§10.16.1λυθείσης δὲ τῆς ἐκκλησίας περὶ δείλην ὀψίαν συνέρρεον ἐπὶ τοὺς ἀποδειχθέντας ἕκαστοι τόπους, ἀπογραφόμενοί τε πρὸς τοὺς ἡγεμόνας τὰ ὀνόματα καὶ τὸν στρατιωτικὸν ὀμνύντες ὅρκον.
民会が遅い午後に解散されると、めいめい指定された場所に集まり、指導者たちに自分の名前を登録し、軍事宣誓を行った。
ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ὅλην ἀμφὶ ταῦτα ἦσαν, τῇ δʼ ἑξῆς ἡμέρᾳ λοχαγοί τε προσενέμοντο ὑπὸ τῶν ὑπάτων καὶ ἐπὶ τὰς ἱερὰς ἐτάττοντο σημείας συνεπιρρέοντος καὶ τοῦ κατʼ ἀγροὺς διατρίβοντος ὄχλου.
さて、彼らはその日と、それに続く夜の全体をこれらのことに費やしたが、翌日、百人隊長たちが執政官たちによって割り当てられ、聖なる軍旗のもとに配置された。 田舎に滞在していた群衆もまた共に流れ込んできたためである。
§10.16.2γενομένων δὲ διὰ τάχους πάντων εὐτρεπῶν μερισάμενοι τὰς δυνάμεις οἱ ὕπατοι κλήρῳ διείλοντο τὰς ἀρχάς.
すべてのことが迅速に準備されると執政官たちは軍勢を分け、くじ引きによってその任務を分担した。
Κλαυδίῳ μὲν οὖν ὁ κλῆρος ἀπέδωκε τὰ πρὸ τῶν τειχῶν διὰ φυλακῆς ἔχειν, μή τις ἔξωθεν ἐπέλθῃ στρατιὰ τοῖς ἔνδον ἐπίκουρος·
クラウディウスには、外部からいかなる軍勢も内部の者の援助として攻めてこないように、城壁の前方を守備下に置くことがくじによって与えられた。
ὑποψία γὰρ ἅπαντας κατεῖχε μεγάλης σφόδρα κινήσεως, καὶ τὸ ἀντίπαλον ἅπαν ὡς ὁμοῦ συνεπιθησόμενον σφίσιν ἐφοβοῦντο·
なぜなら、非常に大きな動きに対する疑念が全員を捉えており、敵対勢力の全体が一斉に自分たちを攻撃してくるのではないかと恐れていたからである。
Οὐαλερίῳ δὲ τὰ φρούρια πολιορκεῖν ὁ δαίμων ἐφῆκεν.
ウァレリウスには、神意が砦を包囲することを割り当てた。
§10.16.3ἐτάχθησαν δὲ καὶ ἐπὶ τοῖς ἄλλοις ἐρύμασιν ἡγεμόνες ὅσα τῆς πόλεως ἐντὸς ἦν καθέξοντες, καὶ κατὰ τὰς ἐπὶ τὸ Καπιτώλιον ἀγούσας ὁδοὺς ἕτεροι κωλύσεως ἕνεκεν τῶν ἀποστησομένων πρὸς τοὺς πολεμίους δούλων τε καὶ ἀπόρων, οὓς παντὸς μάλιστα ἐφοβοῦντο.
また、城邦の内側にある他のすべての防備施設にもそれらを確保するために指導者たちが配置され、カピトリウムへと通じる道路沿いには、敵の側に寝返ろうとする奴隷たちや困窮した者たちを防ぐために、他の者たちが[配置された]。 彼らはこれらの者たちを何よりも恐れていたのである。
ἐπικουρικὸν δὲ αὐτοῖς οὐδὲν ἔφθασε παρὰ τῶν συμμάχων ἀφικόμενον, ὅτι μὴ παρὰ Τυσκλάνων μόνον ἐν μιᾷ νυκτὶ ἀκουσάντων τε καὶ παρασκευασαμένων, οὓς ἦγε Λεύκιος Μαμίλιος, ἀνὴρ δραστήριος, ἔχων τὴν μεγίστην ἐν τῇ πόλει τότε ἀρχήν·
同盟者たちからは、ただ一晩で知らせを聞いて準備を整えたトゥスクルム人たちからのものを除いては、いかなる増援も到着しなかった。 彼らを率いていたのはルキウス・マミリウスという、当時その城邦で最大の官職に就いていた活動的な男であった。
καὶ συνεκινδύνευον οὗτοι τῷ Οὐαλερίῳ μόνοι καὶ συνεξεῖλον τὰ φρούρια πᾶσαν εὔνοιαν καὶ προθυμίαν ἀποδειξάμενοι.
そして彼らだけがウァレリウスとともに危険を共にし、あらゆる好意と熱意を示して砦を共同で奪取した。
§10.16.4ἐγένετο δʼ ἡ προσβολὴ τοῖς φρουρίοις πανταχόθεν·
そして砦への攻撃はあらゆる方向から行われた。
οἱ μὲν γὰρ ἀπὸ τῶν πλησίον οἰκιῶν ἀσφάλτου καὶ πίσσης πεπυρωμένης ἀγγεῖα σφενδόναις ἐναρμόττοντες ἐπέβαλλον ὑπὲρ τὸν λόφον· οἱ δὲ συμφοροῦντες φακέλλους φρυγάνων καὶ παρὰ τοῖς ἀποτόμοις τῆς πέτρας βωμοὺς ἐγείροντες ὑψηλοὺς ὑφῆπτον ἀνέμῳ παραδιδόντες τὰς φλόγας ἐπιφόρῳ.
一部の者は近隣の家々から、アスファルトと燃え盛るピッチの入った器を投石器に装着して、丘の向こうへと投げ入れ、他の者は柴の束を集め、岩の切り立った場所のそばに高い壇を築いて火を放ち、追い風に炎を委ねた。
ὅσοι δʼ ἦσαν ἀνδρειότατοι, πυκνώσαντες τοὺς λόχους ἐχώρουν ἄνω κατὰ §10.16.5τὰς χειροποιήτους ὁδούς.
また、最も勇敢であった者たちは、隊列を密にして、上へと進んだ、人工の道に沿って。
ἦν δʼ αὐτοῖς οὔτε τοῦ πλήθους, ᾧ παρὰ πολὺ τῶν ἀντιπάλων προεῖχον, ὄφελος οὐθὲν διὰ στενῆς ἀνιοῦσιν ὁδοῦ καὶ πληθούσης προβόλων ἄνωθεν ἐπικαταραττομένων, ἔνθα συνεξισωθήσεσθαι ἔμελλε τῷ πολλῷ τὸ ὀλίγον·
しかし彼らにとっては、数の恩恵も全くなかった。 それにおいて彼らは敵対者たちをはるかに凌駕していたのであるが、狭く、上から投げ下ろされる投射物で満ちた道を登る彼らにとっては、そこでは少数が多数と等しくなるはずであったからである。
οὔτε τῆς παρὰ τὰ δεινὰ ὑπομονῆς, ἣν πολλοῖς % καταστήσαντες πολέμοις εἶχον, οὐδεμία ὄνησις πρὸς ὀρθίους βιαζομένοις σκοπάς.
また、多くの戦争を遂行することによって身につけていた、危険に対する忍耐の恩恵も、険しい頂へと力ずくで進む彼らにとっては全くなかった。
οὐ γὰρ συστάδην μαχομένους ἔδει τὸ εὔτολμον καὶ καρτερικὸν ἀποδείξασθαι, ἀλλʼ ἑκηβόλοις χρῆσθαι μάχαις.
なぜなら、接近戦で戦って勇敢さと不屈さを示す必要があったのではなく、遠距離の戦闘を用いなければならなかったからである。
§10.16.6ἦσαν δὲ τῶν μὲν κάτωθεν ἐπὶ τὰ μετέωρα βαλλομένων βραδεῖαί τε καὶ ἀσθενεῖς, εἰ καὶ τύχοιεν, ὥσπερ εἰκός, αἱ πληγαί·
そして、下から高所に向けて投げられた者たちの打撃は、たとえ当たったとしても、当然のことながら、遅く、かつ弱いものであった。
τῶν δʼ ἀφʼ ὕψους κάτω ῥιπτουμένων ὀξεῖαι καὶ καρτεραὶ συνεργούντων τοῖς βλήμασι καὶ τῶν ἰδίων βαρῶν.
他方、高所から下へと投げ落とされた打撃は、投射物にそれ自体の重さも加勢するため、鋭く、かつ強力であった。
οὐ μὴν ἔκαμνόν γε οἱ προσβάλλοντες τοῖς ἐρύμασιν, ἀλλὰ διεκαρτέρουν ἀναγκοφαγοῦντες τὰ δεινὰ οὔτε ἡμέρας οὔτε νυκτὸς ἀναπαυόμενοι τῶν πόνων.
しかしながら、防備施設を攻撃する者たちはへこたれることなく、困難を耐え忍び、昼も夜もその労苦から休息することなく持ちこたえ続けた。
τέλος δʼ οὖν ὑπολιπόντων τοὺς πολιορκουμένους τῶν βελῶν καὶ τῶν σωμάτων ἐξαδυνατούντων τρίτῃ τὰ φρούρια ἐξεπολιόρκησαν ἡμέρᾳ.
そしてついに、包囲された者たちの投射物が底をつき、肉体が限界に達したため、三日目に砦を力攻めして占領した。
§10.16.7ἐν ταύτῃ τῇ μάχῃ πολλοὺς Ῥωμαῖοι καὶ ἀγαθοὺς ἄνδρας ἀπέβαλον, κράτιστον δέ, ὥσπερ πρὸς ἁπάντων ὡμολόγητο, τὸν ὕπατον·
この戦闘において、ローマ人たちは多くの優れた男たちを失ったが、全員によって合意されていたように、最も優れた者、すなわち執政官を失った。
ὃς οὐκ ὀλίγα τραύματα λαβὼν οὐδʼ ὣς ἀφίστατο τῶν δεινῶν, ἕως ἐπικαταραγεὶς αὐτῷ πέτρος ὑπερμεγέθης ἐπιβαίνοντι τοῦ περιτειχίσματος ἅμα τήν τε νίκην αὐτὸν ἀφείλετο καὶ τὴν ψυχήν.
彼は少なからぬ傷を負ったが、それでもなお危険から退くことはなかった。 彼が囲壁に登りつつあったとき、非常に巨大な岩が彼の上に崩れ落ち、彼から勝利と生命を同時に奪うまでは。
ἁλισκομένων δὲ τῶν φρουρίων ὁ μὲν Ἑρδώνιος — ἦν γὰρ καὶ ῥώμῃ σώματος διάφορος καὶ κατὰ χεῖρα γενναῖος — ἄπιστόν τι χρῆμα περὶ αὑτὸν ποιήσας νεκρῶν ὑπὸ πλήθους βελῶν ἀποθνήσκει, τῶν δὲ σὺν αὐτῷ τὰ φρούρια καταλαβομένων ὀλίγοι μέν τινες ζῶντες ἑάλωσαν, οἱ δὲ πλείους σφάττοντες ἑαυτοὺς ἢ κατὰ τῶν κρημνῶν ὠθοῦντες διεφθάρησαν.
そして砦が占領されるとき、ヘルドニウスは(彼は肉体の力においても傑出しており、一対一の戦闘においても勇敢であったが)、自身の周りに信じがたい数の死体の山を築いた末に、無数の投射物を受けて死亡した。 そして、彼とともに砦を占拠していた者たちのうち、生きて捕らえられたのはごく一部であり、大半は自ら命を絶つか、あるいは崖から身を投げて滅びた。