另一人来接替已故执政官的位置。
τὰ μὲν γὰρ ὑφʼ ἑαυτοῦ μόνου πραχθέντα οὔτε νόμιμα οὔτε βέβαια ἔσεσθαι, τὰ δʼ ὑπʼ ἀμφοῖν ἔννομά τε καὶ κύρια.
因为他声称,仅凭他一人所做的事情既不合法也不稳固,而由两人共同决定的事情才合乎律法且具有效力。
ταύτῃ διακρουσάμενος αὐτοὺς τῇ προφάσει προεῖπεν ἀρχαιρεσίων ἡμέραν, ἐν ᾗ τὸν συνάρχοντα ἔμελλεν ἀποδείξειν.
用这个借口挡开他们之后,他宣布了选举日,届时他将指派他的同僚。
ἐν δὲ τῷ μεταξὺ χρόνῳ διʼ ἀπορρήτων βουλευμάτων οἱ προεστηκότες τοῦ συνεδρίου συνέθεντο κατὰ σφᾶς αὐτούς, ὅτῳ παραδώσουσι τὴν ἀρχήν.
在此期间,元老院的领袖们通过秘密会议,在他们自己人中商定将把这一职位授予何人。
§10.17.3καὶ ἐπειδὴ ὁ τῶν ἀρχαιρεσίων ἐνέστη χρόνος, καὶ ὁ κῆρυξ τὴν πρώτην τάξιν ἐκάλεσεν, εἰσελθόντες εἰς τὸν ἀποδειχθέντα τόπον οἵ τʼ ὀκτωκαίδεκα λόχοι τῶν ἱππέων καὶ οἱ τῶν πεζῶν ὀγδοήκοντα τῶν τὸ μέγιστον τίμημα ἐχόντων Λεύκιον Κοίντιον Κικιννᾶτον ἀποδεικνύουσιν ὕπατον, οὗ τὸν υἱὸν Καίσωνα Κοίντιον εἰς ἀγῶνα θανάτου καταστήσαντες οἱ δήμαρχοι τὴν πόλιν ἠνάγκασαν ἐκλιπεῖν·
当选举的时间临近,且传令官召集第一阶级时,进入指定地点的十八个骑士百人队和拥有最高财产评估额的八十个步兵百人队指派卢基乌斯·昆克蒂乌斯·辛辛纳图斯为执政官。 此前,保民官们曾将他的儿子凯索·昆克蒂乌斯起诉至死罪审判,并迫使他离开城邦。
καὶ οὐδεμιᾶς ἔτι κληθείσης ἐπὶ τὴν ψηφοφορίαν τάξεως — τρισὶ γὰρ ἦσαν λόχοις πλείους οἱ διενέγκαντες τὴν ψῆφον λόχοι τῶν ὑπολειπομένων — ὁ μὲν δῆμος ἀπῄει συμφορὰν βαρεῖαν ἡγούμενος, ὅτι μισῶν αὐτοὺς ἀνὴρ ἐξουσίας ὑπατικῆς ἔσται κύριος, ἡ βουλὴ δὲ ἔπεμπε τοὺς παραληψομένους τὸν ὕπατον καὶ ἄξοντας ἐπὶ τὴν ἀρχήν.
由于没有其他阶级再被召集投票——因为投出选票的百人队比剩下的百人队多了三个百人队——平民们便离去了,他们认为一个仇视他们的人掌握执政官权力是一场沉重的灾难;而元老院则派人去迎接执政官并带他上任。
§10.17.4ἔτυχε δὲ τηνικαῦτα ὁ Κοίντιος ἄρουράν τινα ὑπεργαζόμενος εἰς σποράν, αὐτὸς ἀκολουθῶν τοῖς σχίζουσι τὴν νειὸν βοιδίοις ἀχίτων, περιζωμάτιον ἔχων καὶ ἐπὶ τῇ κεφαλῇ πῖλον.
当时,昆克蒂乌斯正巧在一块田地里为播种而耕作,他自己没穿内衣,只系着腰带,头上戴着一顶毡帽,跟在开垦荒地的牛群后面。
ἰδὼν δὲ πλῆθος ἀνθρώπων εἰς τὸ χωρίον εἰσιόντων τό τε ἄροτρον ἐπέσχε καὶ πολὺν ἠπόρει χρόνον, οἵτινές τε εἶεν καὶ τίνος δεόμενοι πρὸς αὐτὸν ἥκοιεν·
看到有一群人进入他的田地,他停下了犁,困惑了很久,不知道他们是谁,来找他有什么要求。
ἔπειτα προσδραμόντος τινὸς καὶ κελεύσαντος κοσμιώτερον ἑαυτὸν ποιῆσαι παρελθὼν εἰς τὴν καλύβη καὶ §10.17.5ἀμφιεσάμενος προῆλθεν.
随后,有人跑上前来,要求他整理一下仪表,于是他走进小屋,穿好衣服后走了出来。
οἱ δʼ ἐπὶ τὴν παράληψιν αὐτοῦ παρόντες ἠσπάσαντό τε ἅπαντες οὐκ ἐκ τοῦ ὀνόματος, ἀλλʼ ὕπατον καὶ τὴν περιπόρφυρον ἐσθῆτα περιέθεσαν τούς τε πελέκεις καὶ τἆλλα παράσημα τῆς ἀρχῆς παραστήσαντες ἀκολουθεῖν εἰς τὴν πόλιν ἠξίουν.
那些前来迎接他的人都向他致敬,不称呼他的名字,而是称其为执政官,并为他披上紫边长袍,将斧头及其他职权的标志陈列在旁,请他随行前往城邦。
κἀκεῖνος μικρὸν ἐπισχὼν καὶ δακρύσας τοσοῦτον εἶπεν· ἄσπορον ἄρα μοι τὸ χωρίον ἔσται τοῦτον τὸν ἐνιαυτόν, καὶ κινδυνεύσομεν οὐχ ἕξειν, πόθεν διατραφῶμεν.
他稍微停顿了一下,流着泪只说了这么一句话:“看来我的这块田地今年将无法播种,我们也将面临没有食物维持生计的危险。
ἔπειτʼ ἀσπασάμενος τὴν γυναῖκα καὶ τῶν ἔνδον ἐπιμελεῖσθαι παραγγείλας ᾤχετο εἰς τὴν πόλιν.
”随后,他向妻子告别,叮嘱她照料好家务,便动身前往城邦。
§10.17.6ταῦτα δὲ οὐχ ἑτέρου τινὸς χάριν εἰπεῖν προήχθην, ἀλλʼ ἵνα φανερὸν γένηται πᾶσιν, οἷοι τότε ἦσαν οἱ τῆς Ῥωμαίων πόλεως προεστηκότες, ὡς αὐτουργοὶ καὶ σώφρονες καὶ πενίαν δικαίαν οὐ βαρυνόμενοι καὶ βασιλικὰς οὐ διώκοντες ἐξουσίας, ἀλλὰ καὶ διδομένας ἀναινόμενοι·
我之所以被引导叙述这些,并非为了其他任何原因,而是为了让所有人看清楚,当时领导罗马城邦的是怎样的人,他们如何亲手劳作、克己节制、不以清贫为苦、不追求帝王般的权力,甚至在被授予时也予以拒绝。
φανήσονται γὰρ οὐδὲ κατὰ μικρὸν ἐοικότες ἐκείνοις οἱ νῦν, ἀλλὰ τἀναντία πάντα ἐπιτηδεύοντες, πλὴν πάνυ ὀλίγων, διʼ οὓς ἕστηκεν ἔτι τὸ τῆς πόλεως ἀξίωμα καὶ τὸ σώζειν τὴν πρὸς ἐκείνους τοὺς ἄνδρας ὁμοιότητα.
因为今天的人们将被证明与他们毫无相似之处,反而奉行着完全相反的行径,唯有极少数人除外,正是因为他们,城邦的尊严才得以继续维持,与那些先贤的相似性也得以保留。
ἀλλὰ περὶ μὲν τούτων ἅλις.
不过,关于这些已经说得足够了。

词汇与语法注释

  1. 10.17.1ἀπολαβεῖν — 依赖于分词 ἀξιούντες(要求)的不定式,表示从幸存的执政官(παρὰ τοῦ περιόντος ὑπάτου)那里收回或要求履行先前的承诺。
  2. 10.17.3τρισὶ γὰρ ἦσαν λόχοις πλείους οἱ διενέγκαντες τὴν ψῆφον λόχοι τῶν ὑπολειπομένων — 描述百人队会议(comitia centuriata)的投票机制。在总共193个百人队(λόχοι)中,18个骑兵百人队和80个第一等级步兵百人队(共计98个)已经投出选票。剩下的百人队数量为95个(193-98)。因此,投出选票的百人队(98个)比剩下的(95个)正好多了三个(τρισὶ λόχοις),从而达到了绝对多数,选举至此结束。
  3. 10.17.4ἀχίτων — 意为“未穿丘尼卡(内衣)”的形容词。这并非指完全赤裸,而是指在劳动时未穿托加或丘尼卡等标准衣物,仅穿着腰带/内裙(περιζωμάτιον),对应拉丁语中的 nudus。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §10.17.1-10.17.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:10.17.1-10.17.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。